In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν Τὸ τῆς ἐκστάσεως ὄνομα κατὰ διαφόρους νοεῖται τρόπους παρά γε τῆ θεοπνεύστῳ γραφῆ. σημαίνει μὲν γὰρ ἔσθ’ ὅτε τὴν κατάπληξιν, ὡς ἂν εἰ λέγοιτο τυχὸν περὶ τῶν ἡμαρτημένων [*](Hier. ii. 12. Ib. v. 30. c) τοῖς ἐξ Ἰσραήλ “Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ·’’ καὶ Ib. V. 30 πάλιν “Ἔκστασις καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς·’’ δὲ δὴ αὖ τὴν ἀπὸ τοῦ γηίνου φρονήματος εἰς θείαν τινὰ καὶ πνευματικὴν ἠθῶν τε καὶ βίου κατάστασιν μετάστασιν. καὶ [*](2. Cor. v. 13.) γοῦν ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τισὶ, καί φησιν “Εἴτε “γὰρ ἐξέστημεν, Θεῷ, εἴτε σωφρονοῦμεν, ὑμῖν.’’ ὥσπερ δὲ τὴν ἀπό γε τῶν αἰσχιόνων ἐπὶ τὰ ἀμείνω μετάκλισιν ἔκστασιν εἶναί φαμεν Θεῷ φιλουμένην· οὕτω καὶ τὴν ἐκ τῶν χρησίμων ἐπὶ τὰ αἰσχίω μεταβολὴν ἔκστασιν εἶναι διισχυριζόμεθα φαύλην τε καὶ διαβεβλημένην.

[*](d)

Ἐν ἐκστάσει τοίνυν τῇ τοιᾷδε γενομένας τὰς τῶν δυναστῶν κεφαλὰς διέκοψάς φησι. δηλοῖ δὲ δὴ τὰς τῶν ἡγουμένων τοῦ Ἰσραὴλ, γραμματέων που πάντως καὶ Φαρισαίων, καὶ τῶν κατὰ νόμον ἱερουργῶν. ἐξέστησαν γὰρ ἀληθῶς καὶ ὀρθοῦ φρονήματος καὶ φρενὸς ἀγαθῆς καὶ τῆς εἰς Θεὸν ἀγάπης, οὐ προσηκάμενοι τὸν Υἱὸν, μᾶλλον δὲ καὶ ἀπεκτονότες, καί- [*](25) [*](1.ἔλαβον D. Edd. Statim αὐτὸν post μου tr. Edd. 3. καὶ om. D. habet Β. 5. ὑποδεδυκότα Edd. 6. κεφαλὰς] + τῶν F. Edd. (Co.) invito D. 8. γε om. D. μὲν assumptum ex B.D. 10. ὁ om. B. καὶ πάλιν— γῆς om. D. 12. τοῖς pro τὴν D. τοῦ om. D.a. 13. μετάστασιν accessit ex B. deest in D.a. 14. γοῦν om. D. 16. μετάκλησιν a. Aub. 17. τελουμένην pro Θεῷ φιλουμένην a. 20. τῇ τοιᾷδε] τοιαύτῃ D. 21. φησὶ et δὴ assumpta ex D.a. 22. τῷ pro τοῦ D. 24. καὶ τῆς εἰς Θ. ἀγάπης om. D. habet a.)

