In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Βολίδες σου πορεύσονται εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

Βολίδας ἐνταῦθά φησι τὰς ἀνὰ πᾶσαν ἰούσας τὴν γῆν, καὶ ὡς ἀπὸ τόξου πεμπομένας, ἤγουν χειρὸς εὐσθενοῦς, τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, περὶ ὧν ἔφη [*](569 Α. a) που καὶ ὁ μακάριος Δαυείδ “Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, [*](Ps. cxxvi. 4.)“οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.’’ ἐξετινάχθη μὲν γὰρ ἐκβέβληται τὸ τῶν Ἰουδαίων ἔθνος, διάτοι τὸ ἐμπαροινῆσαι χριστῷ καλοῦντι πρὸς ζωήν· οἱ γεμὴν ἐκείνων υἱοὶ καὶ ἐξ αἵματος ὄντες τοῦ Ἰσραὴλ, οἱ ἀπόλεκτοι μαθηταὶ βολίδες τε καὶ βέλη γεγόνασιν, οἷον ἐκ χειρός τρέχοντες τῆς ἀλκιμωτάτης, καὶ παντὸς εὐκόλως δι·ι·κνούμεναι τοῦ πληττομένου πρὸς θάνατον. αἱ τοιαῦται βολίδες ἀποστέλλονται μὲν, ὡς [*](b) ἀπὸ χειρὸς τοῦ Χριστοῦ, ἐμπήγνυνται δὲ τοῖς τοῦ σπλάγχνοις, καὶ ἀναιροῦσι τὸν δράκοντα. καὶ γοῦν καὶ ὁ μακάριος Δαυεὶδ ἀναμελῳδεῖ που λέγων πρὸς τὸν Κύριον [*](Ps. xliv. 6.) ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Τὰ βέλη σου ἠκονημένα, “νατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν “τοῦ βασιλέως.’’ οὐκοῦν δαπανῶνται μὲν τοῖς τοιοῖσδε λεσι τὰ τῶν δαιμονίων στίφη, καὶ πρὸς ὀλέθρου γίνονται [*](2 Tim. iv. 8.) τοῖς ἐχθροῖς· τοῖς γεμὴν ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τετιμηκόσι διὰ τῆς πίστεως, ἑτέραν ἀποπληροῦσι χρείαν. [*](1. ὑψοῦσθαι D. ὑψῶσθαι Β. ὑψῶσαι Edd. που om. Β. 2. ἢ assumptum ex B.D. 3. ὑψοῦσθαι D. ὑψῶσθαι Β. ὑψῶσαι Edd. αὐτόν assumptum ex D. deest in Β. 4. προπορεύσονται D. 5. ἐνταῦθα] ἐνθάδε b. Neutrum habet D. ἰούσας ἀνὰ πᾶσαν inv. ordine D. 6. εὐσθενους] εὐμενοῦς Edd. 8. που om. Β. 9. μὲν assumptum ex B.D. 12. τοῦ om. D. 13. τρέχουσαι B. inv. D. 15. τοιοῦτοι βολίδες hoc ordine B. τοιαῖδε τοιάδε (sic) D.] βολ. D.b. βολ. τοιαῦται Edd. Statim ἀποστίλβονται iid. repugnantibus B.D.b. 17. καὶ ult. assumptum ex D. 18. ἐμελῴδει D. 19. I. τὸν X. om. D. δυνατὰ (sic) 20. καρδίαις iid. 22. δαιμονίων Β.D. δαιμόνων Edd. ὀλέθρου habent 24. χρείαν B.D.b. χόριν Edd.)

153
τετρωμένους γὰρ ἀγάπης ἐργάζονται, κατά γε τὴν λέγουσαν [*](c) νύμφην ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων “Ὅτι τετρωμένη [*](Cant ν. 8.) “ἀγάπης ἐγώ εἰμι.”

