In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν ‘Ρωμαίων προσ- [*](Zach. ii. 5. c) βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι “Καὶ ἐγὼ “αὐτοῖς, λέγει κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν “ἔσομαι ἔσομαι ἐν μέσῳ αὐτῆς.’ εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῆ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα [*](Ps. lix. 14.) γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλεια παρὰ Θεοῦ· ποιήσομεν γὰρ ἐν αὐτῷ καὶ “δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας “ἡμᾶς,” κατὰ τὸ γεγραμμένον.

Συντέλεια εἰς ἀσεβεῖς ἥξει, ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας.

[*](1. ὅπερ D, 3. θαρσεῖς (ex corr. forte ab θράσος) D. θηρίων D. διενηνοχότες D. 6. δὴ assumptum ex Β. 8. ἀῤῥαβίας D. φασι μάλιστα hoc ordine D. 9. διάττειν τὴν—ποιουμένους D. Edd. διάττοντας—ποιεῖσθαι τὴν B. δρόμῳ post διάττ. transp. D. 10. οὐ D. προσεοίκασιν Edd. φησὶ post προσεοικέναι tr. D. 11. γὰρ om, D. τοῖς νεκροῖς τῶν σωμάτων Β. τῶν σωμάτων τῶν νεκρῶν D. τοῖς νεκρῶν τῶν σωμάτων Edd. 12. καταθέουσιν ἀμελλητὶ hoc ordine Β. ἀμελητὶ B.D. 14. ἱππόκροτος] Sic correxi ex Β. et sic Migne. ἱππόκρατος Edd. ὑπόκροτος D. 15. δαίμοσι D. 16. δὴ Β. δὲ Edd. Neutrumhabet 1). ἀλκιμωτάταις om. D στρατείαις προσβολ. D. 17. γὰρ assumptum ex B.D. 19. οἶμαι om. D. 20. εὐανάτρεπτος] εὐκατάτρετος Aub. εὐακάτρεπτος Pont. πᾶς νοῦς post εὐανάτρ. tr. 1). τητώμενος D. στερούμενος Β. ἡττώμενος Edd. 22. καὶ prius assumptum ex B.)
81

Τοῦτο δὴ τῶν προηγγελμένων πέρας καὶ κορωνὶς τῶν [*](d) κακῶν. ἥξουσι γάρ φησιν οἱ Χαλδαῖοι, ἔσονται δὲ καὶ τοιοίδε, καὶ τόδε τι δράσουσι, προσθήσουσι δὲ κἀκεῖνο, καὶ τὸ συναγόμενον ἐκ τούτων, τὸ ἄρδην τε καὶ πανοικὶ καὶ αὐταις ὁμοῦ πόλεσί τε καὶ κώμαις ἀπολέσθαι τοὺς ἠσεβηκότας, κατ’ οὐδένα τρόπον Θεοῦ κατοικτείροντος, ἀνέντος δὲ ὥσπερ εἰς ἐρήμωσιν τοὺς τοῖς αὐτοῦ νεύμασιν ἀνοσίως ἀνθεστηκότας, καὶ οἷον προσώποις ὑπαντιάζοντας, καὶ ἀναφανδὸν ἀντανισταμένους καὶ ἀντεξάγοντας ἐναργῶς οἷς ἃν βούλοιτο Θεὸς τὸ ἴδιον θέλημα.

[*](e)

Συντετέλεσται δὲ ὥσπερ καὶ ἡ τῶν Ἰουδαίων Συναγωγὴ, Χριστῷ φρονοῦσα τὰ ἐναντία, καὶ μαχόμενος δόγμασι δεσποτικοῖς καὶ αὐτὸ δὴ τοῦτο ἀκρύπτως καὶ ἀναιδῶς αὐτῷ πρόσωπον ἀνατείνουσα, καὶ τὰ πάντων, ὡς ἔπος εἰπεῖν, τῶν κακῶν ἐκτοπώτατα δρῶσά τε καὶ λέγουσα, καὶ μὴν καὶ αὐτῷ προσηλοῦσα τῷ ξύλῳ, καὶ συκοφαντοῦσα τὴν ἀνάστασιν. οὐ γὰρ μόνον ἀπεκτόνασι τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν, ἀλλὰ γὰρ καὶ τοῖς Πιλάτου στρατιώταις χρήμάτα [*](a 526 A. S.Matth. xxviii. 12.) δεδώκασιν, ἐγηγερμένου Χριστοῦ, ἴνα δὴ λέγοιεν, ὡς xxviii. ἀνεβίω μὲν οὐδαμῶς, κεκλόφασι δὲ μᾶλλον αὐτὸν λαθόντες οἱ μαθηταί.

Καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν· καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει, καὶ τύραννοι παίγνια αὐτοῦ, καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται, καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.

Τῶν ἁγίων προφητῶν ἄνω τε καὶ κάτω τοῖς Ἰουδαίων [*](b) δήμοις τὰ κατ’ αὐτῶν ἐσόμενα προαπηγγελκότων, μονονουχὶ δὲ καὶ κατεπᾳδόντων αὐτοῖς τὰ τοιάδε τῶν κακῶν, εἰς τοῦτο [*](1. πέρας δὴ τοῦτο τῶν προηγγ. inv. ordine D. 2. φησιν post Χαλδ. tr. D. 4. τὸ alt. assumptum ex B.D. 6. ἀνιέντος D. 11. καὶ assumptum ex B. 12. μαχόμενος Edd. ante Migne. δεσποτ. ante μαχ. tr. D. 13. Haec αὐτὸ accesserunt ex Β. αὐτοπρόσωπον D. 16. αὐτὸν Edd. 17. ἄπεκτόν. μόνον inv. ordine D. 18. γὰρ assumptum ex D. τοῖς] + τοῦ Β. 22. αἰχμαλωσίας D. (198.) ἐν om. F, 23. παίγνιον F. Edd. (153.))

