In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι συκῆ οὐ καρποφορήσει, κω οὐκ ἔσται γ ἐν ταῖς [*](b) ἀμπέλοις· ψεύσεται ἒργον ἐλαίας, καὶ τὰ πεδία βρῶσιν· ἐθέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ βόες ἐπὶ φάτναις ἐξ ἰάσεως αὐτῶν.

Ὥσπερ τινὸς ἐρομένου καὶ ἀναμανθάνειν ἐθέλοντος, ἀνθ’ ὅτου ποιοῖτο περὶ πολλοῦ τὸ ἀποβιῶναι, μᾶλλον δὲ εἰς λαὸν ἀναβῆναι παροικίας αὐτοῦ, κατασκιάζει μὲν ἀσαφείᾳ πολλῇ τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὴν κατάργησιν, μονον- [*](2. ἀναχθήσομαι a. ἄλλον pro λαὸν Edd. repugnantibus B.D.a.b. 3. ἀμέλει λλ assumptum ex D.a.b. 5. φησὶν D. 6. μέλλουσαν D. μένουσαν B. μένουσαν Edd. ψάλλει—οί πατέρες μου om. Β. 7. τὸν assumptum ex D. 11. συμβαίνῃ Β. συμβαίη D. συμφαίνῃ (sic) Edd. ante Migne. καὶ] οὖν iid. ζωοποιεῖσθαι pro ζην π. D. 12. τούτου om. D. 13. εἰς πρὸς Edd. 13—16. καὶ γοῦν—σώματι ζωήν om. Β. 14. 16. ἐν] + τῷ Edd. invito D. 17. γενήματα B.D.F. (Alex. ℵ) γεννήματα (Vat.) τοῖς D. (ℵ) 20. ἐπὶ φάτνῃ βόες Β. cf. infra. 22. καὶ pro 23. ἀσαφείᾳ B.D.a. ἀσφαλείᾳ Edd. 24. τῶν assumptum ex D. deest in a. κατάργησιν a. κατάρρησιν D.)

163
οὐχὶ δὲ καὶ κατολοφύρεσθαι δοκεῖ τὴν συμβησομένην ἀκαρπίαν [*](c) αὐτῇ. καὶ τρόποις ἡμῖν αὐτὴν κατασημαίνει πολλοῖς, ὡς συκῆν ἔσεσθαι λέγων, ἧς ἃν οὐδεὶς γένοιτο καρπός. οὕτω γὰρ αὐτὴν καὶ αὐτὸς ὠνόμασεν ὁ Σωτῆρ’, ὡς ἐν παραδείγματος τρόπω̣ λέγων “Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἄμπελῶνι [*](S. Lue. xiii. 6 sqq.) “αὐτοῦ.” ἢν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ αἰῶνα. “Μηκέτι, φησίν, ἐκ σου καρπός γένηται [*](S.Matth. xxi. 19.) “εἰς τὸν αἰῶνα.”

Παρεικάζει δὲ αὐτὴν καὶ ἀμπέλῳ βοτρύων ἐρήμῳ. καὶ [*](d) γάρ ἐστι πάλιν, καθά φησιν ὁ προφήτης Ἡσαΐας “Ὁ [*](Es. ν. 7.) “ἀμπελὼν κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, “ἠγαπημένον.” ἀλλ’ “ἐχαράκωσε μὲν αὐτὸν, καὶ φραγμὸν [*](Ib. 2.) “περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε “προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, “δὲ ἀκάνθας.’’ ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, φησιν ὁ Δαυείδ “Ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- [*](Ps.lxxix. 14.) “μήσατο αὐτήν·’ καθεῖλε δὲ “τὸν φραγμὸν αὐτῆς, καὶ τε- [*](e Ib. 13.) “τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.”

