In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Τοὺς ὠδινήσαντας λαοὺς καὶ ἐγκάρπους ἤδη γεγενημένους ἄβυσσον ἀποκαλεῖ, πολλοὺς καὶ ἀναριθμήτους ὄντας ἀποφαίνων· τοιαύτη γὰρ ἡ ἄβυσσος. ὀνόματι δὲ τῷ τοιῷδε καὶ ἡ τῶν ἁγίων ἀγγέλων κέκληται πληθὺς διὰ φωνῆς Ἰεζεκιήλ. καὶ γοῦν ἔφη που ὁ Θεὸς ὡς ἐκ προσώπου τοῦ ἄρχοντος [*](Ezek. xxxi. 15.) Τύρου περὶ τοῦ σατανᾶ Ὅτε ἐξέπεμπον αὐτὸν εἰς τὸν ᾅδην, [*](d) ἐθρήνησεν ἡ ἄβυσσος ἐπ’ αὐτῷ. κατενηνεγμένου γὰρ καὶ πεπτωκότος τοῦ πάντων ἐπέκεινα καὶ ἐν δόξῃ προὔχοντος, [*](Ib. xxviii. 14.) ὃς καὶ μετ’ αὐτῶν ἐτέθειτο τῶν Χερουβὶμ, κατὰ τὴν αὐτοῦ τοῦ προφήτου φωνὴν, τὸ ἀπεικὸς οὐδὲν, σφόδρα λελυπῆσθαι τὴν νοητὴν ἄβυσσον, τουτέστι, τὰς τῶν ἄνω πνευμάτων ἀγέλας, μονονουχὶ δὲ καὶ ἐπιστυγνάσαι πεπονθότι καὶ τῷ τῶν ὅλων προσκεκρουκότι Θεῷ. οὐκοῦν ἡ ἄβυσσος, φησὶ, τουέστιν ἡ ἀμέτρητός τε καὶ ἀκατάληπτος τῶν πεπιστευ- [*](e) κότων πληθὺς, καὶ μέντοι καὶ τὸ ὕψος τῆς ἐν αὐτῇ Φαντασιας, τουτέστι πάλιν πᾶν ὅσον ἐστὶν ἐν αὐτῇ λαμπρόν τε καὶ ἐπηρμένον, καὶ ταῖς ἐν τῷδε τῷ κόσμῳ φαντασίαις, ἤτοι δόξαις κεναῖς κατηγλαισμένον ἔδωκε φωνὴν αὐτῆς. δοξολογῖται γὰρ ὁ Χριστὸς παρὰ παντὸς ἀνθρώπων ἔθνους, καὶ τοῦτο δρῶντας προθύμως κατίδοι τις ἃν μικροὺς καὶ [*](4. ἀμφιβαλεῖν B.D. ὀμφιβάλλειν Edd. 5. αὐτῆς alt.] αὐτοῦ F. Edd. (Co.) 7. Haec καὶ ἐγκάρπους—πολλούς accesserunt ex B.D. 8. ἀποφαίνει 11. που om. Β. ὁ assumptum ex D. 12. ἐξέπεμπεν Edd. εἰς τὸν ᾄδην] Lacuna 10 litt. Β. 13. ἡ ἀβ. ἐπ’ αὐτῷ αὐτὸν ἡ ἄβυσσος 15. τέθειτο D. 16. λελυπῆσθαι σφόδρα inv. ord. D. 20. τε ora. D. 21. καὶ alt. assumptum ex D. 22. πάλιν accessit ex B. deest in D.)