82
κατώλισθον ἀμαθίας αὐτοὶ καὶ ἀνοσίων σκεμμάτων, ὡς ἀνακαίεσθαι μὲν εἰς θράσος καὶ ὀργὴν, ὀφρὺν ἐπαίροντας ὑψηλὴν, καί ποτε μὲν οἴεσθαι μάλα ῥᾳδίως τῆ σφῶν αὐτῶν πληθύι· περιγενήσεσθαι τῶν ἐχθρῶν· ποτὲ δὲ αὖ καὶ τὰς κύκλῳ βασιλείας συλλέγοντας εἰς ἐπικουρίαν, τάχα που καὶ ἀμαχεὶ [*](c) παραχωρήσειν αὐτοῖς τοῦ νικᾶν τοὺς ἐπιόντας τεθαρσήκεσαν· καταρρᾳθυμήσαντες δὲ τῶν πατρῴων ἐθῶν, οὐκέτι μὲν τὴν παρὰ Θεοῦ καὶ ἄνωθεν ἐζήτουν ἐπικουρίαν, ἐρανιζόμενοι δὲ, ὡς ἔην, τὰς τῶν ὁμόρων ἐθνῶν, καί ποτε μὲν τὰς Αἰγυπτίων, ποτὲ δὲ τὰς Σύρων, ναὶ μὴν τὰς Τυρίων ὡς ἐπ’ ἀκλονήτοις εὐημερίαις ἐρείσαντες τὴν ἐλπίδα, ἁβροὶ καὶ εὔθυμοι διετέλουν. ὅτι τοίνυν εἰκαιοτάτη μὲν λίαν ἡ τοιάδε σκέψις αὐτοῖς, βαδιεῖται δὲ οὐχ οὕτω τῶν πραγμάτων αὐτοῖς ἡ ἔκβασις, ἐξηγεῖται πάλιν. ἀφικόμενος γὰρ, φησὶν, ὁ Βαβυλώνιος, κἂν ταῖς ψάμμοις ἰσάριθμον τὸ ἐξ Ἰσραὴλ γένος εὕροι, ἀλλ’ οὖν οἴκαδε πάλιν ἐπανακομισθήσεται, δορικτήτους [*](d) ἔχων τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, κἂν εἰ μυρίους τε ὅσους καὶ ἀλκιμωτάτους ἔχοιεν τοὺς ἐπαμύνοντας, ἀλλ’ οὖν καὶ τούτων περίεσται ῥᾳδίως. ἐντρυφήσει δὲ καὶ βασιλεῦσι καὶ τύραννοι παίγνια αὐτοῦ. δεδεμένον γὰρ ἀπῴκισεν εἰς Βαβυλῶνα τὸν Ἰεχονίαν, καὶ ἑτέρους δὲ τῶν τοπαρχῶν οὐκ ὀλίγους, οἳ καὶ εἰς γέλωτα τέθειντο τοῖς ἑλοῦσιν αὐτούς. κατευμεγεθήσει δὲ οὕτω τῶν πόλεων, καὶ τῶν ἄγαν εὐτειχεστάτων, ὡς ἐν ἀθύρματος τάξει τὴν ἅλωσιν ἑκάστης λελογίσθαι παρ’ αὐτῷ. ποιήσεται δὲ καὶ χωμάτων ἐγέρσεις. [*](2. θράσος D. Edd. θράση Β. ὀργὴν accessit ex D. 3. καὶ post οἴεσθαι tr. Edd. invito D. 4. περιγενήσεσθαι D. περιγενέσθαι Edd. οὖ assumptum ex D. 5. ἐπικουρίαν B.D. ἐπικουρίας Edd. συλλ. post ἐπικ. tr. D. 6. του] τὸ iid. ἐτεθαρσήκεσαν iid. –9 Haec οὐκέτι μὲν—ὁμόρων ἐθνῶν θεῶν pro ἐθνῶν Β.] accesserunt ex B.D. 10. ἀσσυρίων D. Σύρ. habet Β. νοὶ D. καὶ Edd. μὴν] + καὶ Edd. invitis B.D. II. ἐπ’ ἀκλονήτοις] ἐπ’ ἀκλονῷ τῆς Edd. εὐημερίας iid. 12. δτι] εἰ iid. λίαν accessit ex B.D. 13. αὐτοις alt. accessit ex D. 14. φησὶ post Βαβ. tr. D. 15. εὕροι γένος inv. ord. D. 16. ἐπανακομισθήσεται D. ἀνακομ. Edd. 18. ὦι iid. ἀλλ’ οὖν om. D. 20. παίγνιον iid. τὸν Ἰεχ. ante ἀπῴκ. tr. D. 22. τέθειντο Β. τέθεινται D. iid. 23. εὐτυχεστ. Edd. 24. ἑκάστην ἅλωσιν D. 25. παρ’ αὐτοῦ iid.)
83
εἷλε δὲ οὕτω Τύρον, καίτοι πολὺ τῆς ἠπείρου πρὸς θάλασσαν [*](e) νήσου δίκην ἐκτεταμένην.

Εἷλε δὲ καὶ ὁ σατανᾶς τὸν Ἰσραὴλ αἰχμάλωτον ἀπειθήσαντα τῷ Χριστῷ, καὶ τρυφὴ γεγόνασιν αὐτῷ πάντες οἱ ἡγούμενοι, καὶ τῆ τῆς ἱερωσύνης ἐπαυχοῦντες δόξῃ, οὓς καὶ τυράννους εἰπεῖν οὐκ ἀκαλλὲς οἶμαί που, διάτοι τὸ προεστάναι λαῶν, καὶ ἐν πολλῇ κεῖσθαι δόξη καὶ δυναστείᾳ τῆ κατ’ αὐτῶν. ἀλλ’ οὐκ ἃν ἐγένοντο παίγνια δυστροπίας διαβολικῆς, [*](a 527 A.) εἰ ταῖς τοῦ Σωτῆρος ἐντολαῖς ἠκολούθουν, καὶ τὴν πίστιν τετηρήκασι, καὶ τὸν διὰ Πνεύματος ἁγιασμόν. ἦ γὰρ ἃν ἔφη καὶ αὐτοῖς ὁ τῶν ὅλων Σωτῆρ’ ὁ πάντα τιθεὶς ὑπὸ πόδας ἐχθρόν “Ἰδοὺ Ἴδου δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ [*](S. Luc. x. 19) “σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

Τότε μεταβαλεῖ τὸ πνεῦμα, καὶ διελεύσεται καὶ ἐξιλάσεται.