Ἐψεύσατο δὲ καὶ τῆς ἐλαίας τὸ ἔργον, τουτέστι πάλιν τῆς Ἰουδαίων Συναγωγῆς. οὕτω γὰρ αὐτὴν κατασημαίνει λέγων καὶ ὁ προφήτης Ἱερεμίας “Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει [*](Hier. xi. 16, 17) “ἐκάλεσε κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· “ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, “θῆσαν “θησαν οἱ κλάδοι αὐτῆς, καὶ κύριος τῶν δυνάμεων ὁ κατα- [*]( 1. καὶ om. D. 3. ἔσεσθαι om. D. 4. ὠνόμασεν D.a. ὠνόμαζεν Edd. 7. που om. D. 8. ἐποιοῦτο (sic) Edd. 9. γένοιτο D. 11. παρεικάζει D.a. ἀπεικάζει Edd. ἀμπέλῳ D.a. ἀμπελῶνι Β. Edd. 12. καθά B.a. καθό D. καθώς Edd. Ἡσαΐας ὁ inv. ord. D. 13. νεόφυτος ἠγαπημένος Edd. invitis B.D.a. 15. καὶ prius om. D. πυργίον Β. Edd. πύργον D. τὸ D. Edd. deest in B. 16. καὶ om. D. 17. τοι assumptum ex B.D.a. καὶ pro δὴ D. διελυμήνατο pro δὴ ἑλυμ. a. μὲν om. D. καθώς Edd. invitis B.D.a. 18. ἐκδρυμῶσα καὶ ὄνος pro ἐκ δρυμοῦ καὶ μονιὸς iid. invitis B.D.a. 19. καθεῖλε δὲ] καὶ καθεῖλε D. τρυγῶσιν D. 20. αὐτὴν πάντες hoc ord. Β. πάντες om. D. 24. Κύριος] + σαβαὼθ D.)

164
“φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά.” ἐπειδὴ δὲ, καθά [*](576 A. a) φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσήκαντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς [*](Rom, xi. 17.) ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, “ καὶ κοινωνοὶ τῆς ῥίζης “ καὶ τῆς πιότητος τοῦ καλλιελαίου γεγόνασιν.

Εἶτά φησιν ὅτι τοι πεδία οὐ ποιήσει βρῶσιν. παρεικάζει πάλιν τὸν Ἰσραὴλ ληίοις, οἶμαι, κατεφθαρμένοις, ἐξ ὧν οὐδ᾿ ἂν αὐτό που τὸ ἀποχρῶν εἰς βρῶσιν ἀθροίσειεν ὁ γηπόνος. [*](b) ἀκαρπίας δὲ τοῦτο γένοιτ᾿ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπηχεῖν δὲ βοῦς ἐπὶ φάτνης. δι᾿ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾿ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ [*](c) τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά τινα σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν Φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως προβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ Φάτνης ἔτι, τουτέστιν, οἱ καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσ- [*](1. καθώς Edd. 2. αὐτῆς]αὐτοῦ Edd. invitis B.D.b. παιδαγωγουμένη—προσήκατο b. 4. ἐξεκόπησαν D. 6. ἀγριελαίας Edd. invitis B.u.a. κοινωνικοὶ iid. 8. ποιήσουσι D. παρεικάςων B. πάλιν τὸν Ἰσραὴλ παρεικάζει inv. ord.a. 9. οὐδὲ pro οὐδ᾿ ἄν D. 10. αὐτῷ Edd. ἀθρήσειεν iid. γεηπόνος D. 12. μαθημάτων Β. μαθητῶν a. μαθητῶν D. Edd. 13. ἁπάντων om. D. 15. οὐκ] μὴ a. ὑπάρξειν Β. βοῦς D.a. βοῦν Β. Edd. 17. τὸ pro τοὺς D. ὀπο] + τῆς a. τῆς pro ἀπὸ D. 19. τὸν pro τῶν D. ἐκ τῆς] ἐκτὸς Edd. 21. κόκκον σίτου inv. ord. a. προετίθεσαν D. 22. τινα assumptum ex D. deest in a. 23. ἐκ om. Β. 24. εὐχαριστηρίους Edd. 25. φάτνης D. φάτνῃ Β. φάτναις Edd. 26. λαῶν D. ἄλλων Β. Edd. καὶ διδάσκ. om. D. τοιγάρτοι] καθὰ D.)

