In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Διότι συκῆ οὐ καρποφορήσει, κω οὐκ ἔσται γ ἐν ταῖς [*](b) ἀμπέλοις· ψεύσεται ἒργον ἐλαίας, καὶ τὰ πεδία βρῶσιν· ἐθέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ βόες ἐπὶ φάτναις ἐξ ἰάσεως αὐτῶν.

Ὥσπερ τινὸς ἐρομένου καὶ ἀναμανθάνειν ἐθέλοντος, ἀνθ’ ὅτου ποιοῖτο περὶ πολλοῦ τὸ ἀποβιῶναι, μᾶλλον δὲ εἰς λαὸν ἀναβῆναι παροικίας αὐτοῦ, κατασκιάζει μὲν ἀσαφείᾳ πολλῇ τῆς τῶν Ἰουδαίων Συναγωγῆς τὴν κατάργησιν, μονον- [*](2. ἀναχθήσομαι a. ἄλλον pro λαὸν Edd. repugnantibus B.D.a.b. 3. ἀμέλει λλ assumptum ex D.a.b. 5. φησὶν D. 6. μέλλουσαν D. μένουσαν B. μένουσαν Edd. ψάλλει—οί πατέρες μου om. Β. 7. τὸν assumptum ex D. 11. συμβαίνῃ Β. συμβαίη D. συμφαίνῃ (sic) Edd. ante Migne. καὶ] οὖν iid. ζωοποιεῖσθαι pro ζην π. D. 12. τούτου om. D. 13. εἰς πρὸς Edd. 13—16. καὶ γοῦν—σώματι ζωήν om. Β. 14. 16. ἐν] + τῷ Edd. invito D. 17. γενήματα B.D.F. (Alex. ℵ) γεννήματα (Vat.) τοῖς D. (ℵ) 20. ἐπὶ φάτνῃ βόες Β. cf. infra. 22. καὶ pro 23. ἀσαφείᾳ B.D.a. ἀσφαλείᾳ Edd. 24. τῶν assumptum ex D. deest in a. κατάργησιν a. κατάρρησιν D.)

163
οὐχὶ δὲ καὶ κατολοφύρεσθαι δοκεῖ τὴν συμβησομένην ἀκαρπίαν [*](c) αὐτῇ. καὶ τρόποις ἡμῖν αὐτὴν κατασημαίνει πολλοῖς, ὡς συκῆν ἔσεσθαι λέγων, ἧς ἃν οὐδεὶς γένοιτο καρπός. οὕτω γὰρ αὐτὴν καὶ αὐτὸς ὠνόμασεν ὁ Σωτῆρ’, ὡς ἐν παραδείγματος τρόπω̣ λέγων “Συκῆν εἶχέ τις πεφυτευμένην ἐν τῷ ἄμπελῶνι [*](S. Lue. xiii. 6 sqq.) “αὐτοῦ.” ἢν καὶ ἄκαρπον οὖσαν, δεῖν ἔφη λοιπὸν ἵνα μὴ τὴν γῆν καταργῇ. ἐπάρατον δέ που καὶ τὴν πρὸ τῶν Ἱεροσολύμων ἐποιεῖτο συκῆν· οὐ γὰρ εὑρὼν ἐν αὐτῇ αἰῶνα. “Μηκέτι, φησίν, ἐκ σου καρπός γένηται [*](S.Matth. xxi. 19.) “εἰς τὸν αἰῶνα.”

Παρεικάζει δὲ αὐτὴν καὶ ἀμπέλῳ βοτρύων ἐρήμῳ. καὶ [*](d) γάρ ἐστι πάλιν, καθά φησιν ὁ προφήτης Ἡσαΐας “Ὁ [*](Es. ν. 7.) “ἀμπελὼν κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα, “ἠγαπημένον.” ἀλλ’ “ἐχαράκωσε μὲν αὐτὸν, καὶ φραγμὸν [*](Ib. 2.) “περιέθηκε, καὶ ἀνεδείματο πυργίον ἐν αὐτῷ, καὶ ὤρυξε “προλήνιον, καὶ ἐπέμεινε τοῦ ποιῆσαι σταφυλὴν, “δὲ ἀκάνθας.’’ ταύτῃτοι δὴ ἐλυμήνατο μὲν αὐτὴν, φησιν ὁ Δαυείδ “Ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενε- [*](Ps.lxxix. 14.) “μήσατο αὐτήν·’ καθεῖλε δὲ “τὸν φραγμὸν αὐτῆς, καὶ τε- [*](e Ib. 13.) “τρυγήκασιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν.”