149
μεγάλους, λαμπροὺς καὶ ἀσήμους, καὶ τοὺς τῶν ἄλλων περιφανεστέρους, καὶ ὑπεροχὴν ἔχοντας ἢ τὴν ἐν δόξη τυχὸν, ἢ τὴν ἐν πλούτῳ καὶ λαμπρότητι τῇ κατὰ τὸν βίον· ἃ λίαν ὀρθῶς ὠνόμασε Φαντασιας ἤγουν ὕψος Φαντασίας. [*](a 567 Α.) οὐδὲν γὰρ ἕτερον αὐτοῖς ἢ δόκησις, ὅτι “Πᾶσα σὰρξ χόρτος [*](Es. xl. 6) “καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.’’ ὅτι δὲ ἡ ἄβυσσος φωνὴν αὐτῆς, καὶ ταῖς εὐφημίαις καταγεραίρουσι τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Κριστὸν μικροὶ καὶ μεγάλοι, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Δαυείδ “Αἰνεῖτε τὸν Κύριον [*](Ps. cxlviii. 7. Ib. 9, 10.) “ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.” προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν “Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, [*](b Ib. 11—13) “νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων “νεσάτωσαν τὸ ὄνομα κυρίου. ἔφη δέ που καὶ ὁ ἡμῖν Ησαΐας περὶ αὐτοῦ “Βασιλεις ὄψονται αὐτὸν “φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ.”

Ἀποδίδωσι δὲ ὥσπερ τὴν αἰτίαν, τοῦ τὴν ἄβυσσον καὶ μέντοι καὶ τὸ ὕψος τῆς Φαντασίας αὐτῆς δοῦναι τὴν φωνὴν, ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τυ, τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά [*](c) γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνη, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν· ἀλλ’ ἐξ ὁμοιότητος τῆς ἀπ’ αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελικων θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε [*](4. ὠνόμασεν ὀρθῶς inv. ordine D. Haec ἤγουν ὕψος φαντασίας accesserunt ex B.D. 6. χόρτου assumptum ex D. deest in B. 7. ἄβυσσος] + τὴν Edd. invito D. 8. ἡμῶν assumptum ex B.D. τὸν alt. om. D. 9. σαφηνίζει Edd. 11. δὴ om. D. 15—17. ἔφη αὐτῶ om. Β. που dat D. 17. Habet φοβηθήσονται D. αὐτόν D. 19. καὶ assumptum ex B. deest in D. δοῦναι αὐτῆς inverso ordine D. 21. δὲ assumptum εκ D. 27. Haec γοῦν φαμεν assumpta ex Β. εἶναί φαμεν D.b. 28. δὲ D.b. τε B. Edd.)

150
καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ [*](d) καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ [*](Mal. iv. 2. 2 S. Pet. i. 19. Ps. cxvii. 24.) ἡμέρα καθ’ ἢν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πεπιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος Δαυείδ “Αὕτη ἡ ἡμέρα, “φησὶν, ἢν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ “Φρανθῶμεν ἐν αὐτῇ.’’ ὥσπερ δὲ χθαμαλὸς ὣν ἔτι, μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον [*](e) ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπανταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονονουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν [*](568 Α. a) ὀνομάζει, καὶ τῶν ὅλων κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ.

Ἐπήρθη οὖν ὁ ἥλιος, οὐδὲν δὲ ἧττον καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεως ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι’ αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα [*](b) συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς [*](2. σκότῳ D.b. τῷ τὸ (sic) D.]—καιρῷ B.D.b. τοῦ—καιροῦ Edd. 3. ἡμέρα + κυρίου D. καθὸν (= καθ᾿ ὃν) b. invitis Β.D. ἔλαμψεν D. invito b. + ταῖς D. 5. γοῦν om. D. 6. ἀγαλλιασώμεθα Edd. 9. ἔχει τὸ ἴδιον φῶς ἐν ἑαυτῷ inverso ordine D. 10. ἀναθρώσκων D.b. ἀνατέλλων Edd. φαιδρότατα Edd. ἁπανταχῆ Β. ἁπανταχοῦ D. iid. 13. ἀρχαῖς D.b. ὀρχῇ Edd. μονονουχὶ καὶ om. D. 15. ἀφιεῖσα b. ἰεῖσα D. ἱεῖσα Edd. Statim πανταχῆ b. Edd. πανταχοῦ B.D. 16. ἅπαν ἀνθρώπων γένος b. ἅπαν γένος τῶν ἀνθρώπων D. πᾶν ἀνθρώπων ἔθνος Edd. 18. ὁμολογεῖ assumptum ex D. 20. δὲ assumptum ex B. deest in D. 21. αὐτῆς] αὐτῆς] ex corr. manu prima D. 23. καὶ prius om. B. 24. ἐξέλαμψε repetit bis Aubertus. 25. πρὸ αὐτοῦ b. προαπηγγελμένοις δι’ αὐτοῦ D. 26. ἤδη] + δὲ Edd. inv. B.D.b. τὸ φῶς D.b. Edd. σαφῶς Β.)