157
περ εἰδότες τε καὶ λέγοντες, ὅτι “οὗτός ἐστιν ὁ κληρονόμος.’’ τίς δὲ δὴ ἄρα τῆς διακοπῆς ὁ τρόπος νοοῖτ᾿ ἃν, εἰκότως [*](S. Matth. xxi. 38.) σαφηνιεῖ λέγων ὁ θεσπέσιος Δαυεὶδ πρὸς τὸν τῶν ὅλων [*](e) Σωτῆρα Θεόν “Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν·’’ ἦν μὲν γὰρ καὶ “μερὶς’’ Θεοῦ, καὶ “σχοίνισμα κληρονομίας αὐτοῦ Ισραηλ. ἐπειδὴ ’δε πεπαρῳνήκασιν ἀνοσίως εἰς τὸν Υἱὸν, ἀπόπεμπτος γέγονεν ὁ ἠγαπημένος, καὶ μεμέρισται, καὶ τῶν πεπιστευκότων ἀπώλισθε τῆς ἐλπίδος, ἀπόκληρος καὶ ἀπεῤριμμένος, καὶ ἐκ προσώπου τέθειται, καὶ ἐν μοίρᾳ δευτέρᾳ, καὶ κατόπιν ἐθνῶν, οἳ δὴ καὶ ἐφ’ ἑαυτοῖς ἐκεῖνό φασιν “Εὐ- [*](Ps. cxiii. 23. Ib. cxvii. 27.) “λογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ “τὴν γῆν·” “Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν.’’ διεκόπη [*](a 572 A.) τοίνυν ὁ Ἰσραὴλ, καὶ τῆς εὐλογίας ἐκπεπτωκὼς, μερὶς γέγονε Θεοῦ μὲν οὐκέτι, διαβολικὴ δὲ μᾶλλον καὶ ἀτιμοτάτη καὶ βέβηλος. εἶτα περὶ τῆς ἐκστάσεώς φησι ὅτι σεισθήσονται ἐν αὐτῇ, τουτέστι πεσοῦνται. τὸ γὰρ ἐν δονήσει καὶ κλόνῳ, τοῦ πίπτειν ἐγγύς. ἐποιμώζει δὲ ὥσπερ αὐτοῖς πολυτρόπως διολωλόσι καὶ προφήτης λέγων “Οἶκος Ἰσραὴλ ἔπεσεν, [*](Amos v. 1. 2.) “οὐκ ἔστιν ὁ ἀναστήσων αὐτόν.”

Διανοίξουσι χαλινοὺς αὐτῶ, ὡς ὁ ἐσθίων πτωχὸς λάθρα.

[*](b)

Πλείστη μὲν ὅση τῆς τε συνθήκης αὐτῆς καὶ τῆς λέξεως ἡ δυσχέρεια· πλὴν ἐροῦμεν ὡς ἔνι, διαστέλλοντες εὖ μάλα τῶν ἐννοιῶν τὴν δύναμιν. ἀφηγησάμενος τοίνυν τὴν κατάστασιν, ἐν ᾗ πάντως ἔδει τὰς τῶν δυναστῶν γενέσθαι κεφαλὰς, τουτέστι, τοὺς καθηγεῖσθαι λαχόντας τῆς τῶν Ἰουδαίων Συναγωγῆς, μέτεισιν εὐθὺς ἐπὶ τοὺς ἁγίους ἀποστόλους, οἳ πολὺ μὲν εἶχον ἐν ἀρχαῖς τῶν διωκόντων τὸ δέος. [*](1. τε et ὅτι om. D. 3. σαφηνίζει Edd. 6. Ἰσραήλ om. B. επεὶ δέ D. πεπαρῴνηκεν Β. 8. ἀπώλισθε] ἀπέτυχε D. 8—15, ἀπό. βέβηλος om. Β. 11. ὑμεῖς D. 20. πτωχὸν D. 21.> τε om. Β. 23. ἔκοτασιν D. invito b. 24. γενήσεσθαι τὰς τῶν. δ. κεφαλὰς b. 25. τοῦ pro τοὺς D. 27. ἀρχῇ Edd. ἐν ἀρχαῖς ἔσχον D.)