165
πέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν [*](1 Cor ix. 9; 1 Tim. v· 18.) διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς [*](d) τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε, καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, [*](e) καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα.

Ἐγὼ δέ ἑ τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῶ τῶ Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοῦς πόδας μου εἰς συντέλειαν· ἐΜ τὰ ὑψηλὰ ἐπιβιβᾷ νικῆσαί με ἐν τῆ ᾠδῆ αὐτοῦ.

Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν [*](a 577 A.) ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ’ αὐτῷ, καὶ τῆς ἐνούσης σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῶ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος “Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με [*](Phil. iv. 13. Ps. lxxxviii. 18.) “Χριστῷ.” ψάλλει δέ που καὶ ὁ μακάριος Δαυείδ “Ὅτι [*](4. μὲν] δὲ D. γεμὴν] δὲ Edd. τόδε post πάλιν tr. D. B.D. ἀπερισπούδαστον Edd. 6. Χριστοῦ] Κυρίου D. 7. τουτέστι] ἤγουν D. 9. τὸ] τι iid. ἀκαρπίας—δὲ καὶ] ἀκαρπίας αἴτιον καὶ ἀπορίας σωματικῆς τε D. 10. καὶ pro τῆς alt. D. 11, ἐντεῦθεν D. εἰσόμεθα D 14. ἐπὶ] καὶ ἐπὶ D. (a. 36. al.) ἐπιβιβῶν D. (26.) 15. με accessit ex B.D. (Alex.) 16. ἢ assumptum ex a. deest in D. Statim τὸ αὐτοῦ τού pro αὐτὸ τὸ του a. τὸ om. D. 17 ἢ a. 18. φαίη om. D. τίς ὡς εἰ καὶ δι’ ἐκείνους εὐθυμίας τε ἐνεπλήσθην· ἀλλὰ καὶ διὰ τὴν τοῦ Θεοῦ δόξαν τὴν ἅπασιν ἀνθρώποις δήλην γενησομένην καὶ γάννυμαι καὶ σκιρτῶ. ὑπερείσει γάρ μου τῆς φύσεως τὴν ἀσθένειαν, κα δίκην ἐλάφου τοὺς ὄφεις καὶ τοὺς σκορπίους καὶ τὰ πνευματικὰ τῆς πονηρίας ἐκδιώξει· ἕως ἂν τὸ ὕψος τῆς ἀρετῆς τὸν ἐπινίκιον ὕμνον ᾄσω τῳ σωτῆρι καὶ ποιητη̣ Χριστῷ τῶ θεῷ ἡμῶν, ᾧ ἡ δόξα τοὺς αἰῶνας· ἄμην D. (cf. Theodoret. ad loc.) ἂν assumptum ex a.b 21 τὰ assumptum ex B.a. deest in b. 22. δυναμοῦντι Edd.)

166
“τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·” προσδοκῶσι καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ’ αὐτοῦ δὴ καὶ μόνου καταπλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς [*](b) τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο· καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσεβειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων, ἁλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος [*](c) τέ ἐστι καὶ ἀνῳκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾶ με. ὑψηλα γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα.

Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων τοῦ νικησαι με ἐν τῃ ῳοῃ αυτου.

[*](1. σὺ εἶ Β. (Alex.) εἶ σύ Edd. (Vat.) 2. καὶ alt. assumptum ex B.a.b. καταπλουτίσαι b. 4. ἡμῖν assumptum ex B.a. 12. ἀνωκισμένος B.a. ἄνω κείμενον Edd. Statim ὑποφαίνει b. 13. ὑψηλὸν Edd. repugnantibus B.a.b. 17. με om. a.)
167
[*](a 578 A.)

ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΣΟΦΟΝΙΑΝ.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ.

Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τοῦ Χουσὶ υἱὸν [*](Κεφ. ά.) Γοδολίου του Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου Ἀμὼς βασιλέως Ἰούδα.

ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ’ ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ “Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- [*](Ezek. xiii. 3.) “δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες,” καὶ μὴν αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς “Οὐκ ἀπέ- [*](Hier. xxiii. 21.) [*](Codex Β. (D. raro adhibitus nisi initio: Ε. fragmentum 13 fere paginas complectens, post Aubertum contuli.) 1—4. Sic Ε. praemittunt τοῦ ἐν πατρὸς ἡμῶν Edd. τοῦ αὐτοῦ ἐξήγησις [τοῦ αὐτοῦ ἁγίου Κυρίλλου D.] εἰς τὸν Προφητην Σοφονίαν B.D. 5. Sic D. Textum SS. Script. post praefationem transp. Edd. invitis B.D.E. 8. Ἀμὼς D.F. Aub. ex Ε. (Alex.) Ἀμὼν (Vat.) Ἀμμὼν Pont. (ℵ) 9. τοῖς et μακαριος assumpta 13. ὁ θεσπέσιος assumpta ex iisdem. Ἰωὴλ pro Ἰεζεκιήλ D. 15. τῶν ὅλων om. Β.)

168
[*](b) “στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα “πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον.” ἀλλ’ ἧν ἀλη- [*](Hier. xxiii. 16.) προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀναβρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἢ γλῶττα.

Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐσῶν σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- [*](576 A. a) ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ’ ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ’ ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ’ αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις.

[*](b)

Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμεμαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν τοῖς Ἱεροσολύμοις βασιλίδα τι- [*](c) μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε [*](4 Reg. xvii. 23.) Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μηδῶν, προσεμπρήσας δὲ [*](1. αὐτοὶ οὐκ ἔτρεχον (sic) D. 2. ἐπροφήτευον Ε. προεφήτευον B.D. Edd. ἀληθῶς] + ὁ Β. 3. στόματος] + του Β. Edd. 4. καὶ ἁγίου μὲν ἀναπ. πνεύματος assumpsit ex Ε. primus Aubertus. 6. γλῶττα B.D.E. γλῶσσα Edd. 8. τοῖς deest in Edd. Haec του τε Ἰούδα καὶ τοὺ Βενιαμὶν et καὶ ταῖς—προσνενευκ. assumpsit Aubertus primus ex Ε. 14. assumptum ex Ε. πράξεων pro πραγμάτων Edd. 16. Λόγος—Ἰούδα transp. Edd. 17. δὴ om. D. 19. φιλοθεώτατος D. 20. ἐραστὴς εὐσεβ. et πρύτ. δικ. inverso ordine D. 23. ἀρχὴν pro βασ. τιμὴν D. 24. ὁ] + τῶν Β. 25. ἀνῴκισε Ε. τὸν τουτέστι om. D. 26. ὄρη D.E. Edd, ὅρια Β.)

169
καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκράτηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον.

Εἰτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μανασσῆς, νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν “Καὶ ἐποίησε τὸ [*](d 4 Reg. xxi. 2-7.) πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατά τὰ βδελύγματα “ἐθνῶν ὧν ἐξῆρε κύριος ἀπὸ προσώπου τῶν υἱῶν “καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῆ “Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ “λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῆ δυνάμει τοῦ καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον “ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ [*](c) οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου, καὶ διήγαγε “τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ “πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου παροργίσαι αὐτόν. “ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε “πρὸς Δαυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν “ οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ἧ ἐξελεξάμην ἐκ “φυλῶν Ἰσραὴλ καὶ θήσοι τὸ ὄνομά μου ἐκεῖ εἰς “αἰῶνα.” αἰῶνα. ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰεροσολήμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν “Καὶ ἐλάλησε κύριος ἐν χειρὶ δούλων αὐτοῦ [*](Ib. 10-15.) [*](1. εὐαριθμήτους] ὀλίγας D. 2. Haec ἐναργῆ—ἀναγκαῖον accesserunt ex B.D.E. 4. βασιλείαν] ἀρχὴν D. μανασσῆς ὁ inverso ordine D. 8. ἔναντι pro ἐν ὀφθαλμοῖς Pont. quod vidi in uno Codice recenti. Quae sequuntur abbrev. Pont. 15. Κυρίῳ Aub. Statim ᾧ B.D. (56. al.) ὡς Ε. Edd. 19—25. ἐποίησε—αἰῶνα B.D.E. τὰ ἑξῆς Edd. 21. γλυπτὸν D. λοιπὸν 22. πρὸς alt. accessit ex D.E. Σολομῶντα D. Σαλομωνα Ε. 26. Assumpta καὶ μάλα εἰκότως ex Β. Ε. ὁ τῶν ὅλων ex B.D.E. 27. τῆς pro ἐξ D. σαφῶς assumptum ex B.D.E. 28. οὕτω πόλιν hoc ovdine B.D.E. χειρὶ] + τῶν Β.)