151
προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω “Διὰ [*](S. Matth. xiii. 52.) “τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς,’’ τουτέστιν ὁ τὸν νόμον εἰδὼς, “μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν “ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ “θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά.”

Παραδεξόμεθα δὲ καὶ ἕτερον ἐπὶ τῷδε νοῦν, οὐκ ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος c ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Εμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἐστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοιχείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει, καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κ‘ατὰ τὴν τοῦ, Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτέστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου d σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός “Ἀμὴν αμὴν λέγω ὑμῖν, [*](S. Joan. xii. 24) “ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος “μένει· ἐὰν δὲ ἀποθάνῃ, παρπὸν πλείονα φέρει.” καὶ πάλιν “Κὰγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυ- [*](Ib. 32.)

152
[*](e) “τόν.’’ οὐκοῦν τὸ ὑψοῦσθαι τὸν ἥλιον, σημαίνει που ἢ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤγουν τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν· ὑψοῦσθαι γὰρ δὴ καὶ ὧδέ φαμεν αὐτόν.

Βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

Βολίδας ἐνταῦθά φησι τὰς ἀνὰ πᾶσαν ἰούσας τὴν γῆν, καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη [*](569 Α. a) που καὶ ὁ μακάριος Δαυείδ “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, [*](Ps. cxxvi. 4.)“οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.’’ ἐξετινάχθη μὲν γὰρ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρός τρέχοντες τῆς ἀλκιμωτάτης, καὶ παντὸς εὐκόλως δι·ι·κνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς [*](b) ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον [*](Ps. xliv. 6.) ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Τὰ βέλη σου ἠκονημένα, “νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν “τοῦ βασιλέως.’’ οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε λεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται [*](2 Tim. iv. 8.) τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. [*](1. ὑψοῦσθαι D. ὑψῶσθαι Β. ὑψῶσαι Edd. που om. Β. 2. ἢ assumptum ex B.D. 3. ὑψοῦσθαι D. ὑψῶσθαι Β. ὑψῶσαι Edd. αὐτόν assumptum ex D. deest in Β. 4. προπορεύσονται D. 5. ἐνταῦθα] ἐνθάδε b. Neutrum habet D. ἰούσας ἀνὰ πᾶσαν inv. ordine D. 6. εὐσθενους] εὐμενοῦς Edd. 8. που om. Β. 9. μὲν assumptum ex B.D. 12. τοῦ om. D. 13. τρέχουσαι B. inv. D. 15. τοιοῦτοι βολίδες hoc ordine B. τοιαῖδε τοιάδε (sic) D.] βολ. D.b. βολ. τοιαῦται Edd. Statim ἀποστίλβονται iid. repugnantibus B.D.b. 17. καὶ ult. assumptum ex D. 18. ἐμελῴδει D. 19. I. τὸν X. om. D. δυνατὰ (sic) 20. καρδίαις iid. 22. δαιμονίων Β.D. δαιμόνων Edd. ὀλέθρου habent 24. χρείαν B.D.b. χόριν Edd.)

153
τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν [*](c) νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ὅτι τετρωμένη [*](Cant ν. 8.) “ἀγάπης ἐγώ εἰμι.”