Εὑρίσκονται δὲ καὶ ἑτέρως φέγγος ἀστραπης τῶν ὅπλων αὐτοῦ· ὅπλα δὲ αὐτοῦ νοηθεῖεν ἂν, οἷς καὶ ἡμᾶς ἐναρμόσασθαι δεῖν ὁ μακάριος Παῦλος ἐπιτάττει λέγων Ενδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.’’ αὕτη ’δε ἐστιν ὁ [*](Eph. vi. 11. Ib. 14, 17. Ib. 16, 15. ) θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, τὸ ὑποδεδέσθαι τοὺς πόδας ἐν ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἡ μάχαιρα τοῦ Πνεύματος. οὐκοῦν ὅπλα μὲν τὰ τοιάδε Χριστοῦ, οὐκ αὐτὸν περιβάλλοντα, [*](d) παρ’ αὐτοῦ δὲ μᾶλλον τοῖς ἀξίοις δωρούμενα. λαμπρὰ ’δε τὰ οπλα, καὶ οἷον αστραπης ἔμπλεα· φανοτάτη γὰρ ἡ ἀρετή· αἱ τοίνυν βολίδες εἰς φέγγος ἔσονται τῆς ἀστραπῆς των ὅπλων σου. ὅτι γὰρ ἀπαστράπτει τὰ ὅπλα, φωτιοῦσιν αὐτοὶ διδάσκοντες τοὺς ἠγνοηκότας. παρὰ μὲν γὰρ τοῖς φιλαμαρτήμοσιν ἀκαλλὴς οἷά τις ἐστιν ἡ ἀρετὴ, καὶ οὔπω λαμπρά· παρὰ ’δε γε τοῖς εἰδόσιν αὐτὴν, οὐδὲν ἀστραπῆς ἔλαττον, λαμπρὸν καὶ διαφανῆ, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον [*](e) ἀποτελοῦσα τὸν ἄνθρωπον. πρῶτοι δὴ οὖν οἱ θεσπέσιοι μαθηταὶ τὴν τῶν σῶν ὅπλων ἔχοντες ἀστραπὴν, ἔσονται καὶ ἑτέροις εἰς φέγγος αὐτῆς. ὅνπερ γὰρ τρόπον οἱ τῆς ἰατρικῆς ἐμπειρίας ἐπιστήμονες, τοὺς ταῖς τῶν ὀμμάτων ἀρρωστίαις ἐμπεπτωκότας, καὶ τὸ τῆς ἡλιακῆς ἀκτῖνος φεύγοντας φῶς, ἀπαλλάττοντες τοῦ πάθους τῆς τοῦ φωτὸς προσβολῆς ἀνέχεσθαι λοιπὸν ἀναπείθουσι, καὶ φέγγος ὥσπερ τι γεγονότες αὐτοῖς ἁλοῖεν ἂν, καὶ μάλα εἰκότως· οὕτω καὶ [*](1. ἀγάπῃ Aub. 3. ἀγάπης B.b. ἀγάπῃ D. Edd. 4. ἀστραπῆς om. Β. 10. εἰρήνης] + κα b. 11. οὐκοῦν om. D. 13. δὲ] + μᾶλλον D. Ab ἀστραπῆς. ad ἀστράπης transilit D. ἔμπλεα b. Edd. ἔκπλεω Β. Statim φανότατον Edd. invitis B.b. 14. Φέγγος a. φῶς Β. Edd. 15. σου om. a. ἀπαστράπτει a. ἀστράπτουσι Β. ἀστράπτει D. ὀστράψουσι Edd. 17. ἀκαλλή (sic) Aub. Statim οἷά assumptum ex B.D.a. οὕτω D. 18. γε om. D. 19. ἐλάττων a. περιφανῆ D. ἁπανταχῆ B.D. πανταχῆ a. παντοχοῦ Edd. 22. αὐτοῖς D. 23. ἐμπειρίας om. Β, ἐπιστήμ. ἐμπ. inv. ord. D. assumptum ex B.D.)

154
[*](570 A. a) οἱ θεσπέσιοι μαθηταὶ, θαυμάζοντές τε καὶ ἐπαινοῦντες τὰς ἀρετὰς, αἳ καὶ εἰς ὅπλα τετάχαται τοῦ Χριστοῦ, ὥσπερ τι τῆς ἐνούσης αὐταῖς ἀστραπῆς, ἤγουν ἐκλάμψεως, τοῖς ἄλλοις εὑρίσκονται.

Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν, κω έν Θυμῷ κατάξεις ἔθνη.

Ὑπεσταλμένως ἡμῖν ὁ Προφήτης τῆς Ἰουδαίων χώρας τὴν δήωσιν, καὶ τῶν ἐν αὐτῇ κατοικούντων ἐθνῶν τὴν ἀπώλειαν, [*](b) διὰ τούτων ὑποδηλοῖ. ἐπειδὴ γὰρ τὴν εἰς Χριστόν πίστιν οὐ προσιέμενοι, κατεξανέστησάν τε αὐτοῦ, καὶ [*](Acta SS. Αρρ. iii. 15. Es.iii. 11.) ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ταύτῃτοι καὶ δέδονται πρὸς ἐρήμωσιν, καὶ τοῦτο αὐτοῖς προαναπεφώνηκεν Ἠσαίας, λέγων “Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα αὐτοῦ “βήσεται αὐτῷ.”

Ἐεῆθες εἰςσωτηρίαν εἰς σωτηρίαν λαοῦ σου, του σῶσαι τοὺς χριστούς ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοῦς ἕως τραχήλου εἰς τέλος.

[*](c)

Τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς ὅλην ὥσπερ ἡμῖν τὴν οἰκονομίαν ἐξηγεῖται πάλιν. σέσωκε μὲν γὰρ τοὺς διὰ πίστεως δεδικαιωμένους, καὶ τῷ Ἁγίῳ Πνεύματι κατακεχρισ μένους, καὶ [*](2 S. Pet. i. 4.) τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς ἀναδεδειγμένους· συγκεχώρηκε δὲ ταῖς αὐτῶν ἁμαρτίαις ἐντήκεσθαι τοὺς ἀπειθεῖν [*](1. ἐπαινοῦντες] ἐπινοοῦντες Edd. 2. τετόχυνται D. 3. τι ὥσπερ inv. ord. D. ἤγουν om. Β. ἐκλάμψεως D. ἐκλόμψαντες Edd. 5. ἀπειλῇ] + σου D. (Alex. Xll mg.) 6. ‘Yπεσταλμένως B.D.b. a (manu ada). Ἀπεσταλμένως a (manu prima). Ἀπεσταλμένης Edd. Ἰουδαίων B.D.a.b. Edd. 7. δήλωσιν pro δή̣ωσιν a.b. 8. ἐπεὶ D. 9. οὐ πρ. πίστιν inv. ord. D. γε pro τε D. 10. ταυτῃτοι om. D. κα assumptum ex a. Statim δέδοντο b. 12. κατὰ deest in Edd. 14. Α σου ad σου transilit D. 15. δεσμοὺς] + σου ΧΙΙ.) cf. infra. 16. Haec εἰς τέλος accesserunt ex B. (a. 22. al.) dcsunt in D. 19. καὶ τῆς—ἀναδεδειγμ. om. D. 21. ἑαυτῶν Β. ἐντήκεσθαι B.D. ἐκτήκεσθαι Edd.)