Ἐψεύσατο δὲ καὶ τῆς ἐλαίας τὸ ἔργον, τουτέστι πάλιν τῆς Ἰουδαίων Συναγωγῆς. οὕτω γὰρ αὐτὴν κατασημαίνει λέγων καὶ ὁ προφήτης Ἱερεμίας “Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει [*](Hier. xi. 16, 17) “ἐκάλεσε κύριος τὸ ὄνομά σου εἰς φωνὴν περιτομῆς αὐτῆς· “ἀνήφθη πῦρ ἐπ’ αὐτὴν, μεγάλη ἡ θλίψις ἐπὶ σὲ, “θῆσαν “θησαν οἱ κλάδοι αὐτῆς, καὶ κύριος τῶν δυνάμεων ὁ κατα- [*]( 1. καὶ om. D. 3. ἔσεσθαι om. D. 4. ὠνόμασεν D.a. ὠνόμαζεν Edd. 7. που om. D. 8. ἐποιοῦτο (sic) Edd. 9. γένοιτο D. 11. παρεικάζει D.a. ἀπεικάζει Edd. ἀμπέλῳ D.a. ἀμπελῶνι Β. Edd. 12. καθά B.a. καθό D. καθώς Edd. Ἡσαΐας ὁ inv. ord. D. 13. νεόφυτος ἠγαπημένος Edd. invitis B.D.a. 15. καὶ prius om. D. πυργίον Β. Edd. πύργον D. τὸ D. Edd. deest in B. 16. καὶ om. D. 17. τοι assumptum ex B.D.a. καὶ pro δὴ D. διελυμήνατο pro δὴ ἑλυμ. a. μὲν om. D. καθώς Edd. invitis B.D.a. 18. ἐκδρυμῶσα καὶ ὄνος pro ἐκ δρυμοῦ καὶ μονιὸς iid. invitis B.D.a. 19. καθεῖλε δὲ] καὶ καθεῖλε D. τρυγῶσιν D. 20. αὐτὴν πάντες hoc ord. Β. πάντες om. D. 24. Κύριος] + σαβαὼθ D.)

164
“φυτεύσας σε ἐλάλησεν ἐπὶ σὲ κακά.” ἐπειδὴ δὲ, καθά [*](576 A. a) φησιν ὁ Προφήτης, τὸ ἔργον αὐτῆς ἐψεύσατο· παιδαγωγούμενοι γὰρ εἰς Χριστὸν διὰ νόμου καὶ προφητῶν, οὐ προσήκαντο τὴν πίστιν· ταύτῃτοι καὶ ἐξεκόπη, καὶ πεπτώκασι μὲν οἱ κλάδοι αὐτῆς, ἐνεκεντρίσθησαν δὲ λοιπὸν οἱ ἐκ τῆς [*](Rom, xi. 17.) ἀγριελαίου, τουτέστιν, οἱ ἐξ ἐθνῶν, “ καὶ κοινωνοὶ τῆς ῥίζης “ καὶ τῆς πιότητος τοῦ καλλιελαίου γεγόνασιν.