[*](11 b)

Ὅτι μὴ εἰς ἅπαν ἀπολεῖται τὸ γένος τὸ ἐξ Ἰσραὴλ, μήτε μὴν εἰς αἰῶνα περιοφθήσεται, ἀλλ’ ἔτι τις αὐτοῖς καιρὸς εὐημερίας, καὶ λύσις τῆς ἀνηκέστου συμφορᾶς οἴκαδέ τε ἀνακεκομισμένοις, καὶ τοῦ τῆς δουλείας ἀπορραγέντος ζυγοῦ, δίδωσι νοεῖν, ὡς ἐν πνεύματος μεταβολῇ, τουτέστιν ἐν μετασκέψει τε καὶ ἑτεροβουλίᾳ γενήσεσθαι λέγων τὸν τῶν ὅλων Δεσπότην. καὶ οὔτι πού φαμεν ὅτι τῆς ἤδη γεγενημένης ἐπ’ αὐτοῖς καταψηφιεῖται βουλῆς, ὡς οὐκ ἂν ἐχούσης ἐφ’ ἑαυτῇ [*](c) τὸ εὖ γεγενῆσθαι τότε, ἐκεῖνο δὲ μᾶλλον, ὅτι τὴν ἀποχρῶσαν δίκην αἰτήσας, καὶ ἀναλόγως τοῖς πταίσμασι τὴν κόλασιν ἐπενεγκὼν, μεταχωρήσει πρὸς ἔλεον, καὶ διελευσεται τὴν ὀργὴν, ἔσται δὲ καὶ ἵλεως τοῖς πεπονηκόσι. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ ἐξιλάσεται.

[*](1. οὕτω] + ὁ Ἀλέξανδρος Edd. repugnantibus B.D. [Nabuchodonosorem cum Alexandro confuditne B. Cyrillus? 2. ἐκτεταμένην Β. ἐκτεθειμένην D. iid. 3. αἰχμ. τὸν Ί. inv. ord. D. 5. αὐχοῦντες Β. 7. τῶν λαῶν D. 8. κατ’ αὐτοὺς Edd. 9. ἠκολ. ἐντολαῖς inv. ord. D. τὴν π. τετηρ.] τετιμήκασι τὴν πίστιν D. 16. ἔσται τις] ἔνστασις Edd. εὐημ. καιρὸς inv. ord. D, 19. μεταστρέψει Β. 21. δεσπότην] Θεὸν D. 22. ἀν’ assumptum ex D. ἐφ’ ἑαυτῆς D. 23. γεγενῆσθαι τότε, B.D. γεγενῆσθαι, τὸ iid. 24. αἰτήσας δίκην et ἐπ’. τὴν κόλ. inv. ord. D.)
84

Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου. οὐχὶ σὺ ἀπ' ἀρχῆς Κύριος ὁ Θεός ὁ ἅγιός μου; καὶ οὐ μὴ ἀποθάνωμεν.

Ἐπαγγειλαμένου Θεοῦ τὸ κατοικτειρήσειν αὐτοὺς, καὶ τῶν [*](d) σκυθρωπῶν τὴν ἐπί γε τὰ ἀμείνω μετάστασιν προαπηγγελκότος, ἐκ περιχαρείας ὁ Προφήτης μονονουχὶ καὶ ἀνασκιρτᾷ λέγων, ὡς οὐκ ἂν ἑτέρῳ τῳ πρέποι τὸ ἀνακομίσαι τὸν Ἰσραὴλ, καὶ ἀπαλλάξαι δεσμῶν καὶ δουλείας, καὶ κατελεῆσαι συντετριμμένον, πλὴν ὅτι μόνῳ Θεῷ, τῷ πάντα εὐκόλως ἰσχύοντι κατορθοῦν, καὶ καταλεαίνοντι μὲν τὸ τραχὺ, καταστορνύντι δὲ ὥσπερ τὸ ὑψοῦ τε καὶ ἄναντες, ᾧπερ ἂν λέγοιτο [*](Hiob xlii. 2.) παρὰ παντὸς ἁγίου “Πάντα δύνασαι, καὶ οὐδέν σοι ἀδυνα- [*](e) “τεῖ.” εἶτά φησιν ὁ Προφήτης οὐχὶ σὺ λό’ ἠχῆς Κύριος ο Θεὸς ο ἄγιος μου μου; καὶ οὐ μὴ αποανωμεν. εἰ γὰρ καὶ ηπάτηται, φησὶν, ὁ Ἰσραὴλ, καὶ πρὸς πλάνησιν παρεκομίσθη καὶ ψευδολατρείας ἀλλοκότους, ἀλλ’ ἦσθα σὺ πάλιν ὁ τῶν ὅλων Θεὸς, ὁ καὶ πάλαι πταίοντας κατοικτείρων ὡς ἅγιος, καὶ ἀνωλέθρους διατηρῶν, καὶ οὐκ ἐφιεὶς εἰσάπαν ἀπολέσθαι τὸν Ἰσραήλ. οὐκοῦν οὐ μακρὰν ἐλπίδος, ὅτι καὶ σωθήσεται καὶ τὰ σκυθρωπὰ παραδραμεῖται, κατοικτείροντός γε σου, [*](528 A. a) καὶ τὰ πέρα λόγου κατανύοντος. ἔχαιρον δὲ καὶ οἱ ἅγιοι, τὴν ἐν ἐσχάτοις καιροῖς τοῦ Ἰσραὴλ σωτηρίαν ἀναμανθάνοντες, προσῆγον δὲ καὶ λιτὰς, καὶ φωνὰς ἀνῆπτον χαριστηρίους καὶ ᾠδάς. καὶ γοῦν ὁ μακάριος Δαυεὶδ τὴν ἐπ’ αὐτοῖς ἐσομένην ἡμερότητα προεγνωκὼς διὰ τοῦ Πνεύματος, καὶ μονονουχὶ τῶν τῆς αἰχμαλωσίας δεσμῶν ἀνιεμένους ὁρῶν, [*](1. ἀπ’ ἀρχῆς] ὑπάρχεις D. (153.) κύριος B.D. (22. al.) cf. ad Herm. 568 b. Κύριε Edd. 3. Ἀπαγγειλαμένου Edd. κατοικτειρήσειν D. κατοικτείρειν Edd. 4. προαπηγγελκότος D. προηγγ. iid. 7. δουλείας et δεσμῶν inter se transp. D. 8. μόνῳ] + τῷ iid. εὐκόλως post κατορθ. transp. D. 9. καταστορνῦντι] καταστρωννύντι D. iid. 10. ὅπερ Edd. 11. δύναται iid. 12. ἀπ’ ἀρχῆς] ὑπάρχεις D. ut supra. 13. Haec ὁ Θεός assumptum e.x B.D. ἠπάτηται φησιν ὁ Ἰσραὴλ hoc ordine D. ὁ Ἰσρ. φ. ἠπ. Edd. 14. παρακεκόμισται πρὸς πλάνησιν D. 15. καὶ] + πρὸς D. ἄλλοκ’. ψευδ. inv. ordine D. 17. ἀφιεὶς D. 19. παραδρ. τὰ σκ. inv. ordine D. 20. καὶ τὰ πέρα λ. κατανύοντος om. Β. κατανύοντος D. κατανεύοντ. Edd. καὶ alt. om. D. 21. σωτ. post ἀναμανθ. tr. D. 23. καὶ ὠδὰς om. D.)

