In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Καὶ ἀπεκρίθη Κύριος πρὸς μέ καὶ εἰπε Γράψον ὅρασιν σαφῶς εἰς πυξίον, ὅπως δωκῃ ὁ ἀναγινώσκων αὐτά. διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας καἰ οὐκ εἰς κενόν.

Γραφῇ κελεύει παραδοῦναι τὴν ὅρασιν, ἤτοι τῶν ἐσομένων τὴν ἀποκάλυψιν· ἀξιάκουστον γὰρ τὸ χρῆμά ἐστι, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων· φιλεῖ δέ πὼς ἀεὶ τῶν γραμγυπὸς] [*](2. ἀετῶν D. (55. al.) τὰ om. D. πέτανται Β. (110. al.) de Ad. 28 a. (Cod. UQUs) 223 a. πέτονται D. Edd. θῶ D. ὄνω Edd. 5. φησὶν ante ἐπὶ tr. Edd. invitis D.b. τὴν assumptum ex D.b. ἐν τριβῷ Edd. συνήθη B. συνῆ. θὼς b. συνηθείᾳ D. συνηθείᾳ Edd. νῆψιν post ἐμ. tr. D.b. 8. ἑδραιοτάτην B.b. ἑδραιότητά D. Edd. 9. νοητῶς Om. D. 10. ὁποῖοι περ D. habet νοητῶς οἵπερ b. παρὰ Θεοῦ λόγοι inverso ordine D.b. τίνα pro τί D. inv. b. 14. Κύριος πρὸς μὲ B.D. (Alex. XII.) πρὸς μὲ Κύριος Edd. (Vat. ℵ) ὅρασιν] + καὶ D. Edd. καὶ om. B.F. (22. al.) ἐπὶ B. D. (Alex. XII.) εἰς Edd. (Vat. ℵ) 15. πυξίου Β. ὁ Om. D. l6. καιρὸν] + μακρὸν Β. (22. al.) 17. παραδ. κελ. inv. ord. D. 18. ἀξιακουστὸν—ἡ προάγγελσις om. D. pro quibus haec dat: μὴ μόνοις φησὶ τοῖς νῦν περὶ τούτων ἐνδοιάζουσι προσενέγκοις λόγον, ἀλλὰ καὶ τοῖς ἐσύστερον (= εἰς ὕστ.) ἐσομένοις, ἐνδοιάζουσι τὴν περὶ τούτων μνήμην παράπεμψον· μᾶλλον δὲ ἐκείνοις, ἢ τούτοις ἁρμόζει τὰ ῥη- θησόμενα· μετὰ συχνὸν γὰρ χρόνον δέξεται πέρας ἡ προφητεία. εἶτα παραινοῖ τὸ τέλος προσμένειν, καὶ μὴ ἐνδοιάζειν διὰ τὸν ἐν μέσῳ δαπανώμενον χρόνον· (e Theodorito ad loc.) ἡ μὲν γὰρ δράσις (93. 7.) D. 19. τῶν γραμμάτων ἠρμένων] τοῖς γράμμασιν ἠρμένον Edd.)

93
μάτων ἠρμένων πρὸς τὸ ἐξαίρετον μακραῖς καὶ ἀτελευτήτοις μνήμαις τιμᾶσθαι. γράφε δὴ οὖν, ὦ Προφῆτα, φησὶ, τὴν [*](a 533 A.) ὅρασιν, ὡς ἂν οἱ κατὰ καιροὺς εἰδεῖεν τὰ προηγγελμένα, καὶ τοῖς σοῖς περιτυγχάνοντες λόγοις διώκωσιν αὐτὰ, τουτέστιν ἐπιθυμῶσι νοεῖν τῶν ἐν αὐτοῖς τὴν δύναμιν, οὕτω τε πιστεύ- σειαν, ὅτι καὶ ἔσται που πάντως ἀληθὴς ἢ προάγγελσις. ἡ μὲν γὰρ ὅρασις εἰς καιροὺς, τουτέστιν εἰς ἀνάβλησιν καὶ ἀνοκωχὴν, καὶ βραχὺς μεταξὺ διιππεύσει χρόνος. ἐκτελευτήσει γεμὴν εἰς ἀλήθειαν καὶ οὐκ εἰς μακρὰν, κοί) οὐκ εἰς κενόν· ψευδοεπήσει γὰρ οὐδαμῶς ἡ ἀλήθεια· κενὸν δὲ καὶ μάταιον οὐκ ἃν γένοιτό τι τῶν παρ’ αὐτῆς λελαλημένων.

[*](b)

Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἑ αὐτῷ· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.

Οὐδένα σαφῶς ὀνομάσας, ὑπόμεινόν φησιν αὐτὸν, τουτέστι προσδόκα καὶ μέλλοντα, καὶ μὴ σκάζουσαν ἐπ’ αὐτῷ δέχου τὴν ἐλπίδα, βεβαίαν δὲ μᾶλλον καὶ ἐρηρεισμένην, κἂν εἰ γένοιτό c τις μεταξὺ χρόνου παράτασις. ἔοικε τοίνυν ὁ τῶν ὅλων Θεὸς ἐνηχῆσαι μὲν τῷ Προφήτῃ κατὰ τὸν νοῦν καὶ ἀποκαλύψαι μυστικῶς, ὡς ἥξει δὴ πάντως ὁ προηγγελμένος· προστάξαι γεμὴν ὑπομένειν αὐτὸν, διά τοι τὸν μεταξὺ τῆς μελλήσεως χρόνον, καθάπερ ἔφην ἀρτίως. εἰ γὰρ δὴ γένοιτό τις ὑποστολή τε καὶ ὄκνος τοῦ πεπιστευκότος, οὐκ ἄν εὐδοκησαιμι, [*](2. Προφῆτα]ξ προφήτης Edd. φησὶ om. Β. 8. ἀνοκωχὴν] Sic correxi. ἀνακωχὴν B.D. ἀνοχὴν (ἀναχὴν Pont.) Edd. καὶ βρ. μ. διϊππ. χρ. om. D. ἐκτελέσει Edd. 9. δὲ pro γεμὴν D. Haec καὶ οὐκ εἰς μακρὰν assumpta ex D. II. καὶ om. D. παρ’ αὐτοῖς (sic) Edd. λελαλημένων Β. λεγομένων D. λαλουμένων Edd. 13. ὁ assumptum ex B.D. (95, 130, 185, 311) in Es. 134 b. οὐ χρονιεῖ D. (42.) S. Cyr. 1. C. 14. καὶ ἐὰν pro ἐὰν B, 17. δέχου D. Edd. ἔχε B. 18. τις γένοιτο et παράτ. χρόνου inverso ordine D. 23. καθάπερ] ὡς D.)