158
[*](Acta 88, App. v. 40. Ib. iv. 27.) ἐμαστίζοντο γὰρ ἐν συνεδρίοις, καὶ παρηγγέλλοντο μηδενὶ [*](c) λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ· συνιόντες δὲ λεληθότως τὰς πρὸς Θεὸν ἱκετείας ἐποιοῦντο λέγοντες “Ἐπ’ “γὰρ συνήχθησαν ἐν τῆ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον “σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλάτος [*](Ib. 29.) “σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ. καὶ τὰ νῦν, κύριε, “ἐπὶ τὰς ἀπειλὰς αὐτῶν·’’ δῆλον δὲ ὅτι τὰς τῶν “καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας λαλεῖν τὸν “σου.” οὐκοῦν οἱ μονονουχὶ καθαπερεὶ χαλινῷ τινι τῷ δέει κατεσφιγμένοι καὶ σιωπᾶν ἀναγκαζόμενοι, οἱ μαστιζόμενοι [*](d) καὶ τεθλιμμένοι, λάθρα τε καὶ μόλις προσλαλοῦντές τισι, καὶ οἷον ἐσθίοντι πτωχῷ προσεοικότες, διανοίξουσι χαλινοὺς ὅμοιον ὡς εἰ λέγοι, κατευρυνθήσονται πάντως εἰς τὴν αὐτοῖς ὅτι μάλιστα φιλαιτάτην τε καὶ πρέπουσαν παρρησίαν, φροντιοῦσι μὲν γὰρ οὐδαμῶς τῆς Ἰουδαίων Συναγωγῆς· διαπτύσαντες δὲ τὰς ἀπειλὰς, καὶ μονονουχὶ διαρρήξαντες τὸν ἐπιρριφέντα αὐτοῖς χαλινὸν, οἷον ἵπποι τινὲς ἀγαυοὶ καὶ ἀγέρωχοι, καταχρεμετιοῦσι λοιπὸν, ἐπιπλήττοντος οὐδενὸς, [*](e) καὶ τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ’ οὐρανόν. τοιοῦτόν τι φησὶ καὶ ὁ θεσπέσιος Ἡσαΐας τοῖς τὸ εὐαυγελικὸν [*](Es. xl. 9, 10.) ἱερουργοῦσι κήρυγμα “Ἐπ᾿ ὄρος ὑψηλὸν “ὁ εὐαγγελιζόμενος μένος Σιῶν, ὕψωσον τῇ ἰσχύι· τὴν φωνήν “ὁ εὐαγγελιζόμεωος μένος Ἰερουσαλήμ· ὑψώσατε, μὴ “ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ “βραχίων αὐτοῦ μετὰ κυρείας.’’ οὐκοῦν οἱ πάλαι, φησὶν, ὄντες ὡς ἐσθίων πτωχὸς λάθρα, τουτέστιν, οἱ παρρησίαν οὐκ ἔχοντες, [*](573 Α. a) οἱ λεληθότως καὶ μόλις τῆ τῶν πιστευόντων τρεφόμενοι [*](3. ἱκεσίας b. ὀληθεία̣ Edd. 4. Ἰησοῦν τὸν παῖδα σου pro π. σου Ἰ. D. 7. δὲ om. D, 9. καθαπερεὶ assumptum ex Β. ὡς pro κοθ. D. neutrum habet a. τινι assumptum ex Β. deest in D.a.b. 10. κατεσφιγμένοι D.a.b. κατισχημένοι Β. κατεσφραγισμένοι Edd. οἱ μαστιζόμενοι B.D.a. τε Edd. 11. θλιβόμενοι D. 12. ἐσθίοντι D. Edd. ἔσθοντι B.a.b. 14. φιλτάτην D. τε assumptum ex D.a.b. 15. Συναγωγῆς Β. Edd. ἐπιβουλῆς D. 17. ἐπιριφθέντα D. ἀγαυοὶ Β. ἀγαθοὶ γαῦροι, ἀγαθοὶ Edd. 19. ἐμπλήσουσι D. 20. ὁ assumtum ex B.D. 22. τῆ] ἐν D. (XII.) τῆς φωνῆς Edd. 24. ἡμῶν habent B.D. cf. infra 832 c. 25. αὐτοῦ assumptum ex D. (Alex.) 26. ἐσθίων D. Edd. (F. supra.) ἔσθων Β.)
159
πίστει, πρὸς εὐθυμίαν διανοίξουσι χαλινοὺς αὐτῶν, κατὰ τὸν ἤδη προειρημένον τρόπον. ὅτι δὲ τροφή τις ὡσπερεὶ τῶν σωζομένων ἡ πίστις καὶ Θεῷ καὶ ἁγίοις, ἐμπεδοῖ λέγων αὐτὸς ὁ Χριστὸς περὶ τῆς τῶν Σαμαρειτῶν ἐπιστροφῆς “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἢν ὑμεῖς οὐκ οἴδατε.’’ καὶ πάλιν [*](S. Joan. iv. 32. Ib. 34.) Εμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.’’

[*](b)

Καὶ ἐπεβίβασας εἰς θἀλασσαν τοὺς ἵππους σου ταράσσοντας ὕδατα πολλά.