85
ψάλλει καί φησιν “Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρε- [*](Pa. Ixxxiv. 2. 3.) “ψας τὴν αἰχμαλωσίαν Ἰακώβ. ἀφῆκας τὰς ἀνομίας τῳ “λαῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.”

Κύριε, εἰς κρῖμα τέταχας αὐτὸν, καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ. καθαρὸς ὁ ὄφθαλμός σου του μὴ ὁρᾶ πονηρὰ καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ.

[*](b)

Ἔστι μὲν ὁ λόγος τῷ Προφήτῃ πάλιν· περὶ ὅτου δὲ ἄρα φησὶν ὡς εἴη τεταγμένος εἰς κρῖμα παρὰ Θεοῦ πολὺ λίαν ἀσυμφανές ἐστι. φέρε δὴ οὖν ἀναγκαίως πολυπραγμονοῦντες τὸν νοῦν τῶν εἴρη μένων, ἐκεῖνα διασκεπτώμεθα. εἰ γὰρ λέγοιτο μὲν περὶ τοῦ βασιλέως τῶν Βαβυλωνίων, ὡς εἰς κρῖμα τετακται παρὰ Θεοῦ, φαμὲν ὅτι τέτακται πληρώσων τὸ κατά γε τῶν ἐξ Ἰσραὴλ ἐκβεβηκὸς ἄνωθεν κρῖμα, τουτέστι τὴν [*](c) πόρθησιν, τὴν αἰχμαλωσίαν, τὸν τῶν πόλεων ἐμπρησμὸν, καὶ ἁπαξαπλῶς, τῆς Ἰουδαίας τὴν δήωσιν. εἰ δὲ τοῦτο μὲν οὐχὶ, περιτρέψομεν δὲ τὴν δύναμιν τοῦ νοήματος εἰς τὸ τοῦ Ἰσραὴλ πρόσωπον, πάλιν ἐκεῖνό φαμεν, ὅτι καὶ αὐτὸς τετακται εἰς κρῖμα παρὰ Θεοῦ· τὸ δὲ εἰς κρῖμά φαμεν, ὅτι εἰς κατάκριμα. καὶ γοῦν καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἔφη που περὶ τῶν Ἰουδαίων “Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον [*](S. Joan. ix. 39.) “τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ [*](d) “βλέποντες τυφλοὶ γένωνται· τὸ δὲ εἰς κρῖμα φησιν εἰς κατάκριμα. κατακέκριται τοίνυν ὁ Ἰσραὴλ ὡς ἠδικηκὼς, ὡς καταρρᾳθυμήσας τῶν νόμων, ὡς λελυπηκὼς οὐ μετρίως τὸν τῶν ὅλων Δεσπότην. ἐμὲ δὲ, φησὶ, τουτέστι τὸν Προ- [*](1—3. ἀπέστρεψας — ἁμαρτίας αὐτῶν] καὶ τὰ ἑξῆς Edd. 5. σου ex Β. (36. al.) 6. οὐ δυνήσῃ B.D. (Alex. XII.) ὀδύνης Edd. (Vat. ℵ) 7. τῷ Προφήτῃ] τοῦ Προφήτου D. Edd. 8. πολὺ om. D. g. οὖν] αὖ D. πολυπρ. ἀναγκαίως inv. ord. D. 10. τὸν νοῦν post εἰρημ. tr. D. μὲν ante γὰρ tr. D. 1 1, βᾶσ’. τῶν Βαβ.] Βαβ. βᾶσ’. D, ὡς om. D, 12. τετάχθαι D. 16. δύν. post νοήμ. tr. D. 17. τέτακται post κρῖμα tr. D. 18. ὅτι om. D. 19. Assumpta καὶ alt. ex D. ὁ alt. ex B. 21. βλέψωσι D. 22. τὸ δὲ — εἰς κατάκριμα assumpta ex D. b. 24. λελυπηκὼς οὐ μ. hoc ordine D. b.)

86
φήτην, ἔπλασεν, ἤγουν ἐποίησέ τε καὶ παρεσκεύασεν εἰς τὸ δεῖν ἐλέγξαι τὴν παιδείαν, ἢν ὡρίσατο κατ’ κὐτοῦ· ὡς γὰρ παιδεία καὶ μάστιξ τῷ Ἰσραὴλ ἐπενήνεκται ὁ πόλεμος, καὶ τρόπος ἦν τιμωρίας τὸ συμβεβηκὸς, οὐ Βαβυλωνίων [*](e) ἁπλῶς ἐγχείρημα. εἰ δὲ δή τις ἔροιτο καὶ λέγοι, φησὶν, Ἀνθ’ ὅτου δὴ κολαστὴς τέθειται ὁ Βαβυλώνιος, ἤγουν εἰς κατάκριμα καὶ εἰς τὸ παθεῖν ὁ Ἰσραὴλ, ἐκεῖνο λέγων ἀντακούσεται ‘Ως ἔστιν ὁ τοῦ Δεσπότου καθαρὸς ὀφθαλμὸς, καὶ οὐκ ἂν ἀνάσχοιτό ποτε πονηρῶν τε καὶ ἀνοσίων πραγμάτων γίνεσθαι θεατὴς, οὐδ’ ἂν ἐπιβλέψειεν ἐπὶ πόνους τοὺς ἐξ ἀδικιῶν καὶ πλεονεξίας τοῖς ἀσθενεστέροις συμβαίνοντας. ἀποφέρει γὰρ ἀεὶ τῶν τὰ τοιάδε δρᾶν εἰωθότων τὸν ὀφθαλ- [*](529 A. a) μόν. οὗ δὴ γεγονότος, πάντη τε καὶ πάντως τὰ δεινὰ συμβήσεται, καὶ ἐν τοῖς ἐσχάτοις ἔσται κακοῖς ὁ πεπονθὼς τὴν ἀποστροφήν. καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει [*](Ps. xxvi. 9.) “Μὴ Μῆ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκ- “κλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.” ἕψεται γὰρ πάντως ταῖς θείαις ἀποστροφαῖς τὰ ἐξ ὀργῆς συμβαίνοντα.

Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας; παρασιωπήσῃ ἐν τᾤ καταπίνειν ἀσεβῆ τὸν δίκαιον; καὶ ποιήσεις τοὺς ἀνθρώπους [*](b) ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα ἡγοὑμενον;

Προαπαγγείλας ὅτι καθαρός ἐστιν ὁ τῆς θεότητος ὀφθαλμὸς, καὶ οὐκ ἂν ἐπίδοι ποτὲ τοὺς τῶν πονηρῶν ἐργάτας, οὐδ’ ἂν εὐμενῶς ἐπιβλέψειε τισιν ᾑρημένοις πλεονεκτεῖν, καὶ ὀδύἤγουν] [*](1. τουτέστιν D. παρεσκεύασεν D.b. Edd. ἀφώρισεν Β. 2. αὐτοῦ B.D.b. αὐτῶν Edd. 3. ἐπενήνεγκται iid. τῷ Ἰσρ. post ἐπενήν. tr. D. 4. τρόπος et τιμωρίας inter se tr. D. 5. λέγει λέγῃ) D. 6. δὴ assumptum ex D. τέθ. κολ. inv. ord. D. ἤτοι Edd. 9. τε assumptum ex B.D. 10. γενέσθαι D. Edd. 12. τὰ assumptum ex D. 15. ἐλιπάρει Δ. inv. ordine 1). 16. ἀπ’ ἐμοῦ ante τὸ πρ. σου tr. D. 19. Εἰς B.D. (Alex.) cf. supra 68 b, 518 c; infra 532 d. Ἵνα Edd. (Vat. ℵ) 20. τοὺς om. Edd. 21, τὰ prius om. D. (36 al.) 23. θειότητος Edd. 24. τῶν assumptum ex B.D. 25. πλέον. ᾑρ. inv. ord. D.)

87
νᾶς πλέκουσι τοῖς ἀσθενεστέροις, εἰς ἐννοίας ὁ Προφήτης εὐθὺς τοιαυτασί πὼς ἁρπάζεται. μυρία μὲν γὰρ ὅσα δεινὰ καὶ παγχάλεπα τοὺς τῶν Ἰουδαίων δήμους εἴργασται κακὰ τῶν Βαβυλωνίων ἡ ὠμοτάτη πληθὺς, οἳ καὶ τῆς ἑαυτῶν [*](c) ἀγριότητος τὴν ὑπερβολὴν εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν, ὡς μηδὲ αὐτῶν ἀποσχέσθαι τῶν θείων χώρων, προσεμπρῆσαι δὲ τοῖς ‘Ιεροσολύμοις καὶ τὸν διαβόητον νεὼν, καὶ ὁμοῦ τοῖς ἀγελαίοις τοὺς τῶν θείων θυσιαστηρίων ἱερουργοὺς ἁρπάσαι καὶ βεβηλῶσαι τὰ ἅγια, κατὰ τὸ γεγραμμένον. [*](Ezek. xxiv. 21.) ἐπειδὴ δὲ οἴκοι γεγόνασιν, εὔθυμοί τε διετέλουν, καὶ πλοῦτον τὸν ἐξ ἁρπαγῆς ἔχοντες, οὐ τῶν ἀνοσίως αὐτοῖς πεπλημμελημένων αἰτούμενοι δίκας, οὐ δεδιότες ἐχθροὺς, οὐ πολέμου πτοίας· κατεξανιστάμενοι ἱστάμενοι δὲ μᾶλλον ἁπάντων αὐτοὶ, [*](d) καὶ ὧν ἃν ἕλοιντο κατακρατοῦντες εὐκόλως, καὶ εὐημεροῦντες ἄγαν, καὶ ταῖς τῶν ἀπολωλότων ἐναβρυνόμενοι συμφοραῖς, καὶ ἐν αὐχημάτων ποιούμενοι τάξει τὸ εἰς ὀργὰς ἀκρατὲς, τὸ εἰς πλεονεξίας ἀχάλινον, τὴν κατὰ πάντων ὑπεροχήν.

Κατατέθηπε δὴ οὖν ὁ Προφήτης, κατευρυνομένους μένους αὐτοὺς ὁρῶν ἐν εὐπαθείαις, καὶ θείων ἤδη κριμάτων ἅπτεται, καὶ τὰ πᾶσιν ἀζήτητα, καὶ ἀνέπαφα νῷ παντὶ, πολυπραγμονεῖν ἐπιχειρεῖ καὶ ἀναμανθάνειν εὔχεται, τίς λοιπὸν [*](e) ἂν εἴη ὁ λόγος τῆς οὕτω μακρᾶς ἀνεξικακίας τοῦ πάντα ἰσχύοντος Θεοῦ, ὡς καὶ τοῖς οὕτω καταφρονεῖν εἰωθόσι καὶ ἀνοσίως ζῆν ᾑρημένοις πρᾶον ἔσθ’ ὅτε καὶ ἥμερον τὸν ὀφθαλμὸν ἐνιέναι, καὶ παρασιωπᾶν καὶ ἀνέχεσθαι κατεδηδοκότος ἀνδρὸς ἀσεβοῦς μονονουχὶ τὸν ἐπιεικῆ καὶ δίκαιον. ἀπὸ δὴ [*](1. εὐθὺς ὁ Προφ. inv. ord. D. 2. μὲν om. D. 3. τοι τ. Ί. δήμοις Edd. κακὰ om. D. 4. καὶ om. D. 5. εἰς τοῦτο δεινότητος μέτρον παρεκόμισαν] Sic edidi. παρεκόμισαν εἰς τοῦτο δ. μέτρον D. εἰς τοῦτο δεινότητός τε καὶ . . . . . . . . παρεκόμισαν Β. εἰς τοῦτο δ. καὶ μέτρων πέρα ἑ κόμισαν Edd. 6. τῶν θείων ἀποσχέσθαι inv. ordine D. 8. ἱερουργοὺς] ἱερεῖς iid. 10. ἐπεὶ δὲ iid. 11. ἔχοντες ante τὸν tr. D. 13. πτοίαν D. ἁπάντων om. D. 14. κρατοῦντες D. 16. τάξει π., ἄκρ’. εἰς ὁ. et ἀχ. εἰς πλ. inv. ord. D. 19. εὐπαθείαις Β. εὐπαθείᾳ D. ἀπαθείᾳ Edd. ἐν εὐπ. ὁρ. et ἅπτ. κρ. et ἐπιχ. πολυπρ. inv. ord. D. 21. εὔχεται] ἄρχεται D. ἂν εἴη λοιπὸν inv. ord. D. 23. Θεοῦ et καὶ ὄν. ζην ᾑρ. om. D. 24. ἐνιέναι τὸν ὁ. inverso ordine D. 26. μονονουχὶ ante κατεδ. tr. D.)