94
φησὶν, ἐν αὐτῷ, τοῖς τῆς ψυχῆς ἐγκλήμασιν ἐνισχημένον ὀρῶν, οὐδ’ ἃν γενοίμην τῷ τοιῷδε συγγνώμων· καταλογιοῦ [*](d) δὲ μᾶλλον ἄπιστον καὶ ἀπηχθημένον. ἕψεται δὲ πάντως τῷ τὴν ἀλήθειαν τοῖς ἐμοῖς ἐπιμαρτυροῦντι λόγοις, τὸ καὶ ἐν μεθέξει ζωῆς γενέσθαι, κα τοῦτο γέρας τοῖς τιμῶσι Θεὸν, καὶ καλὸν εὐνοίας ὀψώνιον. ὅσον μὲν οὖν ἧκεν εἴς γε τὸν τῆς ἱστορίας λόγον, Κύρος ἦν ὁ Καμβύσου, περὶ οὗ φησὶν ἐαν ὑστερηση, ὑπόμεινον αὐτόν. εἷλε γὰρ εἷλε τὴν Βαβυλῶνα, συγκαταδῃώσας αὐτῇ καὶ τὰς ἑτέρας πόλεις.

Ὅσον δὲ αὖ πρὸς λόγους τοὺς μυστικοὺς καὶ εἰς ἀφήγητὴν [*](e) πνευματικὴν, φαίην ἂν ὅτι περὶ τοῦ πάντων Σωτῆρος χριστοῦ νοοῖτ’ ἃν εἰκότως τῶν προκειμένων ἡ δύναμις. [*](Apoc. i. 8.) αὐτὸς γάρ ἐστιν “ὁ ὣν, ὁ ἦν, ὁ ἐρχόμενος,” καὶ ὅτι μὲν παρέσται κατὰ καιροὺς ὁ τῶν ἁγίων προφήτων προανατεφώνηκε λόγος. ὅτι δὲ ἀφιγμένος ἀνατρέψειν ἔμελλε τοῦ διαβόλου τὸ κράτος, καὶ τὴν ἀνοσίαν καὶ βέβηλον τῶν δαιμονίων πληθὺν τῆς καθ’ ἡμῶν ἐξελάσαι πλεονεξίας, προκεχρησμῴδηκε [*](534 Α. a) μὲν ἐναργῶς τὸ γράμμα τὸ ἱερὸν, αὐτὴ δὲ λοιπὸν τῶν πεπραγμένων ἡ ἔκβασις αὐτόμαρτυς εἰσβήσεται, [*](supra ii. 3.) πλὴν “εἰς καιρὸν’’ ἡ προάγγελσις. ἐν γὰρ ἡμέραις ἐσχάταις τοῦ παρόντος αἰῶνος ἐπέλαμψεν ὁ Μονογενὴς, καὶ ὁ μὲν ὑποστειλάμενος, καὶ τὴν εἰς αὐτὸν πίστιν ἀβουλότατα παρωσάμενος, προσκέκρουκε τῷ Θεῷ καὶ τῶν οὐρανίων ἄγευστος ἀπέμεινεν ἀγαθῶν, ἔξω τε τῆς ἱερᾶς τῶν [*](b) ἁγίων πληθύος ἀπεληλαμένος γέγονε, κατὰ τὸν τοῦ προφήτου [*](Hier. xvii. 6.) λόγον “ὡς ἡ ἀγρία μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἢ οὐκ ὄψεται [*](I. ἐπ’ pro ἐν D. 1—8. τοῖς—ὑπόμεινον αὐτόν] ὁ μὲν γὰρ περὶ τὰς ὑπ’ γινομένας προρρήσεις ἀμφιβόλῳ χρώμενος γνώμῃ, τῆς ἐμῆς κηδεμονίας ἀνάξιος· ὁ δὲ τοῖς ὑπ’ ἐμοῦ λεγομένοις πιστεύων καὶ τῇ πίστει πρόσφορον μετερχόμενος βίον, τὸν τῆς ζωῆς τρυγήσει καρπόν. ταῦτα τοίνυν ἐπιστάμενος σαφῶς, δέξαι τὰ περὶ τοῦ Βαβυλωνίου σοι προδηλούμενα (e Theod. ad loc.) καὶ ὑστερίζοντα αὐτὸν ὑπόμεινον· εἰλε γὰρ τὴν (8.) D. 6. ἡγεῖ Edd. yf om. Β. g. ἑτέρας] λοιπὰς D. 11. τὴν om. D. 12. νοοῖτ’ ὰν—ἡ δύναμις] δεῖ νοεῖν—τὴν δύναμιν D. inv. b. 13. ὁ ἦν ὁ ἐρχόμενος D.b. καὶ ὁ ἦν καὶ ὁ ἐρχ. Edd. 15. ἀνατρέψειν D. ἀναστρέψειν Edd. 16. δαιμόνων D. Edd. 19. μάρτυς Edd. 21. ἐπέλαμψεν D. ἐξέλ. iid. 22. ἀβουλότατα Β. ἀβουλοτάτως (ἀβουλο D.) D. Edd. 23. παραθέμενος παρωθούμενος Edd. 25. τοῦ προφήτου] προφητείας iid. 20. ἡ prius assumptum ex B.D. ἀγρία μυρίκη habet D.)

95
“ὅταν ἔλθῃ τὰ ἀγαθά.” ὁ δὲ κρείττων ὄκνου καὶ ὑποστολῆς, καὶ τὴν εἰς αὐτὸν ἀγάπην καὶ πίστιν εἰς νοῦν καὶ καρδίαν εἰσοικισάμενος, ἀντέκτισιν ἔχει τῆς τοιᾶσδε γνώμης, καὶ γέρας ἐξαίρετον τὴν ἀμήρυτον ζωὴν, καὶ τὴν τῶν πλημμελημάτων ἀπόθεσιν, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. δεδικαιώμεθα γὰρ “οὐκ ἐξ ἔργων νόμου, κατὰ τὸ γεγραμμένον, διὰ [*](Gal. iii. 16. Rom. iv. 15.) πίστεως δὲ μᾶλλον τῆς εἰς Χριστόν. καὶ “Ὁ μὲν νόμος Rom. iv. “ἀργὴν κατεργάζεται,” καλεῖ γὰρ εἰς δίκας τοὺς παραβαίνοντας, [*](c) ἐξίστησι δὲ τὴν ὀργὴν ἡ χάρις, λύουσα τὰ ἐγκλήματα.

Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς, ἀνὴρ ἀλαζὼν οὐθὲν οὐ μὴ περάνῃ.

Προκαταμηνύσας ὅτι παρέσται κατὰ καιροὺς ὁ προκατηγγελμένος, καταλύσων τὰ σκυθρωπὰ καὶ ταλαιπωρίας ἁπάσης ἀπαλλάσσων τοὺς συντετριμμένους, διαμέμνηται λοιπὸν τοῦ πεπορθηκότος, καὶ πᾶν εἶδος ἀπανθρωπίας καὶ ὠμότητος θηριοπρεποῦς εἰς αὐτοὺς ἅπαντας ἐκπεπληρωκότος. σημαίνεται δὲ διὰ τούτων ἱστορικῶς μὲν ὁ βέβηλος καὶ θεομάχος [*](d) Ναβουχοδονόσορ, νοητῶς δὲ πάλιν ὁ σατανᾶς. κατοιόμενον δὲ καὶ καταφρονητὴν καὶ ἀλαζονα καλεῖ, καὶ σφόδρα εἰκότως. ἔχει γὰρ ὧδε τῇ φύσει, κἂν εἰ ἐπ’ αὐτοῦ νοοῖτο τοῦ σατανᾶ τῶν λόγων ἡ δύναμις, κἂν εἴτε τις λέγοι τὸν ἄνδρα τὸν Βαβυλώνιον. κατοιόμενον ’δε φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν ἣ βλάκα, καταφρονητὴν δὲ πάλιν καὶ ἀλαζόνα ὡς ἐκ πολλῆς ἄγαν ὀφρύος καὶ διακένου φυσήματος οὐδ’ ὅσον εἰπεῖν εἰς [*](e) νοῦν ἔχειν ἐθέλοντα τὴν ἀσύγκριτον ὑπεροχὴν τοῦ πάντα [*](8. κάτεργ’. ὀργὴν D. 11. οὐθὲν οὐ μὴ Β. (22. al.) οὐδὲν οὐ μὴ D. οὐδὲν μὴ Edd. 12. περονεῖ D. (68, 70, 97, 228.) 13. ὅτι] ὡς D. inv. b. πάρεσται κατὰ κ. ὁ προκατηγγελμένος D. b. ὁ προηγγελμένος κατὰ κ. πάρεσται Edd. 14. λύων Β. 15. ἀπαλλάσσων Β. διαμέμνηται λοιπὸν hoc ordine D.b. 16. ἀπανθρωποίας] θηριωδίας D. 17. εἰς αὐτοὺς ἅπαντας D. εἰσάπαν Edd. 20. καὶ ἀλάζ. καὶ καταθρ. inv. ordine b. δὲ pro καὶ ult. D. 21. οὕτω b. αὐτοῦ B.D.b. αὐτῷ Edd. 22. τὸν Βαβ. ἄνδρα D. 21. φησι τὸν περὶ αὐτὸν ἢ ληματίαν [λημματίαν D.b.] ἢ βλάκα D.b. Edd. φησιν ὡς πόσης μεμεστωμένον Β. 24. καὶ ἀλαζόνα πάλιν inv. ord. D.b. 25. ἄγαν] + τῆς D. εἰ (sic) Edd.)

96
ἰσχύοντος Θεοῦ. ὁ δὲ τοιοῦτος οὐδὲν οὐ μὴ περάην φησὶν· οὐ γὰρ πάντως αὐτῷ κατὰ νοῦν ἐκβήσεται τῶν πραγμάτων τὸ πέρας, οὐ μέχρι παντὸς ἐντρυφήσει καὶ κατευρυνθήσεται καὶ ἐν εὐκλείαις ἔσται λαμπραῖς. καὶ ἔστιν ἀληθὲς, ὅπερ ἔφη [*](Ps.xxxvi. 35, 36.) ψάλλων καὶ ὁ μακάριος Δαυείδ “Εἶδον τὸν ἀσεβῆ ὑπερ- “ὑψούμενον, καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου, “καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτὸν, καὶ [*](535 A. a) “οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.” ἕρπει γὰρ πάντως πρὸς ταπείνωσιν ἡ ὑπεροψία· φρόνημα δὲ τὸ μεμετρημένον ταῖς ἀνωτάτω στεφανοῦται τιμαῖς. πιστοῦται δὲ πρὸς τοῦτο ἡμᾶς [*](S. Jac. i. 9. 10.) τοῦ Σωτῆρος ὁ μαθητὴς, γεγραφώς τε καὶ λέγων “καυχάσθω “δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ, ὁ δὲ πλούσιος “ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύ- “σεται.”

“Ος ἐπλάτυνε καθὼς ὁ ᾄδης τὴν ψυχὴν αὐτοῦ, κὼ αὐτὸς ὡς θάνατος [*](b) οὐκ ἐμπιπλάμενος, καὶ ἐπισυνάξει πρὸς αὐτον πάντα τὰ ἔθνη, καὶ εἰσδέξεται πρός αὐτὸν πάντας τοὺς λαυύς.

Συνᾴδει τῷ Προφήτῃ Θεὸς, καὶ δέδειχεν ἀληθεύοντα, τοῖς παρ’ ἑαυτοῦ λόγοις ἐπισφραγίζων εἰς ἀλήθειαν τά τε τοῦ διαβόλου καὶ τὰ τοῦ Ναβουχοδονόσορ ἐγκλήματα. ὁ μὲν [*](Siipra i. 15.) γὰρ Προφήτης ἔφασκε “Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασε, “καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν “ἐν ταῖς σαγήναις αὐτοῦ·” ὁ ’δε γε τῶν ὅλων Θεὸς ἐπὶ τὸ [*](1. δὲ D. b. δὴ Β. Edd. οὐ μὴ assumpta ex B.D. desunt in b. περανεῖ D (ut supra). b. 2. πόντων b. 4—4. καὶ ἔστιν—παρελεύσεται] καὶ τοῦτο ἀπὸ τοῦ δανιὴλ μαθησόμεθα, ὅτι καὶ πρὸ τοῦ τὸν Κῦρον ἐπιστρατεῦσαι ἐξεβλήθη τῆς βασιλείας, μελαγχολήσας, καὶ ὡς δαιμονῶν τὰς ἐρημίας περιήρχετο. (e Theophyl. ad loc.) Β. 4. ἔφην D. 7. ἐζήτησα D. ἐζήτουν Edd. 8. εἰς D. 10. ἀνωτάτω D. ἀνωτάταις Edd. πρὸς τοῦτο ἡμᾶς D. πρὸς τούτω Edd. II. τε om. D. 12. ὁ primum om. D. 1,3. ὅτι ὡς ὁ. D. ὡς ὁ. γὰρ Edd. 15. ὁ assumptuni ex 1). (Alex.) οὕτος Β. (22. al.) οὗτος D. Edd. 16. πρὸς αὐτὸν αὑτὸν Β.] B.D. (Alex. XII.) ἐπ’ αὐτὸν Edd. (Vat. ℵ) 17. αὑτὸν Β. τοὺς om. D. 19. ἐπισφραγίζων Β. κατασθρ. D. Edd. 22, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ] καὶ τὰ ἑξῆς Edd.)