Εἶτά φησιν ὅτι τοι πεδία οὐ ποιήσει βρῶσιν. παρεικάζει πάλιν τὸν Ἰσραὴλ ληίοις, οἶμαι, κατεφθαρμένοις, ἐξ ὧν οὐδ᾿ ἂν αὐτό που τὸ ἀποχρῶν εἰς βρῶσιν ἀθροίσειεν ὁ γηπόνος. [*](b) ἀκαρπίας δὲ τοῦτο γένοιτ᾿ ἂν τῆς ἐσχάτης ἀπόδειξις ἐναργής. Ὅτι δὲ ἔμελλον τὸν τῶν θείων μαθημάτων ἀνατλάντες λιμὸν ἐν τοῖς ἁπάντων ἐσχάτοις πεσεῖσθαι κακοῖς, διεσάφει, προστιθεὶς, ἐκλελοιπέναι μὲν ἀπὸ βρώσεως πρόβατα, τουτέστιν, ἀπὸ τοῦ βρῶσιν οὐκ ἔχειν· οὐχ ὑπηχεῖν δὲ βοῦς ἐπὶ φάτνης. δι᾿ οὗ σημαίνεται τὸ εἰσάπαν ἐκλελοιπέναι τὸ παρ᾿ αὐτοῖς ἱερὸν καὶ ἀπόλεκτον γένος, τουτέστι, τοὺς ἀπὸ φυλῆς Λευὶ, οἳ βουσὶν ἐν ἴσῳ τὴν νοητὴν ἅλω καταλεπτύνοντες καὶ τῶν ἐκ τῆς ἀσαφείας περιβλημάτων τὸν διὰ [*](c) τοῦ πανσόφου Μωυσέως ἀπογυμνοῦντες λόγον, οἷά τινα σίτου κόκκον προὐτίθεσαν μὲν τοῖς ἄλλοις εἰς νόησιν καὶ οἷόν τινα βρῶσιν πνευματικήν. αὐτοὶ δὲ ἦσαν ἐν Φάτναις καταβοσκόμενοι τὰς ἐκ τοῦ λαοῦ δωροφορίας, δεκάτας, ἀπαρχὰς, εὐχαριστήρια. οὐκοῦν ἐκλελοίπασι μὲν ἀπὸ βρώσεως προβατα· βόες δὲ οὐκ ἦσαν ἐπὶ Φάτνης ἔτι, τουτέστιν, οἱ καθηγηταὶ τῶν λαῶν καὶ διδάσκαλοι. τοιγάρτοι καὶ ὁ θεσ- [*](1. καθώς Edd. 2. αὐτῆς]αὐτοῦ Edd. invitis B.D.b. παιδαγωγουμένη—προσήκατο b. 4. ἐξεκόπησαν D. 6. ἀγριελαίας Edd. invitis B.u.a. κοινωνικοὶ iid. 8. ποιήσουσι D. παρεικάςων B. πάλιν τὸν Ἰσραὴλ παρεικάζει inv. ord.a. 9. οὐδὲ pro οὐδ᾿ ἄν D. 10. αὐτῷ Edd. ἀθρήσειεν iid. γεηπόνος D. 12. μαθημάτων Β. μαθητῶν a. μαθητῶν D. Edd. 13. ἁπάντων om. D. 15. οὐκ] μὴ a. ὑπάρξειν Β. βοῦς D.a. βοῦν Β. Edd. 17. τὸ pro τοὺς D. ὀπο] + τῆς a. τῆς pro ἀπὸ D. 19. τὸν pro τῶν D. ἐκ τῆς] ἐκτὸς Edd. 21. κόκκον σίτου inv. ord. a. προετίθεσαν D. 22. τινα assumptum ex D. deest in a. 23. ἐκ om. Β. 24. εὐχαριστηρίους Edd. 25. φάτνης D. φάτνῃ Β. φάτναις Edd. 26. λαῶν D. ἄλλων Β. Edd. καὶ διδάσκ. om. D. τοιγάρτοι] καθὰ D.)

165
πέσιος Παῦλος τό “Οὐ φιμώσεις βοῦν ἀλοῶντα,” ταῖς τῶν [*](1 Cor ix. 9; 1 Tim. v· 18.) διδασκάλων προσάπτει κεφαλαῖς, διερμηνεύων ἡμῖν σαφῶς [*](d) τὰ ἐν νόμῳ. ἐκλελοιπέναι γεμὴν τὰς βοῦς ἐξ ἰάσεως αὐτῶν φησι. καὶ ἔστι μὲν ἀσαφὴς ὁ λόγος· δηλοῖ γεμὴν τόδε, καθάπερ ἐγῷμαι πάλιν. ἐπειδὴ γὰρ ἀπεσπούδαζον ἀμαθῶς τὸ ἰᾶσθαι παρὰ χριστοῦ, καίτοι ῥωννύντος τὸν ἀσθενῆ καὶ δικαιοῦντος τὸν ἀσεβῆ, ταύτῃτοι καὶ ἐκλελοίπασι, τουτέστιν, εἰσάπαν ἠσθένησαν καὶ κεχωρήκασιν εἰς τὸ μηδέν. δεινὸν οὖν ἄρα τὸ προσκρούειν Θεῷ, καὶ ἀκαρπίας ἔσται πρόξενον τῆς ἐσχάτης. ἀπορήσομεν δὲ καὶ τροφῆς τῆς πνευματικῆς, [*](e) καὶ παντὸς ἐπέκεινα κακοῦ τοὐντεῦθεν ἐσόμεθα.

Ἐγὼ δέ ἑ τῷ Κυρίῳ ἀγαλλιάσομαι, χαρήσομαι ἐπὶ τῷ Θεῶ τῶ Σωτῆρί μου· Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοῦς πόδας μου εἰς συντέλειαν· ἐΜ τὰ ὑψηλὰ ἐπιβιβᾷ νικῆσαί με ἐν τῆ ᾠδῆ αὐτοῦ.