88
τούτου φησὶν, ὅτι μὴ κατὰ πόδας εὐθὺς τοῖς πλημμελοῦσι [*](530 A. a) τὸ κολάζεσθαι δεῖν ἀκολουθεῖ, κεχωρήκασι δὲ μᾶλλον εἰς ἀνάβλησιν οἱ θυμοὶ, ταύτῃτοι κατώλισθον οἱ ἐπὶ τῆς γῆς εἰς τὸ βουλεύεσθαι λοιπὸν, καὶ δὴ καὶ ἐπιχειρεῖν κατὰ τὸν ἴσον ἰχθύσι τρόπον καὶ τοὺς ἀσθενεστέρους κατανέμεσθαι, καὶ οἷον ἀλλήλους καταρροφᾶν ἀθύρῳ τε καὶ ἀπλήστῳ στόματι· σκληρὰν δὲ οὕτω καὶ ἄμικτον καὶ τραχεῖαν ζωὴν ἐπιτηδεύειν, ὡς ἑρπετῶν τῶν ἐν ὄρεσι καὶ χειαῖς ὀλίγα διενεγκεῖν, ἃ διὰ πολλὴν ἀγριότητα καὶ ὑπερβολὴν πικρίας ἀτίθασά τε ἐστὶ καὶ τὰς τῶν ἑτέρων ζῴων οὐκ [*](b) ἀπομιμεῖται φύσεις, ἃ καὶ ἀγεληδὸν ἔσθ' ὅτε καὶ ὑφ’ ἑνὶ τῷ προὔχοντι καὶ τῆς ἀγέλης προβεβλημένῳ ποιεῖται τὰς νομὰς, ὁρᾶται δὲ ὥσπερ καὶ στρατηγούμενα. ἄμικτοι δὲ καὶ οἱ Βαβυλώνιοι, καὶ τοῖς ἄλλοις ἀπρόσιτοι, πικροί τε καὶ ἰοβόλοι καὶ ὀλέθρου μεστοὶ καὶ χανδὸν καταπινοντες τοὺς ἀσθενεστέρους.

Οὐκ ἀπίθανον δὲ τὴν φωνὴν τοῦ Προφήτου κατά τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν γενέσθαι δοκεῖν. καταφρονηταὶ γὰρ ὄντως ἐκεῖνοι, τὸν μὲν θεῖον φόβον [*](c) ὁμοτρόπως ἀποσειόμενοι, φαυλότητος δὲ ἁπάσης καὶ μέντοι καὶ σκαιότητος εἰς ἅπαν ἥκοντες μέτρον, καίτοι πολὺ λίαν ἀνεξικακοῦντος Θεοῦ. ἐπειδὴ δὲ ἅπαξ γεγόναμεν ὑπ’ ἐκείνοις, ἀλλήλους οἱ δείλαιοι κατεδηδόκαμεν. οὐ γὰρ ἦν τῆς εἰρήνης ὁ βραβευτὴς, ἡγούμενος ἐφ’ ἡμᾶς, τουτέστι χριστὸς, ὁ γῆς τε καὶ οὐρανοῦ καὶ πάντων δεσπότης· ταύτῃτοι γεγόναμεν ὡς ἰχθύες, ἀλογώτατοι μὲν καὶ ἄφωνοι παντελῶς. [*](1. ἀκολουθεῖ ante τοῖς πλ. tr. D. 3. ἀνάκλησιν Edd. 4. βουλεύεσθαι D. βούλεσθαι Β. προσβαλέσθαι iid. 5. τὸν ἴσον ἴ’. τρόπον D. Edd. τὸ ἴσον ἰχθύσι Β. καὶ assumptum ex D. κατανέμεσθαι τοὺς ἅσθ’. inverso ordine D. 6. καταῤῥοφᾶν] καταῤῥοφεῖν iid. 7. καὶ τραχεῖαν assumptum ex D. 8. ἐπιτηδ. ζ́ inv. ord. D. χειαῖς B.D. xfl Edd. 9. ἃ διὰ—πικρίας] διὰ πολλὴν ἀγρ. ἅπερ D. 12. ποιοῦνται τὴν νομὴν D. 14. ἀπρ. τοῖς ἄ. inv. ordine D. 17. φωνὴν post προφ. tr. D. 18. πονηρῶν om. D. 19. φόβον post ὀπὸς. tr. 1). 20. φαυλότατοι Edd. 21. εἰς ἀπαν assumptum ex B.D. 23. κατεδηδόκειμεν D. 23-26. οὐ—παντελῶς om. D. 25. ἁπάντων Edd.)

89
οὐ γὰρ ἦν ἐν ἡμῖν εὐσεβείας λόγος, οὐ φωνὴ δοξολογίας τῆς εἰς Θεὸν, ἀλληλοκτονοῦντες δὲ μᾶλλον καὶ ζωὴν ἔχοντες τὴν ἀλογωτάτην, Θύσιν ἐν ἴσῳ διετελοῦμεν ἐν κόσμῳ, [*](d) πικρός τε ἦν οὕτως ἐν ἑκάστῳ νοῦς, ὡς ἤδη δοκεῖν ἐκτεθηριῶσθαι παντελῶς, καὶ τοῖς ἰοβόλοις ὅσον ἧκεν εἰς θυμοὺς καὶ πικρίας ἢ λοιπὸν παρισῶσθαι, ἢ καὶ ἔτι τὰ ἐκείνων ἐπείγεσθαι νικᾶν.

Συντέλειαν ἐν ἀγκιστρῳ ἀνέσπασε, καὶ είλκυσεν αὐτό ἐν ἀμφιβλήστρῳ, καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγηναις αὐτοῦ· ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρησεται ἠ καρδία αὐτοῦ· ἕνεκεν τούτου Θύοει τῇ σαγήνῃ αὐτοῦ καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ [*](e) αὐτοῦ, ὅτι ἐν αὐτοῖς ἐλίπανε μερῖδα αὐτοῦ κὼ τὰ βρώματα αὐτοῦ ἐκλεκτά· διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ, καὶ διὰ παντὸς ἀποκτένειν ἔθνη οὐ φείσεται.