97
ἔτι μεῖζον καὶ ἀληθέστερον ἀναφέρων τὰς αἰτίας, ᾄδῃ παρεικάζει καὶ θανάτῳ λοιπόν. χρῆμα γὰρ ἀκόρεστον Θάνατός τε [*](c) καὶ ᾅδης. ἀληθὲς δὲ ὅτι κατά γε τὸ τῷ Βαβυλωνίῳ πάντα ἃν ἐπ’ αὐτῶ συνήχθη τὰ ἔθνη. καὶ νοοῖτ’ ἂν εἰκότως Περσικῆς φιλοτιμίας ἐγκλήματα τὰ τοιάδε τῶν κακῶν. μικρὰ γὰρ αὐτοῖς ἡ ὑπ’ οὐρανὸν, καὶ οὐκ ἃν ἀρκέσειαν εἰς τὸ δουλεύειν αὐτοῖς πάντα τὰ τῶν ἀνθρώπων γένη.

Ἁλοίη δ’ ἂν καὶ αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς, τουτέστιν ὁ σατανᾶς, πᾶσαν, ὡς ἔπος εἰπεῖν, ὑφ’ ἑαυτῷ τὴν γῆν ποιεῖ σθαι σπουδάζων, καὶ οἷον ᾅδης καταρροφῶν τοὺς ταῖς παρ’ [*](d) αὐτοῦ δυστροπίαις ἀπολλυμένους. ἔφη δέ που καὶ αὐτὸς, ὅτι “Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῆ χειρὶ μου ὡς [*](Es. x. 14.) “νοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς “διαφεύξεταί με ἢ ἀντείπῃ μοι.” ἄπληστον γὰρ καὶ ἀτίθασον τὸ θηρίον καὶ ἀλαζονείας μεστὸν, μιαρὸν ἀληθῶς καὶ μισάνθρωπον.

Οὐχὶ ταῦτα πάντα παραβολὴν κοτ’ αὐτοῦ λήψονται κω πρόβλημα εἰς διήγησιν αὐτοῦ; καὶ ἐροῦσιν οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ἕως τίνος; καὶ βαρύνων τὸν κλοιόν αὐτοῦ [*](e) στιβαβῶς.

Ὅτι μήτε ἀκράδαντον αὐτῷ τὸ κρατεῖν, μήτε μὴν τὸ δεῖν ἐντρυφᾶν ἐπὶ πληθύι· τῶν συναγηγερμένων, ἀπολισθήσει δὲ πάντως ἀρχῆς τε καὶ δόξης, καὶ ᾠδὴ δὲ πολλοῖς ἔσται πεσὼν δὴ, καταμεμήνυκεν ἐναργῶς. λήωεσθαι γὰρ ἔφη παραβολὴν [*](1, παρεικάζει καὶ θανάτῳ lioc ordine D. 4. ἐπ’ αὐτῷ D.b. ὑπ’ αὐτῷ Edd. συνήχθη συνήχθησαν D.] τὰ ἔθνη llOC ordine D.b. 5. τοιαῦτα D. 6. ἀρκέσειεν Edd. πρὸς D. 7. τῶν assumptiim ex B.D. 8. ὁ— τουτέστιν et ὡς ἔπος εἰπεῖν om. D. 9, ὑφ’ ἑαυτὸν D. 10. παρ’ αὐτοῦ Β. παρ’ αὐτῷ Edd. τοῖς ἔργοις αὐτοῦ pro τοῖς π. αὖ. δυστρ. D. 11. κοὶ αὐτός που inv. ord. D. 12. μου om. D. (Vat.) 14. καὶ pro ἢ D. 15. ἀληθῶς post μισάνθρ. tr. D. 17. παραβολὴν κατ’ αὐτοῦ B.D. (Alex, XII.) κατ’ αὐτοῦ παραβολὴν Edd. (Vat.) 22. ἐπὶ] + τῇ D. συνεγηγερμένων Edd. 23. δὲ et δὴ assumpta ex D. )

98
ἐν αὐτῷ οἷον πρόβλημα καὶ δημώδη λόγον καὶ ἐν γλώτταις [*](536A. a) πολλῶν. καὶ τίς δὴ οὗτός ἐστιν; Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, τουτέστι φορτικωτέραν ἀεὶ καθιστὰς ἐφ’ ἑαυτῷ τὴν ἐφ’ οἷς ἠσέβησε δίκην, ἀπολέσας ἔθνη καὶ χώρας ὅλας συνενεγκὼν, καὶ τοῖς κατ’ οὐδὲν αὐτῷ προσήκουσιν ἐπιθρώσκων ἀεὶ, καὶ τοῖς ἰδίοις σκήπτροις ὡς ἐξ ἀνάγκης ὑποτιθεὶς, καὶ ἀναριθμήτους ἔχων τοὺς ὑπὸ χεῖρα λαούς. ἐπιπεφώνηκε δὲ διὰ μέσου τό ἕως τίνος; ἀκόρεστον ὄντα δεικνὺς εἰς πλεονεξίαν, [*](b) ἀχάλινον εἰς ὠμότητα, καὶ τὸ τῆς ἀδικίας μὴ μισοῦντα πέρας. ἄπληστοι μὲν οὖν οἱ Βαβυλωνίων τύραννοι καὶ δεινοὶ πρὸς ὠμότητα καὶ τὰ πάντων αἴσχιστα τολμᾶν εἰωθότες.

