In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος.

Προβαδιεῖται, φησὶν, αὐτοῦ προάγγελσις καὶ προαναπτήσεται θρῦλος, καὶ πολὺς ἔσται λόγος περὶ αὐτοῦ. ἅμα τε γὰρ ἐκ τῆς ἁγίας παρθένου γεγέννηται Χριστὸς, καὶ ἧκον εὐθὺς [*](1. μὲν] + δὴ Edd. invitis D. b. 2. εἰπὼν] + ὅτι D. τὰ ora. D.b. 4. ἀνασώζειν D.b. ἀνασώσειν Β. Edd, προσαποδείκνυσι D.b. προαποδ. Β. Edd 6. γὰρ assumptum ex B.D.a.b. ἃ a.b. Edd. ὧν B.D. αὐτοὶ D. ἡμεῖς a. Edd 7. νομικῶν assumptum ex D.a. οὐδένα B.D.a. οὐδὲν Edd. 9. Υἱοῦ a.b. Edd. desunt in B.D. lo. Haec ὁ Θεὸς καὶ Πατηρ accesserunt ex D, post κόσμον transp. a. 11. δέδωκεν B.D. a. ἔδωκεν Edd. 12. ἔχει D. 18. θῇ Β. Edd. θήσει D. ἀληθῶς assumptum ex D, post αγάπ. tr. B. 19. Assumpta τῆς ἰσχύος ex D., Θεοῦ καὶ ex Β. 22. Πρὸ] Απὸ D. προπορεύσεται D. 24. θρῦλος] Sic correxi ex b. θρῦλος corr. ad θρῦλος a. θρύλλος D. Edd. 25. ἐκ] διὰ b. γεγένηται Edd.)

134
[*](S.Matth. ii. 2.) ἀνατολῶν οἱ Μάγοι, μονονουχὶ καταγγέλλοντος αὐτοῖς τὴν γέννησιν οἰκονομικῶς τοῦ παραδόξως ὀφθέντος κατὰ τὸν [*](558 A. a) οὐρανὸν ἀστέρος. ἐπειδὴ δὲ προβαίνοντος τοῦ καιροῦ καὶ [*](Ib.iv.24.) σημείων ἤρξατο καὶ τῶν παραδόξων ἐργάτης εἶναι, τότε “ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ,” καθά φησιν ὁ εὐαγγελιστὴς, “εἰς ὅλην “τὴν Συρίαν.” ἄλλως τε καὶ διαβόητος γέγονεν ἐν πάσῃ ἀληθῶς τῇ ὑπ’ οὐρανόν. τίς γὰρ ἠγνόηκε τὴν δόξαν Χριστοῦ; ποῖον ἔθνος, ἢ χώρα τῆς ἐνούσης αὐτῷ ἰσχύος μεμένηκεν [*](S. Marc. xiii. 10.) ἀνήκοον ἢ ἀπείρατον; ὡς γὰρ αὐτὸς ἔφη πάλιν, κεκήρυκται τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη, καὶ περιπεφοίτηκεν ἡλίου δίκην [*](b) τὴν σύμπασαν γῆν ἡ τῶν παρ’ αὐτοῦ γεγονότων λαμπρότης.

Καὶ ἐξελεύσονται εἰς πεδία οἱ πόδες αὐτοῦ.

“Ομοιον ὡς εἰ λέγοι πάλιν Οὐδὲν ἄναντες αὐτῷ καὶ ἀνήνυτον· βαδιεῖται δὲ ὥσπερ ἐφ’ ἑκάστῳ πράγματι διὰ ψ.ιλῆς τε καὶ λείας ὁδοῦ. βάσιμα μὲν γὰρ καὶ εὐπόρευτα τῶν πεδίων τὰ ἐψιλωμένα· δυσχερῆ δὲ καὶ οὐχ ἱππήλατα τὰ εἰς γηλόφους ἀνεστηκότα. εὔκολα δὴ οὖν τὰ πάντα τῷ Χριστῷ καὶ ἢν ἃν [*](c) βούλοιτο διάττειν ὁδὸν, τὴν ἐφ’ ἑκάστῳ φημὶ τῶν δρωμένων, αὕτη που πάντως ἐστὶ καὶ δυσχερείας ἁπάσης ἀπηλλαγμένη. τί γὰρ οὐκ ἂν κατορθώσειε, καὶ λίαν ἀμογητὶ, Θεὸς ὢν φύσει καὶ τῶν δυνάμεων Κύριος; οὐκοῦν ὡς ἐξ ὁμοιότητος τῶν ἐν τοῖς πεδίοις ἰόντων τῆς ἐν πράγμασι θεωρίας ποιεῖται τὴν δήλωσιν. εἰ δὲ δὴ βούλοιτό τις πεδία νοεῖν τοὺς ταπει- [*](3. καὶ σημείων D.b. καταμόνας μένων Β. Edd. 4. ἐργάτης D. ἔργων ἐργάτης Β. Edd. ἦν 1). Statim τότε assumptum ex Β. deest in D.b. 5. καθώς Edd. 7. ἀληθῶς ante γέγ. tr. D. ἠγνόησε D. mv. 8. b. αὐτὼ ἰσχύος a. οὐτῶ δυνάμεως D. ἰσχύος αὐτῷ Edd. 9. ἀνήκοον ἢ ἀπείρατον Β. ἢ ἀνήκοον ἢ ἀπείρατον a. ἀνήκοος D. ἀπείρατος ἢ ἀνήκοος Edd. ὁ οὕτος ἔφη εὐαγγελιστὴς Β. πάλιν ἔφη inv. ord. D. πάλιν om. a. 10 περιπεφύτηκεν (manu secunda περιπεφοίτηκεν) a. πεφοίτηκεν D. πεφώτικεν Β. Edd. 11. γεγονότων] + ἔργων Β. invitis D. a. 12. Καὶ assumptura ex D. deest in F. Edd. (153.) 13. λέγει a. 14. ἐφ’ D. a.b. ἐν Edd. 15. τε om. D. ὁδοῦ καὶ D. inv. ord. D. τῶν πεδίων om. a. 16 ἐψιλωμένα] λεία D. 17. τῷ om. D.a. 18. βούλοιντο D. φημὶ om. D. 19. αὐτή a. πάσης D. 21. ὡς ὅσ’,. a. 22. τοῖς om. D. a.b. ἐν πράγμασι θεωρίας] Sic 1). D.a.b. Edd. ἐν τοῖς πράγμασι πορείας Β. πρᾶγμα et ’πὸ· m fallor in rasura. Theod. Heyse.) 23. δὴ assumptum ex D. b.)