170
“ τῶν προφητῶν λέγων Ἀνθ᾿ ὧν ὅσα ἐποίησε Μανασσῆς ὁ “ βασιλεὺς Ἰούδα τὰ βδελύγματα ταῦτα τὰ πονηρὰ ἀπὸ “ πάντων ὧν ἐποίησεν ὁ Ἀμορραῖος ὁ ἐμπροσθὲν, καὶ ἐξή᾿ “ μαρτε καί γε Ἰούδας ἐν τοῖς εἰδώλοις αὐτῶν, οὐχ οὕτω “ τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Ἴδου ἐγὼ φέρω κακὰ “ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν ὥστε παντὸς ἀκούοντος αὐτὰ, [*](580 A. a) “ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, καὶ ἐκτενῶ ἐπὶ Ἱερου “ σαλὴμ τὸ μέτρον Σαμαρείας καὶ τὸ στάθμιον οἴκου “ Ἀχαὰβ, καὶ ἀπαλείψω τὴν Ἰερουσαλὴμ, καθὼς ἀπαλεί- “ φεται ὁ ἀλάβαστρος ἀπαλειφόμενος καὶ καταστρέφεται “ ἐνώπιον αὐτῶν, καὶ ἀπώσομαι τὸ ὑπόλειμμα τῆς κληρο- “ νομίας μου, καὶ παραδώσω αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐ- “ τῶν, καὶ ἔσονται εἰς διαρπαγὴν καὶ εἰς προνομὴν πᾶσι “ τοῖς ἐχθροῖς αὐτῶν, ἀνθ᾿ ὧν ὅσα ἐποίησαν τὸ πονηρὸν ἐν “ ὀφθαλμοῖς μου.” καὶ ταυτὶ μὲν, ὡς ἔφην, ἐποίσειν οὐκ εἰς μακρὰν τοῖς κατοικοῦσι τὴν Ἱερουσαλὴμ, ἐπηπείλει Θεός.