Τοιοῦτος δὲ καὶ ὁ σατανᾶς, συλλέγων ἀεὶ τὰ μὴ ἑαυτοῦ, καὶ δυσαχθεστέραν ἑαυτῷ τὴν κόλασιν ἐπιτιθείς. εἴρηται ’δε [*](Es. xiv. 19. 10.) που καὶ πρὸς αὐτόν “Ὅν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρ- “μένον οὐκ ἔσται καθαρὸν· οὕτως οὐδὲ σὺ ἔσῃ καθαρὸς, “διότι τὴν γῆν μου ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας· [*](c) “οὐ μὴ μείνῃς εἰς τὸν αἰῶνα χρόνον.” ποίους γὰρ οὐκ ἀπολώλεκε λαούς; ἢ τίνων ἐθνῶν ἐφείσατο; τί δὲ τῶν ἄγαν ἀπηχεστάτων οὐκ ἃν ἁλοίη τετολμηκώς; ἕψεται δὴ οὖν αὐτῷ δικαίως τὸ οὐαὶ, καὶ γενήσεται παραβολὴ, τῆς ἀρχῆς αὐτοῦ καθῃρημένης, καὶ τῆς κατὰ πάντων πλεονεξίας ἐξῳκισμένης. καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμῖν Ἱερεμίας ὑπαινιττετα [*](Hier. xvii. 11.) λέγων περὶ αὐτοῦ “Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ “οὐκ ἔτεκε, ποιῶν πλοῦτον αὐτοῦ οὐ μετὰ κρίσεως, ἐν ἡμίσει “ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτὸν, καὶ ἐπ’ ἐσχάτων [*](d) “αὐτοῦ ἔσται ἄφρων.” πέπρακται δὲ τοῦτο ἱστορικῶς. εἷλε μὲν γὰρ τὴν Ἰουδαίαν ὁ Βαβυλώνιος, καὶ μέντοι καὶ τὴν [*](4. ἀεὶ om. D. habet 1). ἑαυτῷ καθ’. inverso ordine (omittens ἐφ’ prius) D. 7. ὡς assumptum ex D. 8. προσπεφώνηκε b. 10. μὴ accessit ex B. solo. 13. τοιοῦτος D.b. τοιοῦτο Β. τοιοῦτον Edd. 14. τὴν κόλ. ἑαυτῷ inv. ord. D. ἐπιτιθεὶς B.D.b. ἐπιθεὶς Edd. ante Migne. 16. ἔστι D. (po. al.) 21. αὐτὸ D. καθ’. αὐτοῦ τῆς ἀρχ’. inv. ord. D. 24. ἐφώναξε Edd. μετὰ κρίσιν Β. (sol.) αὐτοῦ post κρίσεως transp. D. 27. ἱστορικῶς] + τὸ ἔσται Edd.)

99
Σαμάρειαν, καὶ ἑτέρας δὲ σὺν αὐταῖς χώρας ἐξαναστήσας, ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ· Κύρου δὲ τῆς Βαβυλωνίων κατεστρατοπεδευκότος Πέρσας τε καὶ Μήδους, ἀπῴχοντο πάλιν οἱ συναγηγερμένοι, μονονουχὶ δὲ καὶ ἀποπτάντες οἴκαδε πάλιν ἤεσαν οἱ τοῖς τῆς αἰχμαλωσίας ἐνειλημμένοι δεσμοῖς. ἀποπεφοιτήκασι δὲ καὶ τῆς ὑπὸ τῷ διαβόλῳ λατρείας [*](e) οἱ ἐξ ἐθνῶν, καὶ τὸν πάλαι φωνήσαντα καὶ πρὸς ἑαυτὸν κεκληκότα ἀφέντες ἔρημον προσδεδραμήκασι τῷ Χριστῷ. συνήγαγε γὰρ ἐκεῖνος τοὶ οὐκ ὄντα αὐτοῦ, προσεδέξατο δὲ Χριστὸς τὰ ὄντα αὐτοῦ. κύριος γάρ ἐστι τῶν ὅλων ὡς Θεός.

Ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί θοῦ, καὶ ἔχῃ εἰς διαρπαγήν αὐτοῖς.

Αδοκήτως αὐτοῦ λέγει κατεξανταστήσεσδαι τοὺς οἷον [*](a 537 Α.) δάκνοντάς τε καὶ κατεσθίοντας, καὶ ταῖς τοῦ πολέμου προσβολαῖς δαπανῶντας τὴν ὑπ’ αὐτῷ ἰσχύν· ἦσαν δὲ οὗτοι Κῦρός που πάντως, καὶ οἱ ἀμφ’ αὐτὸν Πέρσαι τε καὶ Μῆδοι καὶ Ἐλαμίται, οἳ μονονουχὶ καὶ ὕπνον ὀμμάτων ἀποτιναξάμενοι, καὶ καθάπερ ἐκ μέθης ἀνανήφοντες, μόλις τῶν ἀρχαίων ἔσονται κρείττους δειμάτων καὶ τὴν πρὸς αὐτὸν ἀράμενοι μάχην, καταδραμοῦνται γενικῶς. εἶτα πολυτρόπως ἐπιβου- λεύοντες καταθλήσουσιν εὐκόλως, ἄγοντές τε καὶ φέροντες b τὰ Χαλδαίων πράγματα καὶ διαρπάζοντες τὴν Βαβυλωνίων. τοῦτο δὲ πεπονθότα καὶ αὐτὸν εὑρήσομεν τὸν ἀλιτήριον [*](1. αὐταῖς Β. αὐτῷ D. αὐτὴ Edd. ἐξαναστ. χ. inverso ordine D. 2. τὰ D. τὴν Edd. τῆς assumptum ex B.D. 3. κατεστρατοπεδευκότος B. κατεστρατευκότος D. Edd. 6. ὑπὸ τῷ διαβόλῳ B.D. ἐπὶ τῷ διδασκάλω Edd. 8. αὐτὸν iid. κεκλ. πρὸς ἑαυτὸν inv. ordine D. 11. ὡς D. Edd. καὶ Β. 12. ἐξαναστήσονται F. (22. al.) 14. κατεξανίστασθαι λέγει D. οἷον et τε assumpta ex D., καὶ κατεσθίοντος ex B.D. 16. ὑπ’ οὐτῶ Β. ὑπ’ αὐτὸν D. ὑπ’ αὐτοῦ Edd. ἰσχύν assumptum ex D. ἦσαν δὲ οὗτοι hoc ordine D. 17. πάντως assumptum ex B.D.b. 18. ἐκ- τιναξάμενοι b. 20. κρείττους δειμάτων hoc Ordine D. ἀράμενοι B.b. αἰρόμενοι D. Edd. 23. καὶ om. D. 24. δὲ assumptum ex b. )