135
νοῦς τὴν καρδίαν οἳ καὶ “γῆ θελητὴ” χρηματίζουσι καὶ [*](Mal.iii. 12. 1 Cor. iii. 9. S. Matth. xiii. 23.) "Θεοῦ γεώργιον,” ἅτε δὴ τὸν ἄνωθεν καὶ ἐξ οὐρανοῦ δεχόμενοι σπόρον, καὶ ποιοῦντες καρπὸν, οἱ μὲν ἑκατὸν, οἱ ’δε ἐξήκοντα, οἱ ’δε τριάκοντα, νοήσει πάλιν ὀρθὼς. [*](d) ἔξεισι γὰρ ὥσπερ εἰς τὰ τοιαῦτα πεδία γεωργήσων ὁ Υῖος, κατ’ ἐκεῖνό που πάντως τὸ παρ’ αὐτοῦ λεγόμενον ὡς ἐν εἴδει παραβολῆς “Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν [*](S. Luc. viii. 5. Ps. lxiv. 12. ) "σπόρον αὐτοῦ.” ψάλλει δέ που καὶ ὁ Δαυείδ "καὶ τὰ "πεδία σου πλησθήσονται πιότητος·” προσετίθει δὲ ὅτι “καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον.” ὅτι δὲ νοηταὶ πάλιν [*](Ib. 14.) καὶ αἱ κοιλάδες ἐφῆκε νοεῖν προσεπενεγκὼν εὐθύς “Κεκρά- [*](Ib.) “ξονται, καὶ γὰρ ὐμνήσουσιν.” οὐ γὰρ τῶν ἀναισθήτων κοιλάδων τὸ ὑμνεῖν ἐστιν, ἤτοι διακεκραγέναι, ἀλλὰ τῶν [*](e) νοητῶν· τούτοις δ’ ἂν δρόσου δίκην ὁ θεῖός τε καὶ ἄνωθεν ἐνιζήσειε λόγος.

Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ.

Τὸ ἔστη πλειστάκις νοηθείη ἂν παρά γε τῆ θεοπνεύστῳ γραφῇ καὶ ὡς ἐπί τινος πράγματος εἰς πέρας ἐκβεβηκότος. οἷον ὡς εἴτις λέγοι τυχόν ἔστη τόδε τὸ πρᾶγμα, ἤγουν ὁ τοῦδε λόγος, τουτίστιν, ὡρίσθη καὶ πέπρακται. οὕτω καὶ ἡ Σεπφώρα τὸ Μωυσέως τῇ ψήφῳ περιτεμοῦσα παιδίον, πρὸς τὸν ἄγγελον ἔφασκε τὸν ὀλοθρευτήν “Ἔστη τὸ αἷμα [*](a 559 Α.) "τῆς περιτομῆς τοῦ παιδίου μου.” οὐ γὰρ ὅτι πέπαυται τοῦ Exod. iv.25. αἵματος ἡ ῥύσις κατασημαίνειν ἤθελεν, ἀλλ’ ὅτι πέπρακται τῆς περιτόμης τὸ χρῆμα, καὶ τετέλεσται τὸ ζητούμενον. δυσωπεῖ γὰρ θάνατον, ὁ τῇ νοητῇ φήφῳ περιτεμνόμενος. [*](1. τῇ καρδίᾳ D. χρηματίζουσα (sic) D. 2. καὶ jirius assumptum ex B.D. 6. αὐτοῦ B.D. αὐτῷ Edd. 10. Haec πληθυνοῦσι—κοιλάδες accesserunt ex D. n. ἔφηκε] + δὲ Edd. invito D. προσενεγκὼν D. 13. ἐστὶ τὸ ὑμνεῖν inv. ord. D. διακεκραγέναι D. δὴ κεκραγ. Edd. Haec ἀλλὰ τῶν νοητῶν accesserunt ex D. 14. δρόσου] κέδρου Edd. 15. *ζήσειε pro ἐνιζήσειε iid. 16. καὶ ἔστη D (sol.) 17. τε pro γε D. θείᾳ pro θεοπν. D. 19. ἤγουν h. οἷον Edd. τουτέστιν D. ἤγουν ὁ τοῦδε λόγος om, Β. 20. ἤτοι pro τουτέστιν D. 21. ἡ om. D. b. τὸ] τοῦ Edd.)

136
αὕτη δέ ἐστι τὸ πνεῦμα τοῦ Χριστοῦ, καθάπερ ἀμέλει καὶ [*](Jos.v.3.) Ἰησοῦς ὁ μετὰ Μωυσέα διαβιβάσας Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ μαχαίραις πετρίναις προστέταχε περιτέμνεσθαι, τῆς [*](b) ἐν πνεύματι περιτομῆς ἀποπληρῶν τὸν τύπον. ὥσπερ γὰρ ὠνόμασται πέτρα ὁ Χριστὸς, οὕτω καὶ ψῆφος, ἤγουν μάχαιρα πετρίνη, τὸ Πνεῦμα αὐτοῦ. οὐκοῦν τὸ ἔστη κατασημαίνει πολλάκις καὶ πράγματος πλήρωσιν.

Ἔστη τοίνυν ὁ Χριστός· τουτέστιν, εἰς πέρας ἐκβέβηκε τὰ περὶ αὐτοῦ, καὶ ὤφθη τοῖς ἐπὶ τῆς γῆς· καὶ ἐσαλεύθη ἡ γῆ γῆν δέ φησι τοὺς κατοικοῦντας τὴν γῆν, οἳ καὶ ἐσαλεύθησαν. καὶ τίνα δὴ τρόπον, φέρε λέγωμεν ὡς ἔνι. οἱ γὰρ πάλαι τὸν νοῦν οἷον ἀκράδαντον ἔχοντες εἰς τὸ θέλειν ἐργάζεσθαι τὰ πονηρὰ,‘ [*](c) οἱ ἑδραῖοι πρὸς ἀσεβείας, οἱ πεπηγότες εἰς φιλοσαρκίας, οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν, σεσάλευνται καὶ κεκίνηνται, μετατεθειμένοι πρὸς θεογνωσίαν καὶ πρὸς ἔφεσιν ἀρέτης· κεκίνηνται δὲ ὁμοίως καὶ τῆς κατὰ νόμον λατρείας οἱ ἐξ αἵματος Ἰσραὴλ, τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι· μετακεχωρήκασι γὰρ εἴς γε τὸ ἑλέσθαι βιοῦν εὐαγγελικῶς, καὶ τοῖς τοῦ Σωτῆρος πολιτεύεσθαι νόμοις. ὅτι δὲ τὸ σαλεύεσθαι τὴν ἀπό τινος εἰς ἕτερόν τι μετάθεσιν ἔσθ’ ὅτε δηλοῖ, σαφὲς [*](d) ἂν γένοιτο, τοῦ μακαρίου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος [*](Ps. xcviii. 1.) “Ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ, σαλευθήτω ἢ γῆ.” οὐ γάρ που φαμὲν καταδονεῖσθαι τὴν γῆν· ταύτην δέ φημι, τίην ὑπὸ πόδας ἀνθρώπων καὶ αἰσθητήν· παρακαλεῖν αὐτὸν· ἐζήτει δὲ μᾶλλον τὴν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω γενέθαι μετάστασιν.