Εὑρίσκονται δὲ καὶ ἑτέρως φέγγος ἀστραπης τῶν ὅπλων αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.’’ αὕτη ’δε ἐστιν ὁ [*](Eph. vi. 11. Ib. 14, 17. Ib. 16, 15. ) θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλλοντα, [*](d) παρ’ αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ ’δε τὰ οπλα, καὶ οἷον αστραπης ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς των ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ ’δε γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον [*](e) ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς. ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμάτων ἀρρωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ [*](1. ἀγάπῃ Aub. 3. ἀγάπης B.b. ἀγάπῃ D. Edd. 4. ἀστραπῆς om. Β. 10. εἰρήνης] + κα b. 11. οὐκοῦν om. D. 13. δὲ] + μᾶλλον D. Ab ἀστραπῆς. ad ἀστράπης transilit D. ἔμπλεα b. Edd. ἔκπλεω Β. Statim φανότατον Edd. invitis B.b. 14. Φέγγος a. φῶς Β. Edd. 15. σου om. a. ἀπαστράπτει a. ἀστράπτουσι Β. ἀστράπτει D. ὀστράψουσι Edd. 17. ἀκαλλή (sic) Aub. Statim οἷά assumptum ex B.D.a. οὕτω D. 18. γε om. D. 19. ἐλάττων a. περιφανῆ D. ἁπανταχῆ B.D. πανταχῆ a. παντοχοῦ Edd. 22. αὐτοῖς D. 23. ἐμπειρίας om. Β, ἐπιστήμ. ἐμπ. inv. ord. D. assumptum ex B.D.)

154
[*](570 A. a) οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται.

Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, κω έν Θυμῷ κατάξεις ἔθνη.

Ὑπεσταλμένως ἡμῖν ὁ Προφήτης τῆς Ἰουδαίων χώρας τὴν δήωσιν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἐθνῶν τὴν ἀπώλειαν, [*](b) διὰ τούτων ὑποδηλοῖ. ἐπειδὴ γὰρ τὴν εἰς Χριστόν πίστιν οὐ προσιέμενοι, κατεξανέστησάν τε αὐτοῦ, καὶ [*](Acta SS. Αρρ. iii. 15. Es.iii. 11.) ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ δέδονται πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἠσαίας, λέγων “Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ “βήσεται αὐτῷ.”

Ἐεῆθες εἰςσωτηρίαν εἰς σωτηρίαν λαοῦ σου, του σῶσαι τοὺς χριστούς ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοῦς ἕως τραχήλου εἰς τέλος.

[*](c)

Τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὅλην ὥσπερ ἡμῖν τὴν οἰκονομίαν ἐξηγεῖται πάλιν. σέσωκε μὲν γὰρ τοὺς διὰ πίστεως δεδικαιωμένους, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισ μένους, καὶ [*](2 S. Pet. i. 4.) τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς ἀναδεδειγμένους· συγκεχώρηκε δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν [*](1. ἐπαινοῦντες] ἐπινοοῦντες Edd. 2. τετόχυνται D. 3. τι ὥσπερ inv. ord. D. ἤγουν om. Β. ἐκλάμψεως D. ἐκλόμψαντες Edd. 5. ἀπειλῇ] + σου D. (Alex. Xll mg.) 6. ‘Yπεσταλμένως B.D.b. a (manu ada). Ἀπεσταλμένως a (manu prima). Ἀπεσταλμένης Edd. Ἰουδαίων B.D.a.b. Edd. 7. δήλωσιν pro δή̣ωσιν a.b. 8. ἐπεὶ D. 9. οὐ πρ. πίστιν inv. ord. D. γε pro τε D. 10. ταυτῃτοι om. D. κα assumptum ex a. Statim δέδοντο b. 12. κατὰ deest in Edd. 14. Α σου ad σου transilit D. 15. δεσμοὺς] + σου ΧΙΙ.) cf. infra. 16. Haec εἰς τέλος accesserunt ex B. (a. 22. al.) dcsunt in D. 19. καὶ τῆς—ἀναδεδειγμ. om. D. 21. ἑαυτῶν Β. ἐντήκεσθαι B.D. ἐκτήκεσθαι Edd.)