Τετήρηκε πάλιν ὁ λόγος τῆς τροπῆς τὸ σχῆμα. χαλινοὺς γὰρ ὀνομάσας, ἵππους ἀπεκάλεσε τοὺς ἁγίους Ἀποστόλους οἷς καὶ αὐτὸς ἐποχεῖται Χριστὸς, ἐνιζήσας ὥσπερ εἰς νοῦν καὶ καρδίαν. ὅτι τοίνυν ἔμελλον παιδαγωγῆσαι πρὸς πίστιν οὐχ ὅτι μόνους τοὺς ἐξ Ἰσραὴλ, ἁλλὰ καὶ αὐτὴν τὴν τῶν ἑτέρων ἐθνῶν πλείστην τε ὅσην καὶ ἀμέτρητον πληθὺν, πειρᾶται διδάσκειν. θαλάσσῃ μὲν γὰρ παρεικάζει τὸν κόσμον, κατά γε τὸ ἐν ψαλμοῖς ὑμνούμενον “Αὕτη ἡ θάλασσα ἡ Ps. “μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός.’’ ὕδασι δὲ πολλοῖς τὰς τῶν ἐθνῶν ἀγέλας, τὰς ἀνὰ πᾶσαν τὴν γῆν· ἵπποις γεμὴν, ὡς ἔφην, τοὺς ἁγίους Ἀποστόλους, οἳ πᾶσαν περινοστοῦντες τὴν ὑπ’ οὐρανὸν, μονονουχὶ ῥέγχοντας καὶ ἐνηρεμοῦντας τῇ πλάνῃ τοὺς εἰδωλολάτρας χρησίμως ετάραττον· τεθορυβήκασι γὰρ, καλοῦντες εἰς δέος ὡς εἰς κόλασιν βαδιουμένους, καὶ τὴν διὰ πυρὸς δίκην ὑποστησο- [*](1. τοὺς χαλινοὺς D. 2. τροφή τις] προφήτης (sic) D. ὡσπερεὶ Β. ὥσπερ ἐστὶ Edd. 9. ὔδατα πολλά D.F. Edd. (a. 22. al.) ὕδωρ πολύ (A.V. cf. e infra. 10. τὸ τῆς τρόπης inv. ord. D. 11 γὰρ assumptiun ex B.D. ἀπεκάλεσε D.a. ἐκάλ. Edd. 12. καὶ assumptum ex a. 13. Haec πρὸς πίστιν accesserunt ex B.D. 14. οὐχ ὅτι Β. Edd. οὐχὶ D. 15. ἑτέρων om. D. habet B. 18. Haec ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός Β. κα, τὰ ἑξῆς D. Edd. 20. ἵππους a.b. Pont. 21. περινοστ. post οὐρανὸν tr. D. 22. ἐνημεροῆντας (sic) a. χρησίμως accessit ex D.a.b. 23. γὰρ BD.a.b. δὲ Edd. 24. ὑποστ. δίκην inv. ord. D.)

160
μένους, εἰ μὴ ἕλοιντο μετανοεῖν, καὶ τὸν φύσει τε καὶ ἀληθῶς [*](d) ἐπιγνῶναι Θεόν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος τοῖς Ἀθη- [*](Acta SS. App. xvii. 22.) ναίοις προσλαλῶν, εἶτα τῶν ἄλλων ἁπάντων νεστέρους εἴπων, τεθορύβηκεν οὐ μετρίως, ἐκεῖνο προστίθεις [*](Ib. 30, 31.) “Τοὺς τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ “νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ “νοεῖν, καθότι ἔστησεν ἡμέραν ἐν ἧ μέλλει κρίνειν τὴν “μένην ἐν δικαιοσύνη, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν “πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.’’ οὐκοῦν τὸ [*](e) μενον ὕδωρ, ἡ πληθύς ἐστιν ἡ κατὰ τὸν κόσμον· ὕδασι γὰρ ἔσθ’ ὅτε παρεικάζεται, καὶ μάλα εἰκότως· εἴπερ ἐστὶ θαλάσσῃ προσεοικὼς ὁ ἀνθρώπων βίος· ὅτι πολλὴ τῶν ἐν αὐτῷ πραγμάτων ἡ τύρβη, καὶ ἡ πρὸς τὸ ἄνω τε καὶ κάτω καὶ πρὸς πᾶν ὁτιοῦν ἀνάχυσίς τε καὶ κίνησις· πολὺ δὲ τὸ ὕδωρ τὸ ταραττόμενον, ὡς πρός γε τὸν Ἰσραήλ· οἱ μὲν γὰρ ἔθνος ἦσαν ἕν· τὰ ’δε ἐστι παντὸς ἀριθμοῦ κρείττονα.