[*](1. δέστι (sic) pro δέ ἐστι D. τοῦ assumptum ex Β. 2. ὃς pro ὁ διαβιβάσας B. διαβεβηκότας D. Edd. 4. τὸν τύπον ἀποπλ. inv. ord D. 5. ὁ assumptum ex B. 7. καὶ om. D. 9. τῆς assumptum ex B.D. deest in b. 10. δέ om. D. τὴν γῆν κατοικ. inv. ord. D. 11. δὴ om. D. 12. ἀκράδαντον ἔχοντες B.D.b. ἀκράδαντοι Edd. 13. ἀσεβείας D. ἀσέβειαν Edd. οἱ πεπηγότες εἰς φίλος. οἱ ἐρηρεισμένοι πρὸς πλάνησιν om Β b. θιλοσαρκίας D. φιλοσαρκίαν Edd. 15. κα assumptum ex b. deest in D. 17. παραδεχόμενοι D. 18. γε om. D. 20. μετάστασιν D. ἐσθ’ ὅτε om. D. 21. τε καὶ λέγ’. om. D. 23. ταύτην ’δε φημι— καὶ αἰσθητήν om. Β. δὴ pro δέ φημι D.)
137

Καὶ εἰς μὲν οὕτος τῶν προκειμένων ὁ νοῦς, εἰσδέξεται ’δε τις καὶ ἕτερον ἐπ’ αὐτοῖς κατὰ τοιόνδε τινὰ τρόπον. Εστη φησὶ καὶ ἐσαλεύθη ἡ γῆ. δύο δὴ ταῦτα πέπονθεν ἡ γῆ, ἔστη τε γὰρ καὶ σεσάλευται. καὶ τίς ἃν εἴη πάλιν ὁ ἐπ’ ἀμφοῖν λόγος, διατρανοῦν ἀναγκαῖον. ἔστη τοίνυν· [*](c) μεθύουσα γὰρ ὥσπερ καὶ κατασειομένη ῥᾳδίως πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων, καὶ οἷον παντὶ πνεύματι περιφερομένη, [*](Eph. iv. 14.) βεβαίαν ἔχει λοιπὸν καὶ ἐρηρεισμένην τὴν στάσιν, ἐμπεδοῦντος αὐτὴν τοῦ Χριστοῦ, κατ’ ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς Ἠσαίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν εἰρημένον “Στῆσον σεαυτὴν Σιών.’’ σεσάλευται δὲ πάλιν, καθάπερ [*](Hier. xxxviii. 21.) ἤδη πρόειπον, τῆς ἀρχαίας ἀπάτης ἀποχωρήσασα, καὶ τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων τῷ Θεῷ τιμῶσα μετάθεσιν. [*](a 560 A.) παράδοξον οὖν ἀληθῶς, τὸ καθ’ ἕνα καιρὸν στῆναί τε καὶ σαλευθηναι τὴν γῆν. Χριστὸς γάρ ἐστιν ὁ καὶ ἱδρυμένην αὐτὴν ἀποτελῶν εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ μελετᾶν ἀναπείθων τὸν ἐκ τῶν χειρόνων ἐπὶ τὰ ἀμείνω κλόνον.

Ἐπέβλεψε κω ἐτάκη ἔθνη· διεθρύβη τὰ ὄρη βίᾳ.

Τὸ ἐπιβλέψαι Θεὸν, δηλοῖ μὲν ἐσθ’ ὅτε τὴν ὡς ἐν πραότητι καὶ ἀγάπη κατάσκεψιν, ποτὲ δὲ τὴν ἐν θυμῷ τε [*](b) καὶ ἀπειλῇ. “ Καὶ γοῦν ἐπὶ τίνα, φησὶν, ἐπιβλέψω ἀλλ’ [*](Es. lxvi. 2.) ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς “λόγους;” ἐλιπάρει δέ που καὶ ὁ θεσπέσιος Δαυεὶδ οὕτω λέγων “Ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με·” διὰ δέ γε [*](Ps. lxxxv. 16: cxviii. 132.) [*](3. φησὶ assumptum ex D. δὴ om. Β. 4. ἐσαλεύθη D. θῆ per cast. tx τᾶι.) 10. εἰρημένον assumptum ex B. 1 1. Σιῶν accessit ex B.D. καθόπερ ἤδη προεῖπον om. Β. 12, παραχωρήσασα D. 13. τῷ om. D.a. μετάστασιν D.a. 15. ἐστιν assumptum ex Β. ἦν pro ἐστιν D.a. 17. ἀμείνω B.a. ἀμείνονα Edd. κρείττω D. 18. ἐτάκη B.D. (22. al.) διετάκη Edd. κοὶ ante διεθ. addit D. (Alex. manu altera, XII. 153, 233.) διετρίβη F. Edd. 19. ὡς assumptum ex B.a. deest in D. 20. τὴν assumptum ex B.D.a. 22. ἥσυχον Fldd. 23. που om. B, 24. γε om. U. VOL. II. Τ)

138
[*](Ezek. xiv. 8.) φωνῆς Ἰεζεκιὴλ ἔφασκε περί τινος, ὅτι “καὶ στηριῶ τὸ “πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι “αὐτὸν εἰς ἔρημον καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ “μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος.” [*](c) τοῦτο δὲ ἦν ἀπειλοῦντος ὀργὴν καὶ ὄλεθρον καὶ τὴν τοῖς παροτρύνουσι πρέπουσαν δίκην. ἅμα τε τοίνυν ἐπέβλεψεν ὁ Χριστὸς, τουτέστιν, ἐν ὀργῇ τὸ ὄμμα τισὶν ἐπήνεγκε, καὶ παραχρῆμα κηροῦ δίκην ἐτάκησαν, καὶ οἷον πυρὸς κατακαταφλέγοντός Φλέγουτος διεθρύβη τὰ ὄρη βία. ἔθνη δὲ καὶ ὄρη φησὶ τὰ ἀκάθαρτα πνεύματα, καὶ τοὺς ἐν αὐτοῖς ὑψηλούς τε καὶ 10 ἐπηρμένους καὶ ὀρῶν δίκην τῶν ἄλλων ἀνεστηκότας· ἐν φαυλότητι δὲ πάντως ἡ ὑπεροχὴ, καὶ ἐν ὑπεροψίαις τὸ πλεονέκτηνα. ἢ τάχα που καὶ κατ᾿ ἰσχὺν τὸ τῆς ἐνούσης [*](d) αὐτοῖς ἀγριότητος μέτρον. ὑπέροπτα γὰρ τὰ δαιμόνια, καὶ γοῦν ἀντεξάγει Θεῷ, καὶ τὴν αὐτῷ πρέπουσαν δόξαν ἑαυτοῖς ἀνάπτειν ἐπείγονται. πλὴν διεθρύβησαν βιᾳ. συνθραύονται γὰρ ἐν δυνάμει Kριστοῦ, καὶ κεχωρήκασιν εἰς τὸ μηδὲν, καὶ ὑπὸ πόδας τέθεινται τῶν πεπιστευκότων. ὄρος δέ που καὶ ἑτέρωθι κατωνόμασται πάλιν ὁ σατανᾶς, πρὸς ὃν ἔφη που ὁ Θεὸς διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς ἐκ προσώπου [*](Hier. xxviii. 25.) τοῦ Ναβουχοδονόσορ “ Ἴδου ἐγὼ ἐπὶ σὲ τὸ ὄρος τὸ [*](c) “διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν.”

Ἐτάκησαν βουιὼ αἰώνιοι.