Ἰχθῦς ὀνομάσας ἐμφιλοχωρεῖ ἔτι τῇ τροπῇ, καὶ ὡς περί τινος τῶν θαλασσουργῶν, ἤγουν τῶν ἁλιέων ποιεῖται τοὺς λόγους. ἰχθυοθῆραι μὲν γὰρ τῶν ἰδίων ἐπιτηδευμάτων κατὰ πολλοὺς ἅπτονται τρόπους. ἢ γὰρ ἀγκίστροις ἁρπάζουσι τοὺς ἰχθῦς, καὶ σκαίροντας ἐκ κυμάτων ἀνιμῶνται ταῖς ὁρμιαῖς, [*](a 531 Α.) ἢ σαγήναις περιφράττοντες ἕλκουσι κατὰ πληθὺν, ἤγουν ἑτέροις τισὶ καταπυκάζουσι λίνοις. ἐπὰν δὲ δὴ πράττωσι δεξιῶς, πολλῶν συναγηγερμένων, χαίρουσι τῇ τέχνῃ, καὶ τοῖς λίνοις μονονουχὶ καταθύουσιν, ὡς λιπαρωτάτην [*](1. ἐν assumptum ex B.D. 3. τὴν assumptum ex D. ἐν ἴσῳ ἰχθύσι inv. ordine D. 4. δὲ pro τε D. ἐντεθηριῶσθαι D. 6. παρισοῦσθαι λοιπὸν D. καὶ alt. assumptum ex B.D. ἔτι post ἐκ. tr. D. 8. ἕλκυσεν Edd. 10. καὶ χαρήσεται om. D. (153.) 11. τῆ̣ σαγήνῃ et τῷ ἀμφιβλ. inter se transponunt D. (Alex. cf. XII.) sed cf. infra. 13. διὰ + τοι D. ἀποκτένειν Β. (22al.) ἀποκτενεῖ D. (42, 49 ex corr., 62, 86, 147.) Vat.] ἀποκτείνειν Edd. (95, 153, 185.) 15. ἔτι assumptum ex D. 16. ἢ Edd. τῶν om. D. 17. ἰχθυοθῆρες D. μὲν om. D. 20. περιφρίττοντες Edd. 21. καταπυκάζουσι D. κατασκευάζουσι Edd. Neutrum habet B. ἐπὰν δὲ B.D. ἐπειδὰν δὲ Edd. δὴ asaumptum ex B. 23. τοῖς λίνοις post καταθ. tr. D. )

90
αὐτοῖς μερίδι προεξενηκόσι. τοιοῦτόν τι πεπρᾶχθαι φησιν ὁ προφήτης παρὰ τοῦ Ναβουχοδονόσορ, ὃς οἷον ἀγκίστρῳ τε καὶ σαγήναις καὶ μέντοι καὶ ἀμφιβλήστρῳ αὐτοῦ τόν τε [*](b) Ἰσραὴλ αὐτὸν, καὶ ἕτερα δὲ σὺν αὐτῷ περιβαλὼν ἔθνη συνεκόμισεν εἰς τὴν ἑαυτοῦ, καὶ ὡσπερεὶ θοίνην τοῖς ἰδίοις ὑπασπισταῖς παραθεὶς, ἐντρυφᾶν ἐκέλευσε, καὶ τῶν ἅπαξ ᾑρηκότων τοὺς ἁλόντας γενέσθαι κλῆρον καὶ μερίδα λιπαρωτάτην. ταύτῃτοί φησι τάχα που καὶ θύσει τῇ σαγήνη αὐτοῦ καὶ θυμιάσει τῲ ἀμφιβλήστρῳ αὐτοῦ, τουτέστι ταῖς δυνάμεσι, δι’ ὧν τὰ ἔθνη ἐσαγήνευσε, καὶ προσέτι τὸν Ἰσραὴλ, ἀνάψει τὰ χαριστήρια. ἐπειδὴ δὲ λίαν αὐτῷ τὸ χρῆμα ἐκβέβηκεν ἐπιτευκτικῶς, οὐκ ἃν ἀπόσχοιτό φησιν ἀποκτενων [*](c) ἔθνη, καὶ φυλὰς ἁρπάζων, καὶ χώρας ὑφ’ ἑαυτῷ ποιούμενος, καὶ φειδοῦς οὐδένα παντελῶς ἀξιῶν;

Πέπραχε δὲ τοῦτο καὶ κατὰ παντὸς μὲν ἀνθρώπων γένους ὁ σατανᾶς, ἰδικῶς δὲ κατὰ τοῦ Ἰσραήλ. ἑνὶ μὲν γὰρ ὥσπερ λίνῳ καὶ σαγήνη μιᾷ, τῇ τῆς ἁμαρτίας φημὶ, περιβέβληκεν ἅπαντας· τῆς γεμὴν εἰς χριστὸν ἕνεκα δυσσεβείας, καὶ ἰδικῶς τὸν Ἰσραήλ. τὰ γὰρ βρώματα αὐτοῦ φησὶν ἐκλεκτά. ἀπόλεκτοι δὲ καὶ κατὰ τὸν βίον παρὰ τοὺς ἄλλους ἅπαντας [*](Deut. xxxii.8.9.) Ἰουδαῖοι. “Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς [*](d) “διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν “ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ “Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.” ἐξειλεγμένος οὖν ἄρα παρὰ τοὺς ἄλλους ὁ Ἰσραὴλ, ὡς καὶ ἐν τέκνοις πρωτότοκος, ὡς ἐκ ῥίζης ἁγίας, τῆς τῶν πατέρων [*](1. προυξενηκόσι D. πεπρ. φ. ὁ πρ. hoc ordine D, πεπρ. post προφ. tr. Edd. 3. σαγήνη 1). αὐτοῦ assumptum ex D. 4. περιβαλὼν D. περιλαβὼν Β. παραβαλὼν Edd. 5. ὥσπερ εἰς D. 6. παραθεὶς] τεθεὶς Edd. 8. καὶ om. D. 9. τουτέστι assumptum ex B.D. 10. σεσαγήνευκε τὰ ἔθνη D. 11. ἀνάψας τὴν τὸ Migne.] χαριστήριον Edd. ἐπεὶ δὲ D. ἐκβ. τὸ χρ. inv. ord. D. 12. ἀποκτένων B.D. ἀποκτείνων (ut supra) Edd. 13. ὑφ’ ἑαυτοῦ iid. 16. δὲ] + καὶ iid. invito D. 17. μιᾷ σαγήνη inv. ord. 1). 18. δυσσ. ἕνεκα inv. ord. D. 20. ἀπόλεκτοι D. ἀπόδ. Edd. καὶ om. D. 22. Ἀδὰμ] Εδὼμ Edd. 23. αὐτοῦ Β. αὐτῷ Edd. λαὸς αὐτοῦ Ἰακὼβ om. D. 25. καὶ om. Β. πρωτότ. ἐν τ. inverso ordine D.)