100
σατανᾶν. συνεκόμισε μὲν γὰρ εἰς ἑαυτὸν πάντα τὰ ἔθνη, τὸ τῆς πολυθέου πλάνης ἁπλώσας λίνον, καὶ τοῖς βρόχοις τῆς ἁμαρτίας καταπυκάζων. πλὴν ἐξανέστησαν οἱ δάκνοντες αὐτὸν, τουτέστι, τῶν εὐαγγελικῶν θεσπισμάτων οἱ κήρυκες, οἷον ὀδοῦσι σπαράσσοντες τὸ σῶμα αὐτοῦ, τοὺς τὰ αὐτοῦ [*](1. Cor. vi. 17.) δηλονότι φρονεῖν ᾑρημένους. ὥσπερ γάρ “Ὁ κολλώμενος [*](c) “τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν,” οὕτως ὁ τῷ διαβόλῳ κολλῶ. μένος, ἓν πρὸς αὐτόν ἐστι σῶμα. ἐκνήψουσι δὴ οὖν οἱ ἐπιβουλεύοντες αὐτῷ. συνέντες γὰρ ὅτι τέθειται λοιπὸν ὑπὸ S. Luc. πόδας ἁγίων, Χριστοῦ λέγοντος ἐναργῶς “Ἰδοὺ δέδωκα “ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ,” τοὺς τὰ αὐτοῦ φρονοῦντας ἁρπάσουσι, καὶ εἰς τὴν τῆς ἁληθείας ἐπίγνωσιν μετακομιοῦσιν εὐκόλως, τίς ὁ φύσει τε καὶ ἀληθῶς ἐστι Θεὸς ἐκδιδάσκον. [*](d) τες, καὶ τὸ τοῦ Χριστοῦ μυστήριον ἐξηγούμενοι, ὃς δὴ καὶ 1 πρῶτος ὁρᾶται διηρπακακὼς αὐτόν. ἔστιν οὖν ἀκοῦσαι λέγοντος [*](S.Matth. xii. 19.) “Ἤ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διάρπασαι, ἔαν μὴ πρῶτον “δήσῃ τὸν ἰσχυρὸν; καὶ τότε διαρπάσῃ τὰ σκεύη αὐτοῦ. εὐθὺς δὲ τεχθεὶς ἐκ τῆς ἁγίας παρθένου, διαρπάζειν ἤρξατο τὰ σκεύη αὐτοῦ. ἀφίκοντο γὰρ ἐξ ἀνατολῶν οἱ Μάγοι, [*](S.Matth. ii. 2.) “λέγοντες Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; “εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν [*](e) “προσκυνῆσαι αὐτῷ.” καὶ δὴ καὶ προσκεκυνήκασι, καὶ δώροις τετιμήκασι, καὶ ἀπαρχὴ γεγόνασι τῆς τῶν ἐθνῶν ἐκκλησίας· σκεύη δὲ ὄντες διαβολικὰ, καὶ τῶν ἐκείνου μελῶν τὰ τῶν ἄλλων ἁπάντων ὅτι μάλιστα τιμιώτατα, προσδεμὲν [*](1. assumptum ex D. 2. ἁπλῶν Edd. 3. πυκάζων βρόχοις post καταπυκ. tr. D. ἐξανέατ. οἱ δόκν. αὐτὸν hoc ordine D. ἐξαν. post αὐτὸν tr. Edd. 4. διδαγμάτων pro θέσπισμ’. D. 5. σπαράσσ. B.D. σπαράττ. b. Edd. II. ὑμῖν] + ἐξουσίαν D. 12. αὐτοῦ D. Edd. οὖτά Β. 14. ἀληθὴς Edd. 15. τοῦ assumptum ex Β. 17. εἰσελθεῖν post ἰσχυροῦ transp. D. 18. ἁρπάσαι D. 19. δήσῃ τὸν ἰσχυρὸν hoc ordine D. διαρπάσῃ D. διαρπάσει Edd. 21. ἀνατολῶν D. ἀνατολῆς Edd. 25. τετιμήκ. δώροις inv. ord. D. ἐκκλησίας Β. κλήσεως D. κληρονομίας Edd. 27. τὰ assumptum ex B.D.)
101
δραμήκασι τῷ Χριστῷ. ὅτι δὲ διαρπάζειν ἔμελλε τὰ σκεύη τοῦ ἰσχυροῦ, προαναπεφώνηκεν αἰνιγματωδῶς καὶ ὁ προφήτης Ἡσαΐας· ἔφη γὰρ ὧδε πάλιν περὶ αὐτοῦ Διότι [*](Es. viii. 4.) “πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, “δύναμιν Δαμάσκου καὶ τὰ σκύλα Σαμαρείας ἀπέναντι τοῦ [*](a 538A.) “βασιλέως Ἀσσυμίων.” δοκεῖ μὲν οὖν ἢ τοῦ λόγου δύναμις ὑπαινίττεσθαί τι τῶν ἱστορικῶς πεπραγμένων· μένων· πεπόρθητο γὰρ ἡ Σαμάρεια παρά τε τοῦ βασιλέως Δαμάσκου, καὶ τοῦ τῶν Ἀσσυρίων ἐξάρχοντος. πλὴν νοητὸν ὑπεμφαίνει μυστήριον. ὅτι γὰρ τοῦ Σωτῆρος ἡ δύναμις τοὺς τὸν αὐτοῦ λαὸν πεπορθηκότας σκυλεύσει ῥᾳδίως, ὁ προφητικὸς ἡμῖν ὑπέφηνε λόγος. Διότι σὺ ἐσκύλευσας ἔθνη πολλά, σκυλεύσουσί σε πάντες οἱ ὑπολελειμμένοι λαὼ, δι’ αἵματα ἀνθρώπων καὶ ἀσεβείας γης καὶ [*](b) πόλεως καὶ πάντων τῶι κατοικούντων αὐτήν.