Μνημονεύσας αἰνιγματωδῶς τῶν πονηρῶν καὶ ἀντικει- [*](3. εἰς prius om. D. 5. καὶ τὴν τοῖς παροτρ. πρέπ. δίκην. om. Β. 7. τισὶ τὸ ὄμμα inv. οrd. a. 9. διεθρύβη Β.D. διεθρύβησαν (cmittens τὰ ὄρη βίᾳ) a. διετρίβη Edd. 10. ἐν αὐτοῖς Β. D.a.b. ἐν ἑαυτοῖς Edd. 13. πλεονέκτημα] + ἑλόντας a. 14. ὑπέροπτα] ὑπέροπλα Edd. 15. ἀντεξάγειν iid. 16. ἐπείγοντοι ἀνάπτειν inv. ord. D. διεθρύβησαν B.D.a. διετρίβησαν Edd. συνθραύονται D.a. Edd. συντρίβονται Β. 17 ἐν om. D. 18. ὑπὸ πόδας B.D.a. [ὑποπόδας Β.] ὑποπόδιον Edd. 18—22. Quae sequuntur ὄρος δέ που—τὴν γῆν om. B. 19. πάλιν om. D. 20. ὁ et τῆς τοῦ assumpta ex D. ἐκ προσώπου D. ἐν προσώπῳ Edd. 21. ἐπὶ D. (41, 228) πρὸς Edd.)

139
μένων δυνάμεων, αἳ καὶ ἀντιπράττουσι τῇ δόξῃ τοῦ Χριστοῦ, καταστρέφουσαι πρὸς ἁμαρτίαν τοὺς ἐπὶ τῆς γῆς, εἰσκεκόμικεν ἀναγκαίως καὶ τῆς Ἰουδαίων Συναγωγῆς τοὺς προεστηκότας, οὓς καὶ βουνοὺς ὀνομάζει, διάτοι τὸ ἦρθαι δοκεῖν ὑψοῦ καὶ ὑπερκεῖσθαι τῶν ἄλλων, κατά γε τὴν τάξιν τῆς ἱερουργίας καὶ τὴν ἐντεῦθεν τιμήν. αἰωνιους δέ φησιν αὐτοὺς, [*](a 561 A.) διὰ τὸ τοῦ πράγματος διηνεκές· ἀκατάληκτος γὰρ ἡ τοῦ Θεοῦ λειτουργία· δοξάζεται γὰρ ἐν παντὶ καιρῷ τε καὶ χρόνῳ. εἰ γὰρ καὶ πέπαυται τυχὸν τῆς ὡς ἐν σκιαῖς καὶ τύποις λατρείας ἡ δύναμις, ἀλλ’ οὖν ἡ τοῦ πράγματος φύσις μετακεχώρηκεν ἐπὶ τὸ ἄμεινον. λειτουργοῦσι γὰρ οὐδὲν ἧττον Θεῷ τῶν ἁγίων ἐκκλησιῶν οἱ προεστηκότες, καὶ τὴν ἀναίμακτον αὐτῷ τελοῦσι θυσίαν. αἰώνιοι τοιγαροῦν οἱ βουνοὶ διὰ τὸ τῆς λειτουργίας διηνεκές τε καὶ ἀκατάληκτον. πλὴν [*](b) τοῖς ὄρεσι τοῖς νοητοῖς ὁμοῦ συνεθραύσθησαν, καὶ τοῖς ἔθνεσι συνετήκοντο. ἐπειδὴ γὰρ πεφρονήκασι τὰ τοῖς δαιμονίοις ἁνδάνοντα, καὶ τὸ τῷ διαβόλῳ δοκοῦν πεπληρώκασι, σταυρῷ παραδόντες τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ κατὰ πολ- [*](Acta SS. App. iii. 15.) αὐτῷ τρόπους ἐμπαροινήσαντες, ταύτῃτοι δικαίως τὴν αὐτὴν ἐκείνοις ἀνατλάντες δίκην καθῄρηνται καὶ πεπτώκασι, καὶ ᾗ φησιν ὁ προφήτης “Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔστιν [*](Amos v. 1, 2.) “ὁ ἀναστήσων αὐτόν.”

Πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.

[*](c)

Πορείας ἔσθ’ ὅτε καὶ ὁδοὺς καὶ τρίβους, τὰς θείας ἐντολὰς ὀνομάζειν ἔθος τοῖς ἱεροῖς γράμμασιν, ὁποῖόν ἐστι τὸ διὰ [*](1. τοῦ assumptum ex Β. 2. καταστρέφουσαι] κατασύρων φησι (in ras.) Β. 6. τὴν ἐντ’. τιμὴν D. τῆς ἐντ’. τιμῆς Β. Edd. 7. Haec ἡ τοῦ Θ. λ. δοξάζεται γὰρ accesserunt ex D. 14. πλὴν] + ὅτι a. 15. τοῖς D. ὄρεσιν D. συνεθρίβησαν (sic) D. 16. συνετήκοντο B.D.a. συνετάκησαν Edd. πεφρονήκασι τ. τ. δ. ἁνδ. καὶ om. D. τοῖς assumptum ex Β. 21. ὁ assumptum ex B.D. καὶ post ἔπεσεν addit Aub. 23. αὐτοῦ om. F. Edd. (68, 97, 153, 228.) 24. τὰς B.D. κοὶ Edd. θείας] + ἡμὶν iid. ὀνομάζ. ἐντ. inv. ord. D. )