155
ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω [*](S. Joan. viii. 24.) ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.’’ ἐξῆθες τοίνυν, φησὶν, οἱονεί τις ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν [*](d) πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ανασωσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῶ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, [*](Ps. cov. 15.) “καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·’’ τῶν γεμὴν ανομων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀρρήκτοις ἐνδέδενται δεσμοῖς, καἲ τα,ῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· [*](e Prov. v 22. ) καὶ οὐ μερικῶς, ἁλλ’ οἷον δι’ ὅλου σώματος, καὶ μέχρι τραχήλου.

Εἰ δὲ δὴ λέγοιντο Χριστοῦ τὰ δεσμὰ, θορυβείσθω μηδείς. ἀεὶ γάρ πὼς τὰ κατὰ συγχώρησιν Θεοῦ συμβαίνοντά τισιν αὐτοῦ λέγονται· ὁποῖόν ἐστι τό “Οὐκ ἔστι κακία ἐν πόλει, [*](Amos iii. 6.) “ ἢν Κύριος οὐκ ἐποίησεν.’’ οὐ γὰρ αὐτὸς ποιεῖ τὴν συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθ,άδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται [*](a 571 A.) μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν Hos. [*](1. ἀμὴν alterum assumptum ex Β. deest in D. 2. ὅτι prius assumptum ex D. 3. ἐξῆλθε Edd. inv. B.D.a. 4. καὶ κατὰ τὸν πολέμου νόμον D. 5. πολεμούμενον pro π. νόμον a. 6. δὲ om. D.a. τοὺς τῶ αγ. πν. δηλονότι κεχρ. πνεύματι (sic) D. 8. ἐνετείλατο om. D. 9. τῶν D.a (prius script.). Edd. τ,ὸν a per ras. 10. καταρτίσασθαι D. κατήρτισας a 11. ἐπαντλήσαντες a. ἐπαρτήσ. D. Edd. ἂν] + ὡς D. 12. ἐνδέδονται Edd. 14. ὅλου] + τοῦ D. 16. δὴ om. D. λέγοιτο B. τὰ δ. Xp. inv. ord D. 17. Assumpta πὼς ex D., τὰ ex B.D. συγχώρησιν Θεοῦ hoc ordine B.D. Statim γινόμενα pro συμβ. D. 18. Οὐκ B.D. εἰ ex B. deest in D. 25. πνεύματι] χάριτι D. 26. εἰρημένον assumptum ex B. dcest in D.)

156
“Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν [*](b) “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεως μου.’’ ὁ δέ γε δεσμὸς τρόιχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν.

Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν Τὸ τῆς ἐκστάσεως ὄνομα κατὰ διαφόρους νοεῖται τρόπους παρά γε τῆ θεοπνεύστῳ γραφῆ. σημαίνει μὲν γὰρ ἔσθ’ ὅτε τὴν κατάπληξιν, ὡς ἂν εἰ λέγοιτο τυχὸν περὶ τῶν ἡμαρτημένων [*](Hier. ii. 12. Ib. v. 30. c) τοῖς ἐξ Ἰσραήλ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ·’’ καὶ Ib. V. 30 πάλιν “Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς·’’ δὲ δὴ αὖ τὴν ἀπὸ τοῦ γηίνου φρονήματος εἰς θείαν τινὰ καὶ πνευματικὴν ἠθῶν τε καὶ βίου κατάστασιν μετάστασιν. καὶ [*](2. Cor. v. 13.) γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ, καί φησιν “Εἴτε “γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.’’ ὥσπερ δὲ τὴν ἀπό γε τῶν αἰσχιόνων ἐπὶ τὰ ἀμείνω μετάκλισιν ἔκστασιν εἶναί φαμεν Θεῷ φιλουμένην· οὕτω καὶ τὴν ἐκ τῶν χρησίμων ἐπὶ τὰ αἰσχίω μεταβολὴν ἔκστασιν εἶναι διισχυριζόμεθα φαύλην τε καὶ διαβεβλημένην.