Κατοιχομένου δὲ τοῦ Μανασσῆ ἤδη, βεβασίλευκεν Ἀμὼς υἱὸς αὐτοῦ, κατ᾿ οὐδὲν ἀποδέων τοῦ φύσαντος εἰς ἀνοσιότητα τρόπων, ἁμιλλώμενος δὲ οὕτω ταῖς ἐκείνου δυσσεβείαις, ὡς τάχα που καὶ ὑπερκεῖσθαι λοιπόν. ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, βεβασίλευκεν Ἰωσίας, υἱὸς μὲν αὐτοῦ, πλὴν τὴν [*](b) Ἐζεκίου ζηλώσας φιλοθεΐαν, καὶ τῶν ἐκείνου τρόπων ἄριστος ἐραστής καθεῖλε μὲν γὰρ βωμοὺς καὶ τεμένη, τὸν δὲ δὴ θεῖον ναὸν καθαρὸν ἀποφήνας τῶν Μανασσῆ βδελυγμάτων, τὰ συνήθη δρᾶν εἰς δόξαν Θεοῦ τοὺς κατὰ νόμον ἱερουργοὺς ἐκέλευεν· ἐνέπρησε πρὸς τούτῳ τοῦ ἡλίου τὸ ἅρμα, ἐξήλασε τῶν Ἱεροσολύμων ψευδομάντεις, οἰωνοσκόπους, καὶ τερατo- [*](1. Assumpta ὅσα ex B.D.E. ὁ ex Β. Ε. βασιλεὺς Ἰούδα ex B.D.E. 2—7. Assumpta ἀπὸ πάντων—τάδε λέγει Xύριος ex B.D.E. ὁ Θεὸς Ἰσραὴλ ex D.E. κοὶ Ἰούδαν ὥστε—τὰ ὦτα αὐτοῦ ex B.D.E. 3. ἀμοραἱος D.E. (158.) 8-12. κα τὸ —κληρονομίας μου assumpta ex Β.D.E. 9. ἀπολείψω (sic) D. 11, αὐτοῦ D. 12. αὐτοῦ Edd. (236,247.) Statim καὶ ἔσοντοι—ὀφθαλμοἱς μου assumptaex B.D.E. 14. ἐποίησε Β. 15. ὡς ἔφην assumpta ex E. post μακρὸν tr. Β. 16. τὴν assumptum ex iisd. 17. ἤδη accessit ex iisd. Ἀμὼν ut supra Β. 19. δυσσεβείας (preli err.) Aub. Haec ἁμιλλώμενος-λοιπόν et κα τῶν ἐκένου.ου τρόπων. ἄρ. ἐραστής ex E. assumpsit Aubertus. 23. μὲν om. E. δὴ accessit ex B.E. 27. τερματολογους Ε.)

171
λόγους, καὶ μέντοι καὶ γνώστας· οὐκ εὐαρίθμητόν τε τῶν τεμενιτῶν ἀποσφάξας πληθὺν, ἐν τοῖς τῶν εἰδώλων κατέκαυσε βωμοῖς· ἀνέτρεψέ τε τὸ θυσιαστήριον τῶν δαμάλεων τὸ ἐν Βαιθὴλ, ὃ πεποίηκεν Ἱεροβοάμ. ἐπειδὴ δὲ ἦν φιλόθεος [*](c) οὕτω καὶ ἀγαθὸς, ἀνεβάλετο τὴν ὀργὴν, καὶ οὐδὲν ἐπήγαγε τῶν προεπηγγελμένων ὁ Θεός. ἐπειδὴ δὲ ἀπεβίω καὶ Ἰωσίας, βεβασίλευκεν Ἰωάχαζ, ὃν ἐχειρώσατο Φαραὼ Νεχαὼ καὶ δέσμιον ἐποιήσατο, τῇ τῆς βασιλείας στεφανώσας τιμῇ τὸν Ιεχονίαν, Ἰωσίου πάλιν υἱὸν δεύτερον, οὗ δὴ βασιλεύοντος κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς πᾶσαν καταδῃώσας τὴν χώραν εἷλε τε τὰ Ἱεροσόλυμα, καὶ τὸν θεῖον ἐμπρήσας ναὸν, ὁμοῦ τοῖς ἱεροῖς σκεύεσι δορίληπτον τὸν Ἰούδαν καὶ τὸν Βενιαμὶν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. εἰδέναι [*](d) δὲ ἀναγκαῖον, ὅτι καὶ τὰς τῶν ἀλλοφύλων πόλεις, τὰς πρὸς τῇ θαλάττῃ κειμένας, Γάζαν τέ φημι καὶ Ἀσκάλωνα καὶ ἑτέρας σὺν αὐταῖς, Ἰδουμαίους τε καὶ Ἀμμανίτας, ἡ τοῦ Βαβυλωνίου σκαιότης συντέτριφε τε καὶ διέθηκε κακῶς. διαμέμνηται γὰρ καὶ τούτου τῆς προφητείας ὁ λόγος.

Εκλείψει ἐκλιπέτω πατὰ ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· ἐκλιπέτω ἂνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.