[*](574 Α. a)

Ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου ἀπὸ φωνὴς προσευχὴς χειλέων μου, κὼ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου, κα ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἑ ἡμέρᾳ θλίψεώς μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.

Ἔθος τοῖς ἁγίοις προφήταις τὴν εἰς καρδίαν καὶ νοῦν ἐπιτήρησιν, ἢν ἃν ποιοῖντο τυχὸν, προενηχοῦντος αὐτοῖς τοῦ ἁγίου Πνεύματος τῶν ἐσομένων τὴν γνῶσιν, φυλακὴν ἀποκαλεῖν ἤγουν ἀκοήν. τοιγάρτοι φησὶν ὁ αὐτὸς Ἀμβακούμ [*](1. ἀληθῆ Edd. inv. omnibus. 2. Ἀθηναίοις] ἐν Ἀθήνῃσι 4. εἰπὼν δεισιδαιμ. inv. ord. D, 6. πάντας] πᾶσι D. 12. ὁ] + τῶν Edd. 14. καὶ prius om. D. πρὸς D. εἰς Edd. Neutrum habet B. D.b. 18. ὑποκάτω D. (Co.) 19. μου] + ἐν τὸ assumptum ex Β ἐμοὶ D. quae pro ὑπ’ al.) ὑπόστασις F. pro εἰς F. Edd. (Co. 25. ό αὐτὸς] αὐτὸς μὲν 6 Edd. ἀββακοὺμ D ἐμοὶ D. quae pro ὑποκ. μου praebet a. (106.) ἐταράχθην D. ἕξις] ἐσχυς D. (42. al.) ὑπόστασις F. 21. με accessit ex B.D. (26. al.) Statim πρὸς τὸν pro εἰς F. Edd. (Co.) λαὸν + τῆς Edd, (Co.) 23. ἐνηχοῦντος D.)