[*](d)

Ἐν ἐκστάσει τοίνυν τῇ τοιᾷδε γενομένας τὰς τῶν δυναστῶν κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καί- [*](25) [*](1.ἔλαβον D. Edd. Statim αὐτὸν post μου tr. Edd. 3. καὶ om. D. habet Β. 5. ὑποδεδυκότα Edd. 6. κεφαλὰς] + τῶν F. Edd. (Co.) invito D. 8. γε om. D. μὲν assumptum ex B.D. 10. ὁ om. B. καὶ πάλιν— γῆς om. D. 12. τοῖς pro τὴν D. τοῦ om. D.a. 13. μετάστασιν accessit ex B. deest in D.a. 14. γοῦν om. D. 16. μετάκλησιν a. Aub. 17. τελουμένην pro Θεῷ φιλουμένην a. 20. τῇ τοιᾷδε] τοιαύτῃ D. 21. φησὶ et δὴ assumpta ex D.a. 22. τῷ pro τοῦ D. 24. καὶ τῆς εἰς Θ. ἀγάπης om. D. habet a.)

157
περ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.’’ τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾿ ἃν, εἰκότως [*](S. Matth. xxi. 38.) σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων [*](e) Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·’’ ἦν μὲν γὰρ καὶ “μερὶς’’ Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ. ἐπειδὴ ’δε πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤριμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ, καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ’ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- [*](Ps. cxiii. 23. Ib. cxvii. 27.) “λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.’’ διεκόπη [*](a 572 A.) τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, [*](Amos v. 1. 2.) “οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.”

Διανοίξουσι χαλινοὺς αὐτῶ, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.

[*](b)

Πλείστη μὲν ὅση τῆς τε συνθήκης αὐτῆς καὶ τῆς λέξεως ἡ δυσχέρεια· πλὴν ἐροῦμεν ὡς ἔνι, διαστέλλοντες εὖ μάλα τῶν ἐννοιῶν τὴν δύναμιν. ἀφηγησάμενος τοίνυν τὴν κατάστασιν, ἐν ᾗ πάντως ἔδει τὰς τῶν δυναστῶν γενέσθαι κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστόλους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. [*](1. τε et ὅτι om. D. 3. σαφηνίζει Edd. 6. Ἰσραήλ om. B. επεὶ δέ D. πεπαρῴνηκεν Β. 8. ἀπώλισθε] ἀπέτυχε D. 8—15, ἀπό. βέβηλος om. Β. 11. ὑμεῖς D. 20. πτωχὸν D. 21.> τε om. Β. 23. ἔκοτασιν D. invito b. 24. γενήσεσθαι τὰς τῶν. δ. κεφαλὰς b. 25. τοῦ pro τοὺς D. 27. ἀρχῇ Edd. ἐν ἀρχαῖς ἔσχον D.)

158
[*](Acta 88, App. v. 40. Ib. iv. 27.) ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ [*](c) λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες “Ἐπ’ “γὰρ συνήχθησαν ἐν τῆ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον “σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος [*](Ib. 29.) “σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, κύριε, “ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·’’ δῆλον δὲ ὅτι τὰς τῶν “καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας λαλεῖν τὸν “σου.” οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι [*](d) καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παρρησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς· διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαρρήξαντες τὸν ἐπιρριφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, [*](e) καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ’ οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαυγελικὸν [*](Es. xl. 9, 10.) ἱερουργοῦσι κήρυγμα “Ἐπ᾿ ὄρος ὑψηλὸν “ὁ εὐαγγελιζόμενος μένος Σιῶν, ὕψωσον τῇ ἰσχύι· τὴν φωνήν “ὁ εὐαγγελιζόμεωος μένος Ἰερουσαλήμ· ὑψώσατε, μὴ “ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ “βραχίων αὐτοῦ μετὰ κυρείας.’’ οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παρρησίαν οὐκ ἔχοντες, [*](573 Α. a) οἱ λεληθότως καὶ μόλις τῆ τῶν πιστευόντων τρεφόμενοι [*](3. ἱκεσίας b. ὀληθεία̣ Edd. 4. Ἰησοῦν τὸν παῖδα σου pro π. σου Ἰ. D. 7. δὲ om. D, 9. καθαπερεὶ assumptum ex Β. ὡς pro κοθ. D. neutrum habet a. τινι assumptum ex Β. deest in D.a.b. 10. κατεσφιγμένοι D.a.b. κατισχημένοι Β. κατεσφραγισμένοι Edd. οἱ μαστιζόμενοι B.D.a. τε Edd. 11. θλιβόμενοι D. 12. ἐσθίοντι D. Edd. ἔσθοντι B.a.b. 14. φιλτάτην D. τε assumptum ex D.a.b. 15. Συναγωγῆς Β. Edd. ἐπιβουλῆς D. 17. ἐπιριφθέντα D. ἀγαυοὶ Β. ἀγαθοὶ γαῦροι, ἀγαθοὶ Edd. 19. ἐμπλήσουσι D. 20. ὁ assumtum ex B.D. 22. τῆ] ἐν D. (XII.) τῆς φωνῆς Edd. 24. ἡμῶν habent B.D. cf. infra 832 c. 25. αὐτοῦ assumptum ex D. (Alex.) 26. ἐσθίων D. Edd. (F. supra.) ἔσθων Β.)
159
πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἢν ὑμεῖς οὐκ οἴδατε.’’ καὶ πάλιν [*](S. Joan. iv. 32. Ib. 34.) Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.’’