140
[*](Hier. vi. 16.) φωνῆς Ἱερεμίου “Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρί- “βους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ “καὶ βαδίζετε ἐν αὐτῇ καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς “ὑμῶν·” καὶ μὴν καὶ διὰ φωνῆς τοῦ μακαρίου Δαυείδ [*](Ps. cx viii. 32.) “Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν “μου.” ἐτάκησαν δὴ οὖν βουνοὶ, φησὶ, τουτέστιν, οἱ παρὰ [*](d) τοῖς Ἰουδαίοις τὴν τοῦ καθηγεῖσθαι λαχόντες δόξαν, καὶ τὰ τῆς κατὰ νόμον ἱερουργίας ἀνημμένοι αὐχήματα. τὰς γάρ τοι πορεἰας, ἤτοι τὰς ἐντολὰς τοῦ Ἐμμανουήλ· δῆλον δὲ ὅτι τὰ εὐαγγελικὰ θεσπίσματα· καὶ τῶν ἀρχαίων χρησμῳδημάτων τὴν ἀσυγκρίτως ἀμείνω τε καὶ φανοτέραν παίδευσιν ἀντὶ κόπων εἶδον, τουτέστιν, ἡγήσαντο φορτικὴν καὶ ἱδρῶτος ἔμπλεω, καίτοι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν [*](S.Matth. xi. 28-30.) Σωτῆρος Χριστοῦ “Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ [*](e) “πεφορτισμένοι, κἄγω ἀναπαύσω ὑμὰς. ἄρατε ’τον ζυγόν “μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ “ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς “ὑμῶν. ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον “ἐλαφρόν ἐστι.” δύσοιστον δὲ καὶ ἑτέρως ἐποιοῦντό τινες τὰς πορειας αὐτοῦ, δι’ ὧν ἦν δύνασθαι διάττειν εὐκόλως εἰς ζωὴν αἰώνιον. ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τῆς μυστικῆς εὐλογίας τὴν δύναμιν ἥτις ποτε ἐστι διεσάφει [*](S. Joan. vi. 53.) λέγων “Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν [*](562 A. a) “τοῦ υἱοῦ του ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ “ἔχετε ζωὴν ἐν ἑαυτοῖς.” οἱ δὲ τῶν οὕτω σεπτῶν ἀκροώμενοι [*](Ib. 60.) λόγων παραληροῦντες ἔφασκον “Σκληρός ἐστιν ὁ λόγος [*](1. τοῖς ὁδοῦ (sic) D. 2. Κυρίου om. D. ἡ ἀγαθὴ ὁδὸς D. 3. ἁγιασμὸν D. (Alex.) 6. οἱ βουνοὶ D.a. φησι om. D. habet a. ἤγουν pro τουτέστιν D. 7. καὶ τὰ—αὐχήματα om. D. τὰ post ἀνημμ. tr. a. 8. αὐχήματα B.a. καυχήματα Edd. 9. Ἐμμανουὴλ] κυρίου a. invitis D.b. δηλονότι pro δῆλον δὲ ὅτι D. 11. ἀσυγκρίτως om. D. φανερωτέραν D. 12. τουτ. ἤγης. φορτικὴν] φορτ. δηλονότι ἤγης. D. 13. ἔμπλεω D. a (manu prima) ἐπλεων a (ν suprascr. manu sec.) Edd. καίτοι] + γε Edd. inv. B.D.b. 14. μὲ oin. D. πάντες accessit ex B.D. 19. δύσοιστον a. Edd. δυσοιστοὺς D. καὶ assumptuni ex B.D.a. τινες ἐποιοῦντο inv. oid. D. 20. αὐτοῦ B.D.a. αὐτῶν Edd. διάττειν εὐκόλως hoc ordine D.a. 21. ὁ alt. assumptum ex B. 22. διασαθεῖ D. 23. ὁμὴν alt. accessit ex B. ἀμὴν ἀμ. λ. ὕμιν om. D.)
141
“οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; πῶς δύναται ἡμῖν οὗτος [*](S. Joan, vi. 52. ) δοῦναι τὴν σάρκα φαγεῖν;" ἐπεμαρτύρατο δὲ λέγων ὁ Εὐγγελιστὴς ὅτι “Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ [*](Ib. 66.) ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπά- “τουν.” ὅτε καὶ αὐτοῖς τοῖς μαθηταῖς προσετίθει Χριστὸς τὸ, εἴπερ ἕλοιντο καὶ αὐτοὶ ἀποφοιτᾶν αὐτοῦ λέγων “Μὴ καὶ [*](b Ib. 67.) ὑμεῖς θέλετε ὑπάγειν;” προσυπήντα γεμὴν ὁ Πέτρος διακεκραγώς “Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥή- [*](Ib. 68.) “ματα ζωῆς αἰωνίου ἔχεις.” οὐ γὰρ τεθέανται τὰς ἀντὶ κόπων αὐτοὶ, ἀλλ’ ἦν ἡδύς τε αὐτοῖς καὶ ἀξιάκουστος ἀληθῶς ὁ λόγος. αἰωνίους δὲ τὰς πορείας εἶναί φησιν. πεπαύσεται γὰρ οὐδαμῶς, παρατενεῖ δὲ μᾶλλον εἰς αἰῶνα τὸν ἐνεστηκότα, καὶ μέχρι παντὸς στήσεται τὸ εὐαγγελικόν τε καὶ σωτήριον κήρυγμα, καίτοι τῆς ἀρχαιοτέρας καὶ νομικῆς παλαιωθείσης ἐντολῆς, καὶ τὸ ἄμεμπτον οὐκ ἐχούσης, [*](c Heb. viii. 13. 7.) καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ διὰ τοῦτο τῆς δευτέρας εἰσκεκομισμένης, “ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις” [*](Ib. 6.) νενομοθετῆσθαι λέγεται. καὶ γοῦν ὁ θεσπέσιος Δαυεὶδ ἐν πνεύματι προανακέκραγε λέγων πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν “Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς [*](Ps. cxviii. 142.) ’τον αἰῶνα, καὶ ο νόμος σου ἀλήθεια. οὐ μεμένηκε γὰρ, ὡς ἔφην, τὰ ἐν σκιαῖς, ἀλλὰ καὶ κατέληξαν μὲν οἱ τύποι, διαπέπηγε δὲ τὰ Χριστοῦ, καὶ μέχρι παντὸς τὸ ἀκράδαντον [*](d) ἔχει.

Σκηνώματα Αἰθιόπων πτοηθήσονται, καὶ σκηναὶ γῆς Μαδιάμ. Τὰ χρηστότερα τῶν διηγημάτων ἀεί πὼς ἔχει τὸ ἀξιά- [*](1. οὗτος prius om. Β. 2. τὴν σάρκα δοῦναι inv. ord. D. Statim αὐτοῦ add. Edd. inv. B.D. 3. πολλοὶ ἐκ τούτου et περιεπάτουν μετ’ αὐτοῦ inv. ord. D. 5. προσετίθει D. Edd. προετίθει Β. Statim ὁ addit D, 7. προσηπήντα (sic) Edd. 8. ὡδὶ κεκραγὼς pro διακεκρ. D. 11. εἶναί φησιν hoc ord. a.b. φησιν εἶναι D. Edd. εἶναι om. B. 12. παρατενεῖ a. Edd. παρατείνει D.b. παραμενει B. 14. τε assumptum ex D. ἀρχαιότητος (sic) D. 16. καθό Β. ὡς D. καθώς Edd. Haec ὁ σοφώτατος accesserunt ex B.D. 18. νενομοθετῆσθαι] correxi ex D. νενομοθετεῖσθαι Edd. 18—24. Haec καὶ γοῦν—τὸ ἀκράδαντον ἔχει om. 19. προανακέκραγε D. προανεκεκράγει Edd. 20. τὸν om. D. 22. καὶ assumptum ex D. 23. τὰ] + διὰ D. invito a. 26. χρηστὰ D.)