Ὡς ἐρήμου παντελῶς ἐσομένης αὐτοῖς τῆς χώρας, καὶ [*](1. μέντοι ex Ε. Aubertus, καὶ alt. ex Β.Ε. assumpsimus ipsi. 3. ἀνετρεψε Β.Ε. ἀνέστρεψε Edd. τε om. Ε. 4. τὸ Β.Ε. τῶν Edd. Βεθὴλ (sic) Edd. φιλόθεος οὕτω hoc ordine B.E. 5. καὶ ἀγαθὸς assumpta ex B.E. ἀνεβάλλετο E. 6. προεπηγγελμένων Ε. προηγγελμένων Β. ήπειλημένων Εdd. ἔπει δὲ Β. 7. Ἰωαχας Ε. 10. ό assumpsit ex E. Aub. deest in B. ὃς πάσαν καταδῃώσας τὴν χώραν assumpsit ex eodem Ε. Αub. ὃς om. B. 11. τε assumpsimus ex B.E. 12 δορύληπτον Edd. 13. Ἰούδᾳ Ε. 14. ὀναγκαῖον Β.Ε. χρὴ Edd. 15. θαλάσσῃ iid. 16. ἑτέρας] + δε φημι Ε. 17. τε Β.Ε. συνέτριψε Edd. Quae sequuntur καὶ διέθηκε κακῶς assumpsit Aubertus ex E. 19. ἐκλιπέτω (ter) B. ἐκλειπέτω E.F. Edd. πάντα assumptum ex Β. (22. al.))

172
ὅσον οὐδέπω σὺν πᾶσι τοῖς κατοικοῦσιν αὐτὴν ἀπολουμένης, ὑπερβολικὸν ἐν τούτοις τὸν τῆς προαγορεύσεως ποιεῖται λόγον. οὐ γάρ που φαμὲν, εἴπερ ἐσμὲν ἐν καλῷ τοῦ φρονεῖν ὀρθῶς, ὅτι καὶ ζῴοις ἀλόγοις καὶ νηκτοῖς καὶ πετεινοῖς ἐφίησι τὴν ὀργὴν ὁ τῶν ὅλων Θεός· ἐκεῖνο δὲ μᾶλλον ἐννοεῖν ἀναπείθει τοὺς ἀκροωμένους, ὡς οὐδενὸς τὸ παράπαν [*](581 Α. a) ἔσται φειδώ· ἀλλ’ ὥσπερ νεὼς ὁμοῦ τοῖς πλωτῆρσι βεβαπτισμένης, οὐδὲν ἀπομένει λείψανον· οὕτω, φησὶν, ἁλούσης τῆς Ἰουδαίας, οὐδὲν ἔσται τὸ σωζόμενον, οὐκ ἄνθρωπος, οὐ κτήνη, οὐ πτηνὸν, οὐ νηκτόν. ἐπειδὴ δὲ ἦν καὶ σφόδρα εἰκὸς εἶναί τινας ἐν αὐτῇ καὶ ζῶντας ἐννόμως, εὐφυᾶ τε καὶ ἀξιάγαστον ἐπησκηκότας τὴν πολιτείαν, ἵνα μὴ φαίνοιτο κατὰ πάντων ἁπλῶς καὶ ἀδιακρίτως ἱεὶς τὴν ὀργὴν, καὶ συναπολλύων μὲν τῷ ἀδίκῳ τὸν δίκαιον, τοῖς δὲ βεβήλοις καὶ ἀσεβέσι συγκαταφθείρων τὸν εὐσεβῆ, ταύτῃτοι καθίστη- [*](b) σιν ἐναργεῖς, καθ’ ὧν ἂν ἴοι τὰ ἐξ ὀργῆς. ἔφη γὰρ ὅτι Καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους απο προσώπου τῆς γῆς. καὶ ἀσθενησουσι μὲν ὑπὸ χεῖρα πίπτοντες ἐξαιρονται δὲ αὖ ἢ τεθνεῶτες καὶ ῥομφαίας ἔργον γεγενημένοι, ἤγουν ἀποκομισθέντες αἰχμάλωτοι καὶ τοῖς ᾑρηκόσι δουλεύοντες.