[*](b)

Καὶ ἐπεβίβασας εἰς θἀλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.

Τετήρηκε πάλιν ὁ λόγος τῆς τροπῆς τὸ σχῆμα. χαλινοὺς γὰρ ὀνομάσας, ἵππους ἀπεκάλεσε τοὺς ἁγίους Ἀποστόλους οἷς καὶ αὐτὸς ἐποχεῖται Χριστὸς, ἐνιζήσας ὥσπερ εἰς νοῦν καὶ καρδίαν. ὅτι τοίνυν ἔμελλον παιδαγωγῆσαι πρὸς πίστιν οὐχ ὅτι μόνους τοὺς ἐξ Ἰσραὴλ, ἁλλὰ καὶ αὐτὴν τὴν τῶν ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Αὕτη ἡ θάλασσα ἡ Ps. “μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός.’’ ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ’ οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ετάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κόλασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησο- [*](1. τοὺς χαλινοὺς D. 2. τροφή τις] προφήτης (sic) D. ὡσπερεὶ Β. ὥσπερ ἐστὶ Edd. 9. ὔδατα πολλά D.F. Edd. (a. 22. al.) ὕδωρ πολύ (A.V. cf. e infra. 10. τὸ τῆς τρόπης inv. ord. D. 11 γὰρ assumptiun ex B.D. ἀπεκάλεσε D.a. ἐκάλ. Edd. 12. καὶ assumptum ex a. 13. Haec πρὸς πίστιν accesserunt ex B.D. 14. οὐχ ὅτι Β. Edd. οὐχὶ D. 15. ἑτέρων om. D. habet B. 18. Haec ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός Β. κα, τὰ ἑξῆς D. Edd. 20. ἵππους a.b. Pont. 21. περινοστ. post οὐρανὸν tr. D. 22. ἐνημεροῆντας (sic) a. χρησίμως accessit ex D.a.b. 23. γὰρ BD.a.b. δὲ Edd. 24. ὑποστ. δίκην inv. ord. D.)

160
μένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς [*](d) ἐπιγνῶναι Θεόν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθη- [*](Acta SS. App. xvii. 22.) ναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων νεστέρους εἴπων, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστίθεις [*](Ib. 30, 31.) “Τοὺς τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ “νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ “νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧ μέλλει κρίνειν τὴν “μένην ἐν δικαιοσύνη, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’’ οὐκοῦν τὸ [*](e) μενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ ἔσθ’ ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θαλάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ· οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ ’δε ἐστι παντὸς ἀριθμοῦ κρείττονα.

[*](574 Α. a)

Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνὴς προσευχὴς χειλέων μου, κὼ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, κα ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἑ ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.