91
φημὶ, καὶ ὡς νόμον ἔχων τὸν παιδαγωγὸν, καὶ κεκλημένος Gal. iii. εἰς ἐπίγνωσιν τοῦ φύσει καὶ ἑνὸς καὶ ἀληθῶς ὄντος Θεοῦ· ἀλλὰ καὶ οὕτως ἔχων εὐκλείας ὁμοῦ καὶ χάριτος, ἥλω καὶ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ. καὶ οἱ μὲν ὅτι πεπλάνηνται, μερὶς [*](e) γεγόνασι διαβολική· οἱ δὲ ὅτι τὸν φύσει Θεὸν ἐγνωκότες, τὸν ἐξ αὐτοῦ γεννηθέντα κατὰ φύσιν Υἱὸν, καὶ ἐν ἀνθρωπείᾳ γεγονότα μορφῇ καὶ ἐν σχήματι τῷ καθ’ ἡμᾶς ἀπεκτόνασιν ἀνοσίως, ἐνδέδενται ταῖς σαγήναις αὐτοῦ· καὶ σκόπος ἐκείνῳ πάντας ἄρδην ἀπόλεσαι τοὺς ἐπὶ τῆς γῆς καὶ φείσασθαι μηδενός. [*](a 532 A.) Ἐπὶ τῆς φυλακῆς μου στήσομαι καὶ ἐπιβήσομαι ἐπὶ πέτραν, καὶ καὶ β. ἀποσκοπεύσω τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐνῶ, κὼ τι ἀποκριθῶ ἐμ τὸ ἔλεγχόν μου. Προφητικὸν μὲν ἡμῖν ἐν τούτοις ἐξηγεῖται μυστήριον· ἔθος γὰρ τοῖς ἁγίοις, εἰ ἀναμανθάνειν βούλοιντο τὰ παρὰ b Θεοῦ, καὶ τὰς τῶν ἐσομένων εἰσδέχεσθαι γνώσεις, εἰς νοῦν καὶ καρδίαν ἐνηχοῦντος αὐτοῦ, περισπασμῶν καὶ φροντίδων καὶ μερίμνης ἁπάσης βιωτικῆς ἀπωτάτω ποιεῖσθαι τὸν νοῦν, σχολαῖον δὲ οὕτω καὶ ἠρεμαῖον ἔχοντας καὶ τετηρηκότας, καθαπερr εἴς τινα κολωνὸν καὶ περιωπὴν καὶ πέτραν ἀναθρώσκειν τότε πρὸς θεωρίαν ὧν ἂν ἕλοιτο διατρανοῦν αὐτοῖς ὁ τῶν γνώσεων κύριος. τὸ γάρτοι τῆς διανοίας χθαμαλόν τε καὶ καταβεβλημένον ἀπηχθημένον αὐτῷ, ζητεῖ δὲ καρδίας ὑψοῦ πετ́ασθαι δυναμένας, καὶ τῶν ἐπιγείων πραγμάτων καὶ προσκαίρων ἐπιθυμιῶν ἠρμένας. γέγραπται γάρ “Ὅτι τοῦ Θεοῦ Ps. xlvi.10 τ. νόμον ἔχ’. τ. π. κοὶ] νόμῳ τῷ παλαίω D. 2. ἐπίγνωσιν] εἴδησιν D. τοῦ καὶ φύσει καὶ D. ἀληθοῦς D. 3. ὁμοῦ D. τε Edd. 6. ἀνθρώπου D. ἐνδέδονται Edd. 9. τοὺς assumptum ex B.D. τῆς om. D. Haec κοὶ φείσασθαι μηδενός accesserunt ex B.D. 11. καὶ ἐπιβήσωμ. (sic) ἐπὶ π. post ἐν ἐμοὶ tr. D. 14. προφητικῶς Β. invitis D.b. μὲν om. D.b. ἐξηγεῖται μυστήριον D. τὸ μ. ἐξηγ. Edd. 15. ἕλοιντο b. παρὰ] + τοῦ b. βιωτικῆς] κοσμικῆς D. favente quoque b. ἀνωτάτω b. 19. ἠρεμαίως Β. ἔχοντας καὶ τετηρηκότας D. ἔχοντα καὶ τετηρηκότα Edd. 22. γνώσεων] ὅλων D. 25. ἠρμένας B.D. ὑπερηρμένας Edd.
92
“οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.’’ καὶ πάλιν [*](Hiob v. 7) “Νεοττοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτανται.’’ ἐθῶν γὰρ τῶν ἐπιγείων καὶ πραγμάτων τῶν γεωδεστέρων ἀπῴκισται πολὺ τῶν ἁγίων ὁ νοῦς. στήσομαι δὴ οὖν ἐπὶ τῆς φυλακῆς μου, φησὶν, τουτέστι τὴν ἐντριβῆ καὶ συνήθη νῆψιν ἐμαυτῷ ποιήσομαι πάλιν, καθαριῶ τὸν νοῦν, ἀπαλλάξω φροντίδος κοσμικης, ἀναπτήσομαι δὲ ὥσπερ εἰς πέτραν, τουτέστιν εἰς [*](d) ἑδραιοτάτην τινὰ καὶ οἷον ὑψοῦ κειμένην ἐννοιῶν ἀσφάλειαν· ἐκεῖ γεγονὼς, καθάπερ ἐξ ἀκρωρείας κατασκέψομαι νοητῶς, οἵπερ ἂν πρὸς μὲ γένοιντο λόγοι παρὰ Θεοῦ, καὶ τί ἂν μέλλοιμι λέγειν αὐτὸς, εἰ ἐλέγχειν βούλοιτο Θεὸς, ὡς οὐκ ἀσφαλῶς εἰρηκότα τό “Εἰς τί ἐπιβλέπεις ἐπὶ καταφρονοῦν - “τὰς; παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;

[*](e)