155
ᾑρημένους, οἷς καὶ ἔφασκεν ἐναργῶς “Ἀμὴν ἀμὴν λέγω [*](S. Joan. viii. 24.) ὑμῖν, ὅτι ἐὰν μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις “ὑμῶν ἀποθανεῖσθε.’’ ἐξῆθες τοίνυν, φησὶν, οἱονεί τις ἐπὶ τὰ τῶν δυσμενῶν ἐρχόμενος στίφη, καὶ τὸν [*](d) πολέμου νόμον ἐξωπλισμένος. καὶ ὁ τῆς ἐξόδου σκοπὸς ανασωσαι τοὺς χριστοὺς τοὺς σούς· δῆλον δὲ ὅτι τοὺς τῶ Ἁγίῳ κεχρισμένους Πνεύματι, περὶ ὧν καὶ πάλαι διὰ προφητῶν ἐνετείλατο λέγων “Μὴ ἅπτεσθε τῶν χριστῶν μου, [*](Ps. cov. 15.) “καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε·’’ τῶν γεμὴν ανομων καταρτίσαι θάνατον, ὃν αὐτοὶ ταῖς σφῶν αὐτῶν ἐπαντλήσαντες κεφαλαῖς ἁλοῖεν ἂν, τὴν δικαιοῦσαν πίστιν οὐ προσιέμενοι. τοιγάρτοι καὶ ἀρρήκτοις ἐνδέδενται δεσμοῖς, καἲ τα,ῖς τῶν ἰδίων πλημμελημάτων σειραῖς κατασφίγγονται· [*](e Prov. v 22. ) καὶ οὐ μερικῶς, ἁλλ’ οἷον δι’ ὅλου σώματος, καὶ μέχρι τραχήλου.

Εἰ δὲ δὴ λέγοιντο Χριστοῦ τὰ δεσμὰ, θορυβείσθω μηδείς. ἀεὶ γάρ πὼς τὰ κατὰ συγχώρησιν Θεοῦ συμβαίνοντά τισιν αὐτοῦ λέγονται· ὁποῖόν ἐστι τό “Οὐκ ἔστι κακία ἐν πόλει, [*](Amos iii. 6.) “ ἢν Κύριος οὐκ ἐποίησεν.’’ οὐ γὰρ αὐτὸς ποιεῖ τὴν συμβῆναι δὲ μᾶλλον ταῖς τῶν πόλεων πλημμελούσαις ἐπιτρέπει πολλάκις. εἰ δὲ δὴ νοοῖντο τυχὸν τῶν ἐπαινουμένων, οἱ ἐνθ,άδε λεγόμενοι δεσμοὶ, πάλιν ἐκεῖνό φαμεν, ὅτι βέβληται [*](a 571 A.) μὲν εἰς κεφαλὰς ἀνόμων θάνατος, συντείνει δὲ ὥσπερ δεσμοῖς ἀγάπης ὁ τῶν ὅλων Θεὸς τοὺς προσιόντας αὐτῷ, καὶ τῇ πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν Πνεύματι, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς εἰρημένον περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Καὶ ἐγὼ συνεπόδισα τὸν Hos. [*](1. ἀμὴν alterum assumptum ex Β. deest in D. 2. ὅτι prius assumptum ex D. 3. ἐξῆλθε Edd. inv. B.D.a. 4. καὶ κατὰ τὸν πολέμου νόμον D. 5. πολεμούμενον pro π. νόμον a. 6. δὲ om. D.a. τοὺς τῶ αγ. πν. δηλονότι κεχρ. πνεύματι (sic) D. 8. ἐνετείλατο om. D. 9. τῶν D.a (prius script.). Edd. τ,ὸν a per ras. 10. καταρτίσασθαι D. κατήρτισας a 11. ἐπαντλήσαντες a. ἐπαρτήσ. D. Edd. ἂν] + ὡς D. 12. ἐνδέδονται Edd. 14. ὅλου] + τοῦ D. 16. δὴ om. D. λέγοιτο B. τὰ δ. Xp. inv. ord D. 17. Assumpta πὼς ex D., τὰ ex B.D. συγχώρησιν Θεοῦ hoc ordine B.D. Statim γινόμενα pro συμβ. D. 18. Οὐκ B.D. εἰ ex B. deest in D. 25. πνεύματι] χάριτι D. 26. εἰρημένον assumptum ex B. dcest in D.)

156
“Ἐφραῒμ, ἀνέλαβον αὐτὸν ἐπὶ τὸν [*](b) “αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεως μου.’’ ὁ δέ γε δεσμὸς τρόιχήλους ἐνθάδε νοεῖται καὶ τὸ εὐήνιον τῶν ὑποτεθεικότων αὐτῷ τὸν τῆς διανοίας αὐχένα, καὶ τὸν χρηστὸν ἀληθῶς τοῦ Σωτῆρος ἡμῶν ὑποδεδυκότων ζυγόν.