Ἔθος τοῖς ἁγίοις προφήταις τὴν εἰς καρδίαν καὶ νοῦν ἐπιτήρησιν, ἢν ἃν ποιοῖντο τυχὸν, προενηχοῦντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, φυλακὴν ἀποκαλεῖν ἤγουν ἀκοήν. τοιγάρτοι φησὶν ὁ αὐτὸς Ἀμβακούμ [*](1. ἀληθῆ Edd. inv. omnibus. 2. Ἀθηναίοις] ἐν Ἀθήνῃσι 4. εἰπὼν δεισιδαιμ. inv. ord. D, 6. πάντας] πᾶσι D. 12. ὁ] + τῶν Edd. 14. καὶ prius om. D. πρὸς D. εἰς Edd. Neutrum habet B. D.b. 18. ὑποκάτω D. (Co.) 19. μου] + ἐν τὸ assumptum ex Β ἐμοὶ D. quae pro ὑπ’ al.) ὑπόστασις F. pro εἰς F. Edd. (Co. 25. ό αὐτὸς] αὐτὸς μὲν 6 Edd. ἀββακοὺμ D ἐμοὶ D. quae pro ὑποκ. μου praebet a. (106.) ἐταράχθην D. ἕξις] ἐσχυς D. (42. al.) ὑπόστασις F. 21. με accessit ex B.D. (26. al.) Statim πρὸς τὸν pro εἰς F. Edd. (Co.) λαὸν + τῆς Edd, (Co.) 23. ἐνηχοῦντος D.)

161
Επὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ [*](b Supra ii, 1.) πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·’’ ἕτερος δὲ αὖ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη [*](Obad. 1.) “ἐξαπέστειλε, ” καὶ “ἐξαπέστειλε,” καὶ μέντοι πρὸς τῷδε Δαυείδ “Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ [*](Ps. lxxxiv. 9.) Θεος. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπο φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ’ ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν [*](c) εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀρρωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πὼς ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων [*](Supra 13. Ib. 14.) θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν. εἶτα μανθάνων [*](d) ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ [*](Supra ii. 3.) μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκράτου λοιπὸν δυσθυμίας Ἀναπαύσομαί φησιν ἐν ἡμέρα μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐνσχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ’ ἃν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ’ ὃν ἔσται πάντως [*](1—3. τὰ ἑξῆς pro ἐπιβήσομαι—ἔλεγχόν μου Edd. 3. αὖ ex B.D. 5. ἐξαπέστειλα D. (185) 6. φησὶ om. D, 7. ὑπεμφαίνει Β. ὑποφαίνει Edd. Neutrum habet D. 10. μὲν om. Β. habent D.a. 15. διαρθροῦντος B.a. διαθροῦντος D. Edd. ἐν om. D. τοῦ ἁγίου πν. D. 18. ἐναποληφθείη B.a. ἐναπολειφθῆ D. ἐναπολειφθείη Edd. 19. ἐπαθρήσῃ ἵδῃ D. 20. διασκοπτομένας (sic) D. 21. ἤδη assumptum ex B.D.a. μαθὼν D. 2.5. μου prius assumptum ex D.a.b. deest in B. με assumptum ex B.D.a.b. ἐνσχεθήσομαι B.a. ἐνεχθήσομαι D. ἐναχθήσομαι 27. ἐνεστηκότος] + του Β.)
162
τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐν- [*](e) τεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷδε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε [*](Heb. xiii. 14.) τὸν κόσμον. τοιγάρτοι φασίν “Οὐκ ἔχομεν ὧδε μένουσαν “πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.’’ ψάλλει δέ [*](Ps. xxxviii.14,13.) καὶ ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Ἄνες μοι, “πάροικος ἐγώ εἰμι ἐν τῆ γῇ καὶ παρεπίδημος, καθὼς “οἱ πατέρες μου.’’ ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων [*](575 A. a) σκοπὸς, οὐδ’ ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ’ οἷς ἃν συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετάστασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ. καὶ [*](Phil. i. 23.) γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν.

[*](17)