142
κουστον, καὶ ἀπροσκορῆ τὴν ἐπαγγελίαν, κἂν εἰ διὰ τῶν αὐτῶν τις ἴοι ῥημάτων. προαφηγησάμενος τοίνυν τῶν ἀντικειμένων δυνάμεων τὴν εἰς τὸ ἄναλκι φορὰν, καὶ παραδείξας αὐτὰς ὡς ἐν ὁμοιώματι τῶν ἐθνῶν τηκομένας, καὶ μὴν καὶ ὡς ὄρη συντριβομένας, παρεικάζει πάλιν αὐτὰς τοῖς ἀλλοφύλοις, [*](c) οἳ τῆς Ἰουδαίων κατεστρατεύοντο γῆς. οὗτοι δὲ ἦσαν οἵ τε πρὸς ἠῶ καὶ νότον Αἰθίοπες τὴν Ἰνδικὴν προσοικοῦντες θάλασσαν, καὶ μέντοι καὶ Μαδιηναῖοι, καὶ αὐτοὶ τὴν ὅμορον οἰκοῦντες ἔρημον. πτοηθησονται τοίνυν, φησὶν, οἱ τῆ ἁγίᾳ μαχόμενοι πόλει, ἵνα νοῶμεν τὴν νοητὴν Σιῶν, ἥτις [*](1. S. Pet. ii. 9.) ἐστὶν Ἐκκλησία Χριστοῦ, ἢν οἰκοῦσιν οἱ ἅγιοι, καὶ τὸ ἀπόλεκτον γένος, ὡς ἐν τύπῳ πάλαι τῷ Ἰσραὴλ, καθὸ καὶ ἑρμηνεύεται Νοῦς ὁρῶν Θεὸν ὁ Ἰσραήλ. τεθαύμασται δὲ [*](563 A. a) καὶ ὁ Ναθαναὴλ, ὡς “ἀληθῶς ὢν Ἰσραηλίτης, ἐν ᾧ δόλος [*](S. Joan. i. 48.) “οὐκ ἔστιν. οὐκοῦν ὡς ἐν εἰκόνι καὶ τύποις τοῖς Αἰθιοψι καὶ Μαδιηναίοις, οἳ τὸ ἀπόλεκτον ἀεὶ κακοῦν ἤθελον γένος, τουτέστι τὸν Ἰσραὴλ, τὰ τῶν δαιμονίων συνήσομεν στίφη, τὰ τοῖς ἁγίοις ἀνθεστηκότα. φαίη δ’ ἄν τις καὶ ἑτέρως Αἰθίοπας ὀνομάζεσθαι τοὺς εἰδωλολάτρας, οἷς ὁ βίος ἐστὶ σαρκικὸς, γεώδης τε καὶ ἐν ἀκαθαρσίαις· Αἰθίοπες δὲ οἱ τοιοῦτοι· τὸ γάρ τοι θεῖον εἰς νοῦν οὐκ ἔχουσι φῶς, ἀλλ’ [*](b) εἰσὶ μονονουχὶ μέλανες τὴν καρδίαν καὶ κατεσκοτισμένοι τὰς φρένας, οἷς καὶ ὁ δράκων εἰς κατάβρωσιν δεδόσθαι λέγεται. ψάλλει γάρ που καί φησιν ὁ Δαυεὶδ πρὸς τὸν [*](Ps.lxxiii. 14.) τῶν ὅλων Θεόν “Σὺ συνέτριψας τὴν κεφαλὴν τοῦ δρά- “κοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. ὥσπερ γὰρ ἡμεῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ Λόγον πνευματικὴν καὶ ἁγίαν πεποιήμεθα τροφὴν, οὕτω καὶ οἱ φιλαμαρτήμονες [*](1. ἀπροσκορεῖ D. εἰ om. D. 2. ἴη D. 4. ὁμοιώσει D. 7. οἵ τε D, οἱ ποτὲ B. Edd. 8. καὶ secundum assumptum ex D. τὴν ὄμ. καὶ αὐτοὶ inv. ord. D. 12. τῶ B.D.a. ὁ Edd. καθὸ Β. καθ’ ὃ D.a. καθὼς Edd. 13. ὁρῶν] + τὸν a. ὁ assumptum ex D.a. 14. ὢν assumptuin ex D. ἐν ὧ δόλος οὐκ ἔστιν om. B. 15. τύποις D. Edd. τύπῳ Β. 16. οἳ D. ὅτι Β. Eild. 17. δαιμονίων B.D. δαιμόνων iid. 20. οἱ assumptum ex Β.a.b. deest in 1). 17. εἰς κατάβρωσιν B. κατάβρωσις Β. εἰς κατάβρωμα Edd. 25. τὴν κεφαλὴν B.D. cf. supra 121 b. τὰς κεφαλὰς Edd. 28. πεποιήμεθα habet D.)
143
καὶ τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκότες μονονουχὶ σιτοῦνται τὸν σατανᾶν, αὐτὸν ἔχοντες εἰς νοῦν, καὶ τὰ αὐτοῦ φρονοῦντες c καὶ λέγοντες. Μαδιηναῖοι δὲ πάλιν εἶεν ἃν, ὡς ἔφην,
144
βαλὼν, οὐχ ὕδασι τὴν ἰδίαν ἐπιχέων ὀργὴν, οὐ θαλάσσης κύματα διελὼν, οὐκ ἀνθρώποις ὄλεθρον ἐπιφέρων· ἀποκτείνας [*](564 A. a) ἃς δὲ μᾶλλον αὐτὸν τὸν μιαιφόνον δράκοντα, καὶ τὴν παρ’ αὐτοῦ τε καὶ δι’ αὐτὸν ηὑρημένην καθελὼν ἁμαρτίαν, καὶ τὸ δυσάντητον τοῦ θανάτου καταλύσας κράτος, καὶ καλέσας ἅπαντας εἰς θεογνωσίαν, διὰ τῶν ἁγίων Ἀποστόλων, οἳ πᾶσαν ἐκπεριθέοντες τὴν ὑπ’ οὐρανὸν, καὶ τὸ τοῦ Χριστοῦ περιφέροντες ὄνομα, καὶ μάλα δικαίως, κατεθαυμάζοντο. ὦ τοίνυν Δέσποτα, φησὶν, ἀξιάκουστα λίαν τὰ ὧν αὐτὸς γέγονας αὐτουργὸς, καὶ πολὺ τὸ ἄμεινον ἔχοντα τῶν διὰ [*](b) Μωυσέως τὰ παρὰ σοῦ πάλιν κατωρθωμένα. οὐ γὰρ ποταμοῖς ἐποίσεις ὀργήν· οὐχ ὁρμήσεις κατὰ θαλάσσης· οὐκ ἐν ἐκείνοις· πόθεν; τῆς σῆς θεοπρεποῦς ἐξουσίας διαλάμψει τὸ θαῦμα· ἀλλ’ ἐπιβήσῃ μᾶλλον ἐπὶ τοὺς ἵππους σου, και η ιππασια σου σωτηρια. τινες ο ἀν’ εἶεν οἱ ἵπποι πάλιν; οἱ μακάριοι μαθηταὶ Ἀπόστολοί τε καὶ Εὐαγγελισταὶ, οἱ τοῖς θείοις αὐτοῦ θελήμασιν ὁλοτρόπως ὑπεζευγμένοι, οἱ τρυφεροὶ καὶ εὐήνιοι καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως [*](c) ἔχοντες τῶν δοκούντων αὐτῷ, οἱ Χριστὸν ἔποχόν τε καὶ ἡνίοχον ἔχοντες, ὧν εἷς ἐστὶ καὶ ὁ μακάριος Παῦλος, περὶ [*](App. SS. App. ix. 15.) οὗ φησιν αὐτός “Ὅτι σκεῦος ἐκλογῆς ἐστί μοι οὗτος “βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν.’’ ὀξεῖς δὲ λίαν οἱ ‘ίπποι, περινοστοῦντες ἅπασαν τὴν ὑπ’ οὐρανόν. οὕτω [*](Ps Ixvii. 18.) καὶ “Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον εἶναι λέγεται, “δας ἔχον εὐθηνούντων.’’ πλεῖστοι γὰρ ὅσοι κατὰ καιροὺς, [*](1. ἰδίαν] οἰκεῖαν b. θαλάττης b. 2. οὐκ—ἐπιφέρων om. D. habet b. 4. ηὑρημένην] Sic edidi. εὑρημένην D. ἠδρυμένην Β. ἵδρυμ’. Edd. 7. ἐμπεριθ. D. τοῦ assumptum ex Β. 9. αὐτὸς om. D. habet b. 11. τὰ assumptum ex Β. deest in D.a. πάλαι D.a. κατωρθωμένα Β. κατορθωμάτων D. κατωρθωμένων a. Aub. κεκατ. Pont. 13. ἐκείνοις πόθεν;] Sic correxi ex a. ἐκείνοις ποθὲν D. Edd. 16. μαθηταὶ] Sic a. Edd. προφῆται D.b. 19. τε om. D.b. habent B.a. Haec καὶ ἡνίοχον assumpta ex B.D.a.b. post ἔχοντες tr. D. 20. ὧς pro ὦν Edd. ante Migne. ἐστὶ Β. Edd. ἦν D. 21. μοι ἐστὶν inv. ord. D. οὗτος om. D. 22. Citat ὀξεῖς λίαν οἱ ἵπποι inter scholia in Psalmos a fol. 299 V. δὲ assumptum ex B.D. δὴ om. D. 23. τοιοῦτοι pro ἵπποι D. πᾶσαν D. a l. cit. 24. Haec τοῦ Θεοῦ accesserunt ex B.D. a l. c. χιλιάδας] μυριάδας Β. χιλιάδας Β mg, 25. ἔχον om. D. εὐθηνούντων B.D. a l. c. (Vat.) εὐθυνούντων Edd.)
145
καὶ μετ’ ἐκείνους γεγόνασι λαῶν ἡγούμενοι καὶ τῆς διανοίας τὸν αὐχένα ταῖς τοῦ Σωτῆρος ὑπέχοντες ζεύγλαις, καὶ τοῖς ἁπανταχῆ τὴν δόξαν αὐτοῦ περιφέροντες, καὶ τὸν τῆς ἀληθείας [*](2 Tim. ii 15.) ὀρθοτομοῦντες λόγον, καὶ οἷον ἅπασαν ἱπποκροτοῦντες [*](d) τὴν γῆν. σωτηρία δὲ τῶν ἵππων ἡ ἱππασία ἔτρεχον γὰρ οὐ μάτην, ἀλλ’ ἵνα σώσειαν πόλεις, χώρας τε ὁμοῦ καὶ ἔθνη, καταστρέφοντος τοῦ χριστοῦ τὰς τῶν δαιμόνων ἀρχὰς, οἳ πᾶσαν, ὡς ἔπος εἰπεῖν, τὴν γῆν διενείμαντο, τοῖς ἰδίοις θελήμασιν ὑποφέροντες τοὺς κατοικοῦντας αὐτήν. ἐπειδὴ δὲ ἔμελλον διαπίπτειν αἱ πάλαι τῶν δαιμόνων ἀρχαὶ, ταύτῃτοί φησιν εἰκότως Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ τοὶ σκῆπτρα. ὁρμήσει γὰρ, καθάπερ ἔφην ἀρτίως, οὐκ ἐν ποταμοῖς ἢ θαλάσσαις, [*](e) ἀνατρέψει δὲ μᾶλλον τῶν δαιμονίων τὰ σκῆπτρα.