161
Επὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἐπιβήσομαι ἐπὶ [*](b Supra ii, 1.) πέτραν, καὶ ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ, καὶ τί ἀποκριθῶ ἐπὶ τὸν ἔλεγχόν μου·’’ ἕτερος δὲ αὖ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη [*](Obad. 1.) “ἐξαπέστειλε, ” καὶ “ἐξαπέστειλε,” καὶ μέντοι πρὸς τῷδε Δαυείδ “Ἀκούσομαι, φησὶ, τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ [*](Ps. lxxxiv. 9.) Θεος. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ὑπεμφαίνει τό Ἐφυλαξάμην καὶ ἐπτοήθη ἡ καρδία μου. τετήρηκα, φησὶ, τῶν εἰρημένων τὴν δύναμιν· εἶτα κατεπτόημαι δεινῶς ἀπο φωνῆς προσευχῆς χειλέων μου. ἐποιεῖτο μὲν γὰρ μετ’ ᾠδῆς τὴν πρὸς Θεὸν ἱκετείαν, καὶ μέλος ἦν αὐτῷ τῆς προφητείας ὁ τρόπος· ἀλλ’ ἦν ὁ σκοπὸς αὐτῷ καὶ ὁ νοῦς οὐκ εἰς τὴν [*](c) εὔρυθμον ἀναφώνησιν, κατεπικραίνετο δὲ μᾶλλον εἰς λύπας, καὶ περιδεὴς ἦν ἄγαν, τὰ ἐν ἐσχάτοις καιροῖς συμβησόμενα τοῖς ἐξ Ἰσραὴλ διαρθροῦντος ἐν αὐτῷ τοῦ Πνεύματος. τὸ δὲ δὴ μάλιστα θορυβοῦν αὐτὸν καὶ ὀρρωδεῖν ἀναπεῖθον, κατά γε τὸ εἰκὸς, ἐκεῖνό που τάχα καὶ μόνον ἦν, μὴ ἄρα πὼς ἐναποληφθείη τοῖς κακοῖς, καὶ τὴν τοῦ λαοῦ συντριβὴν ἐπαθρήσειε, καὶ ἴδοι βαλλόμενον μὲν εἰς κεφαλὰς ἀνόμων [*](Supra 13. Ib. 14.) θάνατον, διακοπτομένας δὲ αὐτὰς ἐν ἐκστάσει, καὶ σειομένας ἐν αὐτῇ, κατά γε τὸν ἤδη προαποδοθέντα νοῦν. εἶτα μανθάνων [*](d) ὡς ἔσται μὲν εἰς καιροὺς ἡ ὅρασις, εἰς ἀνάβλησιν δὲ [*](Supra ii. 3.) μακρὰν τὰ προηγγελμένα, μονονουχὶ καὶ ἀνενεγκὼν ἐξ ἀκράτου λοιπὸν δυσθυμίας Ἀναπαύσομαί φησιν ἐν ἡμέρα μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου. οὐ γὰρ ἐνσχεθήσομαι, φησὶ, τοῖς τοιοῖσδε κακοῖς, οὐδ’ ἃν εὑρεθείην ἐν τῷδε τῷ βίῳ, ἐνεστηκότος καιροῦ, καθ’ ὃν ἔσται πάντως [*](1—3. τὰ ἑξῆς pro ἐπιβήσομαι—ἔλεγχόν μου Edd. 3. αὖ ex B.D. 5. ἐξαπέστειλα D. (185) 6. φησὶ om. D, 7. ὑπεμφαίνει Β. ὑποφαίνει Edd. Neutrum habet D. 10. μὲν om. Β. habent D.a. 15. διαρθροῦντος B.a. διαθροῦντος D. Edd. ἐν om. D. τοῦ ἁγίου πν. D. 18. ἐναποληφθείη B.a. ἐναπολειφθῆ D. ἐναπολειφθείη Edd. 19. ἐπαθρήσῃ ἵδῃ D. 20. διασκοπτομένας (sic) D. 21. ἤδη assumptum ex B.D.a. μαθὼν D. 2.5. μου prius assumptum ex D.a.b. deest in B. με assumptum ex B.D.a.b. ἐνσχεθήσομαι B.a. ἐνεχθήσομαι D. ἐναχθήσομαι 27. ἐνεστηκότος] + του Β.)
162
τὰ τοιάδε τῶν κακῶν τοῖς ἐξ Ἰσραήλ. βαδιοῦμαι γὰρ ἐν- [*](e) τεῦθεν, καὶ ἀνοιχήσομαι πρὸς λαὸν τὸν οὕτω πάροικον ἐν τῷδε τῷ βίῳ γεγενημένον, καθάπερ ἀμέλει καὶ αὐτὸς ἐγώ. πάροικοι γὰρ καὶ παρεπίδημοι πάντες οἱ ἅγιοι κατὰ τόνδε [*](Heb. xiii. 14.) τὸν κόσμον. τοιγάρτοι φασίν “Οὐκ ἔχομεν ὧδε μένουσαν “πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.’’ ψάλλει δέ [*](Ps. xxxviii.14,13.) καὶ ὁ Δαυεὶδ πρὸς τὸν τῶν ὅλων Θεόν “Ἄνες μοι, “πάροικος ἐγώ εἰμι ἐν τῆ γῇ καὶ παρεπίδημος, καθὼς “οἱ πατέρες μου.’’ ἀξιάγαστος τοιγαροῦν τῶν ἁγίων [*](575 A. a) σκοπὸς, οὐδ’ ὅσον εἰπεῖν ἀνεχομένων ἰδεῖν τὰ ἐφ’ οἷς ἃν συμβαίνῃ παροτρύνεσθαι Θεόν· ἡδίονα δὲ καὶ αὐτοῦ τοῦ ζῆν ποιεῖσθαι μεμελετηκότων τὴν ἀπὸ τοῦ κόσμου τούτου μετάστασιν, εἰ μὴ σώζοιτο πρὸς ἡμῶν τὰ εἰς δόξαν Θεοῦ. καὶ [*](Phil. i. 23.) γοῦν ὁ θεσπέσιος ἔφη Παῦλος, ὅτι τὸ ἀναλῦσαι κρεῖττον, καὶ αὐτῷ συνεῖναι Χριστῷ τοῖς εἰς τοῦτο ἥκουσι γνώμης, ὡς ἡγεῖσθαι παροικίαν τὴν ἐν σώματι ζωήν.

[*](17)