Ἀτρεκὴς ὁ λόγος, κἂν εἰ ἐπ’ ἀμφοῖν νοοῖτο πάλιν. ἐπόρθησε μὲν γὰρ ὁ Βαβυλώνιος ἔθνη πολλά· πέπραχε δὲ τοῦτο καὶ ὁ σατανᾶς. τοιγάρτοι πεπόνθασι τὸ ἐναλῶναι τοῖς καὶ πεπόρθηται μὲν ὑπὸ Κύρου τὰ Χαλδαίων πράγματα· ὑπὸ δὲ τῶν ἁγίων ὁ σατανᾶς. ἴσα δὲ ἀμφοῖν τὰ ἐγκλήματα, καὶ ἀδελφὰ τὰ πλημμελήματα, συγγενὴς δὲ ὥσπερ ἡ ἀγριότης c καὶ ἡ κατὰ πάντων ὠμότης. ἀπεκτόνασι γὰρ χώρας τε καὶ πόλεις, ὁ μὲν σαρκικῶς, ὁ δὲ νοητῶς, ὀξείᾳ βολίδι τῇ ἁμαρτίᾳ χρώμενος. εὖ δὲ δὴ σφόδρα φησὶ σκυλεύσειν αὐτὸν πάντας τοὺς ὑπολελειμμένους λαούς, ὡς γὰρ ἅπαντας ἀνῃρηαἰνιγματωδῶς [*](2. καὶ et προφήτης et ὧδε πάλιν περὶ αὐτοῦ om. D. 5. τοῦ om. Β. 6. οὖν] γὰρ D. 7. πεπόρθητο Β. πεπόρθηται D. Edd. 8. Δαμασκοῦ assumptiim ex Β. Δαμασκηνῶν βασιλ. D. 9. ὑπεκφαίνει Edd. 10. ἡ τοῦ Σωτῆρος inv. Old. D. 11. ὑπέφηνε D. ὑπέφαινε Edd. 13. οἱ deest in Edd. καταλελειμμένοι (26. Co.) cf. infra. 14. διὰ Β. 16. Ἀτρεκὴς D.b. Ἀληθὴς Edd. εἰ om. D. 18. ὁ assumptum ex B.D.b. 19. πεπόρθηται μέν ὑπὸ Κύρου hoc ordine D.b. ὑπὸ Κ. μὲν πεπ. Edd. 25. πάντας et λαούς assumpta ex D.)

102
κότος τοῦ Βαβυλωνίου, τοὺς διαφυγεῖν ἰσχύσαντας πολεμιωπάτους αὐτῷ γενέσθαι λέγει, καὶ ὀλίγους ὄντας κατακρατήσειν [*](d) εὐκόλως, Θεοῦ τὸ νικᾶν ἀπονέμοντος καὶ τὸ πάντα δύνασθαι κατορθοῦν αὐτοῖς κατανεύοντος. ἀληθὲς δ’ ἂν νοοῖτο τὸ χρῆμα, κἂν εἰ ἐπ’ αὐτοῦ φέροιτο τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ. πάντας μὲν γὰρ τοὺς ἐπὶ τῆς γῆς εἷλε τε καὶ πεπόρθηκε, καὶ τοῖς τῆς ἁμαρτίας ἐγκατέδησε ζυγοῖς. διηρπάσθη δὲ καὶ αὐτὸς ὑπὸ τῶν καταλελειμμένων λῶων, τουτέστιν, ὑπὸ τῶν ἐν πίστει δεδικαιωμένων διὰ Χριστοῦ καὶ ἡγιασμένων ἐν Πνεύματι. σέσωσται μὲν γὰρ τὸ κατάλειμμα τοῦ Ἰσραήλ. ἐξ αὐτῶν δὲ ὄντες οἱ θεσπέσιοι [*](e) μαθηταὶ, γεγόνασιν ἀπαρχὴ τῶν διηρπακότων τὸν ἀλιτήριον. εἶτα μετ’ ἐκείνους εἰσέτι νῦν διαρπάζουσιν οἱ λαῶν ἡγούμενοι, [*](2 Tim. ii. 15) μένοι, καὶ τὸν τῆς ἀληθείας ὀρθοτομοῦντες λόγον, καὶ εἰς τὴν τῆς εὐσεβείας ἀποκομίζοντες τρίβον τοὺς ὑπεζευγμένους.

Ὤ ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ, τοῦ κάξαι εἰς ὕψος νοσσιὰν αὐτοῦ, τοῦ ἐκσπασθῆναι ἐκ χειρὸς κακῶ. ἐβουλεύσω αἰσχύνην τῷ οἴκῃ σου, συνεπέρανας λαούς πολλοὺς, [*](539 Α. a) καὶ ἐξήμαρτεν ἡ ψυχή σου. Επιπλήττει ὁ λόγος τῷ Βαβυλωνίῳ πάλιν, ἐθέλοντι συγκροτεῖν τὴν ἰδίαν ἀρχὴν ἐκ τῆς κατὰ πάντων πλεονεξίας, αἴροντί τε ὑψοῦ τὸν ἴδιον οἶκον, καὶ μὴν καὶ ὑπεροχαῖς ταῖς ἐπέκεινα μέτρου καταχρυσοῦν εἰωθότι καὶ ὀχυροῦν λίαν, ὥστε καὶ ἑτοίμως δύνασθαι τυχὸν ἐκ χειρὸς ἐκσπᾶσθαι κακῶν, τουτέστι, διεκνεύειν ἀεὶ τὰ συμβαίνοντα κακά. σκοπὸς [*](1. πολεμικω D. 2. γενήσεσθαι Edd. 4. αὐτοῖς om. Β. κατανεῦον. τος D. ἐπινεύοντος Edd. 6. ἅπαντας D. 9. διὰ D. ὑπὸ Edd. 10. πνεύματι] χάριτι D. 15. τῆς assumptum ex B.D. ἀποκομίζ. τρίβον hoc ordiiie D. 16. τῷ οἴκῳ αὐτοῦ] τῷ ὁμοίῳ Ἰσραὴλ αὐτοῦ (sic) D. 17. ἐκσπασθῆναι] σκεπασθῆναι D. (68, 70, 91, 97, 310.) 18. λαοὺς πολλοὺς hoc ordine Β. (Alex. XII.) λαοὺς πονηροὺς πολλοὺς D. 20. πάλιν ante ὁ λόγος transp. D. συγκρ. ἐθέλ. inv. ord. D. 22. ὑψοῦ τὸν ἴδ. οἶκον hoc ordinc D. ὑψοῦ post οἶκον tr. Edd. 23. καταχρυσοῦν D. Edd. Lacuna 11 fere litt. in B. 24. ἐκσπᾶσθαι habet D. τῶν κακῶν D.)