Ποταμῶν ῥαγήσεται γῆ, ὄψονταί σε κὼ ὠδινήσουσι λαοί· σκορπίζων ὕδατα πορείας αὐτοῦ.

Διαμέμνηται πάλιν τῶν τοῦ Σωτῆρος κατορθωμάτων, καὶ τοῖς ἄλλοις ἔθνεσι, καθ’ ὧν τὸ τόξον ἐντείνεται, ἤγουν ἐνταθήσεται, λέγει προστεθήσεσθαι καὶ τὴν τῶν ποταμῶν τάχα που τὴν τῶν Βαβυλωνίων ὑποδηλῶν· ὑπ’ αὐτὴν γὰρ [*](a 565 Α.) ἐτέλει τὸ τηνικάδε καὶ ἡ μέση τῶν ποταμῶν· ἵνα διὰ τούτου πάλιν ὡς ἐξ εἰκόνος ἐχθρῶν αἰσθητῶν, καὶ ἡ τῶν νοητῶν καὶ ἀοράτων πληθὺς σημαίνηται, πρὸς ἣν τοῖς ἁγίοις ἡ πάλη. [*](Eph. vi. 12.) κέκρυπται δέ πὼς ἀεὶ τῶν προφητῶν ὁ λόγος. οὐκοῦν ὡς [*](2. τοῖς ἁπανταχῆ B.D. a l. C. γῆς ἁπανταχοῦ Edd. 4. ἅπασιν D. ἅπαν a l. C. ἰπποκροτοῦντες Β. ἱπποκρατοῦντες D. a l. c. Edd. 5. ἢ ἱππασίας Edd. invitis B.D.a.b, 6. πόλεις] πόλεις· πολλὰς D. ὁμοῦ καὶ ἔθνη hoc ordine D.a. 7. τοῦ assumptum ex D.a. δοιμονίων Β. οἳ πᾶσαν] ἅπασαν Β. οἵτινες ἅπασιν D. 8. ἔπος om. D. εἰπεῖν om. B. 10. τοι assumptum ex B.D.b. 11. τὰ assumptum ex b. deest in D.a. σκῆπτρον Edd. invitis B.a.b. 14. ποταμοὶ ῥαγήσονται· γῆ D. (sol.) 15. αὐτοῦ om. Β. (Vat.) invito F. (XII.) 16. Διαμέμνηται D. Μέμν. 18. λέγει λέ] D. φησὶ Edd. 19. τῶν assumptum ex D. ὑπ’ αὐτὴν γὰρ ἐτἐλει B. ὐπ’ αὐτοὺς γὰρ ἦν D. αὐτὴ γὰρ Edd. 21. εἰκόνος αἱ (sic) αἰσθητῶν ἐχθρῶν D. Statim assumpta καὶ ex D. ἡ τῶν ex B.D. 22. δύναμις pro πληθὺς D. σημαίνεται D. )

146
ἐκ μέρους τῆς μέσης τῶν ποταμῶν, ἢ Βαβυλωνίων σημαίνεται γῆ, καὶ δι’ αὐτῆς αἰνιγματωδῶς ἡ τῶν δαιμονίων ἀγέλη.