Ἐνταῦθα λοιπὸν ἢ αὐτὸ τὸ τοῦ Προφήτου πρόσωπον εἰσεκόμισται σαφῶς, τὰ τοιάδε λέγον· ἤγουν τῶν ἐν πίστει δεδικαιωμένων φαίη τις ἂν εἶναι τοὺς λόγους, οἳ θυμηδίαν [*](a 577 A.) ποιοῦνται Χριστὸν, καὶ χαίρουσι μὲν ἐπ’ αὐτῷ, καὶ τῆς ἐνούσης σης αὐτοῖς εὐσθενείας χορηγὸν ἀναγράφουσιν, ἐν αὐτῶ τε τὰ πάντα δύνασθαί φασι, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Παῦλος “Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με [*](Phil. iv. 13. Ps. lxxxviii. 18.) “Χριστῷ.” ψάλλει δέ που καὶ ὁ μακάριος Δαυείδ “Ὅτι [*](4. μὲν] δὲ D. γεμὴν] δὲ Edd. τόδε post πάλιν tr. D. B.D. ἀπερισπούδαστον Edd. 6. Χριστοῦ] Κυρίου D. 7. τουτέστι] ἤγουν D. 9. τὸ] τι iid. ἀκαρπίας—δὲ καὶ] ἀκαρπίας αἴτιον καὶ ἀπορίας σωματικῆς τε D. 10. καὶ pro τῆς alt. D. 11, ἐντεῦθεν D. εἰσόμεθα D 14. ἐπὶ] καὶ ἐπὶ D. (a. 36. al.) ἐπιβιβῶν D. (26.) 15. με accessit ex B.D. (Alex.) 16. ἢ assumptum ex a. deest in D. Statim τὸ αὐτοῦ τού pro αὐτὸ τὸ του a. τὸ om. D. 17 ἢ a. 18. φαίη om. D. τίς ὡς εἰ καὶ δι’ ἐκείνους εὐθυμίας τε ἐνεπλήσθην· ἀλλὰ καὶ διὰ τὴν τοῦ Θεοῦ δόξαν τὴν ἅπασιν ἀνθρώποις δήλην γενησομένην καὶ γάννυμαι καὶ σκιρτῶ. ὑπερείσει γάρ μου τῆς φύσεως τὴν ἀσθένειαν, κα δίκην ἐλάφου τοὺς ὄφεις καὶ τοὺς σκορπίους καὶ τὰ πνευματικὰ τῆς πονηρίας ἐκδιώξει· ἕως ἂν τὸ ὕψος τῆς ἀρετῆς τὸν ἐπινίκιον ὕμνον ᾄσω τῳ σωτῆρι καὶ ποιητη̣ Χριστῷ τῶ θεῷ ἡμῶν, ᾧ ἡ δόξα τοὺς αἰῶνας· ἄμην D. (cf. Theodoret. ad loc.) ἂν assumptum ex a.b 21 τὰ assumptum ex B.a. deest in b. 22. δυναμοῦντι Edd.)

166
“τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ·” προσδοκῶσι καὶ τὸ βεβηκὸς εἰς εὐσέβειαν παρ’ αὐτοῦ δὴ καὶ μόνου καταπλουτῆσαι καλῶς. τὸ γάρ Τάξει τοὺς πόδας μου εἰς [*](b) τέλειαν, δηλοῖ που πάντως ἕτερον ἡμῖν οὐδὲν ἢ τοῦτο· καὶ γοῦν Ἑβραίων ἡ ἔκδοσις ἀντὶ τῆς συντελείας τέθεικε τὴν Ἀσφάλειαν. οἱ δὲ ταττόμενοι πόδες εἰς ἀσφάλειαν, τί ἂν ἕτερον ἡμῖν ὑποφήνειαν, ἢ τὸ βεβηκὸς, ὡς ἔφην, εἰς εὐσεβειαν, καὶ τὸ ἀκράδαντον εἰς ἀρετὴν, καὶ τὸ εἰς πίστιν ἐρηρεισμένον καὶ ἀγάπην τὴν εἰς Χριστόν; ὅτι δὲ οὐ χθαμαλὸς καὶ χαμαιριφὴς ὁ βίος τῶν ἐν Χριστῷ δεδικαιωμένων, ἁλλὰ παντὸς γηΐνου καὶ σαρκικοῦ πράγματος [*](c) τέ ἐστι καὶ ἀνῳκισμένος, ἀποφαίνει λέγων Ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾶ με. ὑψηλα γὰρ ὄντως παρὰ Θεῷ τῆς εὐαγγελικῆς πολιτείας τὰ αὐχήματα.

Ὅτι δὲ καὶ περιεσόμεθα τῶν ἀνθεστηκότων, καὶ ἀμείνους ἐσόμεθα τῶν ἐχθρῶν, δοξολογοῦντες αὐτὸν, ἀναπείσει λέγων τοῦ νικησαι με ἐν τῃ ῳοῃ αυτου.

[*](1. σὺ εἶ Β. (Alex.) εἶ σύ Edd. (Vat.) 2. καὶ alt. assumptum ex B.a.b. καταπλουτίσαι b. 4. ἡμῖν assumptum ex B.a. 12. ἀνωκισμένος B.a. ἄνω κείμενον Edd. Statim ὑποφαίνει b. 13. ὑψηλὸν Edd. repugnantibus B.a.b. 17. με om. a.)