103
γὰρ ἀεὶ τοῖς Βαβυλωνίοις, πολλοῖς τῶν ἐπαμυνόντων πλήθεσι περιφράττεσθαι, καὶ ἀναριθμήτους ἔχειν τοὺς εἰδότας b τὰ τακτικὰ, καὶ τὸν πολέμου νόμον ἐξηρτυμένους, ὡς ἀμογητὶ δύνασθαι τὰ ἐκ τῶν ἐπιόντων αὐτοῖς ἀποκρούεσθαι βλάβη. ἀλλ’ ὅτι πρὸς αἰσχύνης ἔσται καὶ ἐντροπῆς τὸ χρῆμα αὐτῷ, διαπιπτούσης αὐτῷ τῆς ἐλπίδος εἰς τὸ ἐναντίον, ἐδίδαξεν εἰπών Ἐβιυλεύσω αἰσχύνην τῷ οἴκῳ σου. συνεπέρανας ἤτοι συντετέλεκας, λαούς πολλοὺς, πανωλεθρίᾳ διεφθαρκώς. ἐπειδὴ δὲ ἐξήματρεν ἡ ψυχή σου, πικρὰς ἀποτιεῖς δίκας, ὁ πάλαι λαμπρὸς καὶ τάττων εἰς ὕψος νοσσιὰν αὐτοῦ, οἰκτρὸς [*](c) καὶ κατερριμμένος καὶ ὑπὸ πόδας ἐχθρῶν ἀδοκήτως εὑρεθείς.

Πρέποι δ’ ἂν ὁ λόγος ὅτι μάλιστά γε καὶ αὐτῷ τε τῶ σατανᾷ καὶ τοῖς τῶν αἱρέσεων εὑρεταῖς, οἳ φιλαρχίας ἡττώμενοι, καὶ τοῦ δοκεῖν ἡγεῖσθαι πολλῶν, συνεπέραναν λαούς πολλοὺς, καὶ κακὴν ὄντως πλεονεξίαν τοῖς ἰδίοις προεξένησαν οἴκοις, ὑψοῦ τε τετάχασι τὰς ἑαυτῶν νοσσιὰς, “ὑπέρ- [*](2 S. Pet. ii. 18) “ογκα ματαιότητος λαλοῦντες ῥήμαται,” καὶ κατὰ τῆς θείας ἐρευγόμενοι δόξης, ἃ μόναις ἂν πρέποι ταῖς αὐτῶν γλώσσαις [*](d) τε καὶ διανοίαις. ἐξήμαρτον δὴ οὖν αἱ ψυχαὶ αὐτῶν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, “Ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν [*](1 Cor. viii. 12.) τὴν συνείδησιν ἀσθενοῦσαν, κάτα τὸ γεγραμμένον.

Δῶτ’ λίθος ἐκ τοίχου βοήσεται, καἰ κάνθαρος ἐκ ξύλου φθέγξεται αὐτά.

Ἀπονέμει πολλάκις ἡ θεία γραφὴ καὶ τοῖς ἀψύχοις τε [*](2. περιφράττεσθαι B.D. παραφυλάττεσθαι Etld. 3. τὸν—νόμον ἐξηρτυμένους [ἐξηρτουμένους (sic) D.] B.D. τῶν—νόμων ἐπηρτ. [ἐρηρτ. 4. ἀποκρούσασθαι iid. 5. σχῆμα pro χρῆμα iid. 6. αὐτῶ om. D. τὸ ἐναντίον Β. τὰ ἐναντία D. τοὐναντίον Edd. 9. ἥμαρτεν D. ἀποτίσεις Edd. 10. ὕψος] + τὴν iid. inv. B.D. 11. καὶ priiis assumptum ex B.D. Hic εἶπε δὲ—ἐθέλουσι ex Theophylacto ad loc. (153 A. ed. Ven. 1763) add. B. 12. πρέπει D. γε om. D. τε assumptum ex D. 13. ἡσσώμενοι Edd. 15. προὐξένησαν D. 18. ἐρευγόμενοι δόξης hoc ord. D. μόναις ἂν πρέποι hoc ord. D. πρέποι ἂν μόναις Edd. γλώτταις D. 22. τὴν συνείδησιν ἀσθενοῦσαν D. ὅσθ’. τὴν διάνοιαν Edd.)

104
[*](e) καὶ ἀναισθήτοις φωνὰς, οὐχ ὡς φάναι τι τυχὸν δυναμένοις, ἀλλ’ οἷον αὐτοῖς πράγμασι μονονουχὶ διακεκραγόσι. καὶ [*](Es.xxiii. 4. Ps. xviii. 2.) γοῦν ὁ μακάριος Ἡσαΐας “Αἰσχύνθητι Σιδῶν, εἶπεν ἡ θά- “λασσα” φησί· καὶ μέντοι Δαυείδ “Οἱ οὐρανοὶ διηγοῦν- “ται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ “στερέωμα.” αὐτὴ γὰρ ἡ κτίσις, δι’ ὧν εὖ πεποιημένη θαυμέζεται, διὰ τούτων αὐτῶν τοῦ πεποιηκότος ἀνακηρύττει τὴν [*](540 Α. a) δόξαν. οὐκοῦν ἐν πράγμασιν αἱ φωναὶ, κἂν εἰ μὴ γίνοιντο λόγοι. τοιοῦτόν τι κἀνθάδε συνήσεις πάλιν. λῇον γὰρ ἐκ τοίχου φησὶ, καὶ κάνθαρον ἐκ ξύλου καταφθέγξασθαι τοῦ Βαβυλωνίου· τίνα δὲ τρόπον, ἐροῦμεν· ταῖς τῆς Ἰουδαίας πόλεσιν, ἢ καὶ ταῖς ἑτέραις εἰσβαλὼν ὁ Βαβυλώνιος, πάσας κατενέπρησε τὰς ἐν αὐταῖς οἰκίας. εἶτα συμβέβηκεν ἀναγκαίως καὶ λίθους συνθραύεσθαι καὶ κατασείεσθαι τοίχους, συνεκπίπτειν δὲ αὐτοῖς καὶ ξύλα, καὶ ὀροφὰς ἐκ τῆς ἄγαν παλαιότητος, κανθάρους μικροὺς, ἤτοι σῆτας ἐχούσας. ταύτῃτοί [*](b) φησι καταβοήσειν αὐτοῦ τῆς ὠμότητος τὰ κατεστραμμένα· ταῦτα δὲ, ὡς ἔφην, ἦν λίθοι τε διερριμμένοι, καὶ ἐν μέσῳ πλατειῶν κείμενοι, καὶ ξύλα πάντως ἡμίφλεκτα, καὶ ἀπό γε τοῦ σεσῆφθαι λοιπὸν μαρτυροῦντα ταῖς πόλεσι τὸ ἀρχαῖον. ἔγκλημα δὴ οὖν τῷ Βαβυλωνίῳ τὰς παλαιὰς οὕτω καὶ ἀρχαιοτάτας κατεμπρῆσαι πόλεις, καθελεῖν δὲ καὶ οἴκους, ἀνῃρημένων δηλονότι τῶν ἐν αὐτοῖς.