Ἢ τάχα τι καὶ ἕτερον ὁ προφητικὸς ἡμῖν λόγος. ποταμῶν γὰρ ἔοικε γῆν ἀποκαλεῖν τὴν Ἰουδαίαν, διά [*](b) τοι τὸ πλείστους ἐν αὐτῇ γενέσθαι προφήτας, ποταμῶν δίκην τὸ ἔθνος κατάρδοντας, καὶ οἷον θείοις νάμασιν ἐπικλύζοντας. [*](Ps. xcvii. S.) περὶ ὧν οἶμαί που φησὶ καὶ ὁ μακάριος Δαυείδ “κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό·’’ καὶ μὴν καὶ διὰ [*](Es. xliiii. 20, 21.) Ἡσαΐου Θεός· “Εὑλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες “καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ, “ποταμοὺς ἐν γῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ “λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου [*](Ps. xxxv. 9. c) ὁ μὲν γὰρ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς τάχα που χειμαρῤους τρυφῆς ὠνόμασται, καὶ ἔστιν ἀληθῶς, καὶ μέντοι καὶ [*](Es. lxvi. 12.) ποταμός· ἔφη γάρ που περὶ αὐτοῦ διὰ φωνῆς ἁγίων “Ἰδοὺ “ἐγὼ ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς “μάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν.’’ εἴρηται δὲ καὶ [*](Ps. xlv. 5.) φωνῆς τοῦ Δαυείδ “Τοῦ ποταμοῦ τὰ ὁρμήματα “τὴν πόλιν τοῦ Θεοῦ.’’ Λυπεῖ δὲ οὐδὲν καθ’ ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ αὐτοὺς τοὺς ἁγίους ὀνομάζεσθαι ποταμοὺς, ἅτε δὴ συμμόρφους [*](S. Joan. i. 9. S.Matth. 14. d) γεγονότας αὐτῷ νοητῶς. ὥσπερ γάρ ἐστι τὸ φῶς μὲν αὐτὸς τὸ ἀληθινὸν, ἔφη δέ που τοῖς ἁγίοις ἀποστόλοις “Ὑμεῖς “ἐστε τὸ φῶς τοῦ κόσμου·’’ οὕτω καὶ ποταμὸς ὑπάρχων αὐτὸς καὶ μέντοι καὶ ὕδωρ ζῶν, χαρίζεται τὸ τοῖς ἴσοις ἐπισεμνύνεσθαι καὶ τοῖς ἁγίοις. ἡ τοίνυν γῆ τῶν νοητῶν [*](1. μέρους accessit ex B.D. 2. γῆ om. D. 4. ὁ προφ. ἡμῖν hoc ordine D. 5. ἀποκαλεῖν τὴν Ἰουδαίαν D.a.b. ἀπολεῖν sic (syllaba s. f. lineae omissa) b.] τὴν Ἰουδαίαν καλεῖν Edd. 6. γεγενῆσθαι D. 7. κα οἷον—ἐπικλύζ΄. om. D. habent a.b. 8. που] πως Edd, αὖ pro μήν Statim καὶ assumptum ex D. 11. ἔδωκα babet D. 12. τὸ alt.] τὸν e suo Migne (cum sqq. conjungens). 14. ό alt. assumptum ex B. ἡμῶν Ἰησοῦς ὁ Xp. desunt in D. τάχα που assumpta ex D. 16. αὐτοῦ D. ἑαυτοῦ Edd, 21. καθ᾿ ὁμοίωσιν D. 23. αὐτοῦ (sic) Edd. αὐτῷ γεγ. inv. ord. 24. που assumptum ex D. ἁγίοις] + αὐτοῦ μαθηταῖς καὶ D. 25. κόσμου] τούτου D.)

147
ποταμων, τουτέστιν ἡ Ἰουδαία, πιεῖν οὐκ ἀνασχομένη τὸ ὕδωρ τὸ ζῶν, καὶ τὸν τῶν ἁγίων προφητῶν οὐκ εἰσδεξαμένη λόγον, οὔτε μὴν τὸν διὰ Μωυσέως· εἰ γὰρ ἐπίστευσαν [*](s. Joan. v. 46.) Μωυσεῖ, ἐπίστευσαν ἂν τῷ χριστῷ, περὶ γὰρ αὐτοῦ ἐκεῖνος γέγραφε· ῥαγησεται, τουτέστι διψήσει. ῥήγνυται γὰρ ἡ διψῶσα γῆ.

Καταθαυμάζει δὴ οὖν ὁ Προφήτης, καὶ οἷον ἐν ἤθει Φησίν [*](e) Ἡ πάλαι πολλοὺς ἔχουσα ποταμοὺς, καὶ τῶν θείων δαψιλεστάτην τὴν χορηγίαν, διψὰς καὶ ἀνάρδευτος ἔσται γῆ. ἐπειδὴ ’δε σε, φησὶν, ὦ Δέσποτα, τεθέανται νοητῶς ἐπιφανέντα λαοὶ, τουτέστιν, οἱ ἐξ ἐθνῶν συνέντες τὸ ἐπὶ σοὶ μυστήριον, ἔλαβον εὐθὺς ἐν ὠδῖσι τὸ ἀγαθὸν, ἔγκαρποι τε γεγόνασιν. ἁρμόσειε δ’ ἃν αὐτοῖς καὶ λέγειν “Διὰ τὸν [*](Es. xxvi. 18.) “φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ “καὶ ἐτέκομεν. πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς [*](a 566 Α.) γῆς. οἱ γὰρ Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγραψάμενοι τὸν Εμμανουὴλ, τὸν θεῖον ὠδίνουσι φόβον, καὶ πᾶν αὐτοῖς ἔσται κύημα νοῦ καρπὸς ἀρετῆς, καὶ εἰς πνεῦμα σωτηρίας ἐκτελευ- τήσει τὸ σπούδασμα· οὐκοῦν ὅψονταί σε καὶ ὠδινήσουσι λαοὶ τὸ σὸν ἐκπίνοντες νᾶμα, καὶ τοῖς εὐαγγελικοῖς νάμασιν ἐκμεμεθυσμένοι. προσῄεσαν γὰρ φιλοτίμως λέγοντι “Εἴ τις [*](S. Joan. vii. 37.) “διψᾷ, ἐρχέσθω πρὸς μὲ καὶ πινέτω,’’ ἦσθα γὰρ, οὕτω πλουσίοδωρός τε καὶ ἀγαθὸς, ὡς καὶ ἐν αὐταῖς ταῖς [*](b) πορείαις σκορπίζειν ὕδατα, τουτέστι, τὸν ζωοποιὸν τῆς εὐαγγελικῆς παιδεύσεως λόγον ὡς γάρ φησιν ὁ Ματθαῖος “Περιῆγεν ὁ Ἰησοῦς πάσας τὰς πόλεις καὶ τὰς κώμας, [*](S. Matth. ix. 35.) “διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων “εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν [*](1. ἀνεχομένη, Edd. invitis B.D.a.b. 3. διὰ assumptum ex b. ἐπίστευον pro ἐπίστευσαν b. 4. τῶ D.b. καὶ Edd. περὶ γὰρ αὐτοῦ ἐκ γέγραφε om. Β. 5. διψήσεται Edd. invitis B.D.a.b. 7. δὴ om. D. οἱονεὶ pro οἶον ἐν ἤθει D. 9. διψήσει D. 10. ὦ deest in Edd. 11. τουτέστιν om. D. 15. σου] + ὃ D. ἐποιήσαμεν b. Edd. cf. De Ad. 260 d. Glaph. 200 e. Cod. melior. ἐκυήσαμεν B.D. (24. 36.) 20. ἐκπίνοντες D. ἐκπιόντες Edd. 22. Haec καὶ πινέτω accesserunt ex B.D. ἦσθα D.a.b. ἦν Β. Edd. φησὶν assumptum ex b. 24. σκορπίζεις )

148
“καὶ πᾶσαν μαλακίαν ἐν τῶ λαῷ.” τοῦτο οἶμαί σκορπίζων ὕδατα πορείας αὐτοῦ. ὅτι δὲ τῆς θεοπνεύστου διδασκαλίας ὁ λόγος ὕδωρ ὠνόμασται πανταχοῦ παρά γε [*](c) τοῖς ἱεροῖς γράμμασι, πῶς ἔστιν ἀμφιβαλεῖν;

Ἔδωκεν ἡ ἄβυσσος φωνἠν αὐτῆς, ὕψος φαντασίας αὐτῆς. ἐπήρθη ὁ ἥλιος, κὼ ἡ σελήνη ἔστη ἐν τῇ τάζει αὐτῆς εἰς φῶς.