In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἰστέον δὲ, ὅτι ἀντὶ τοῦ, κάνθαρος εἰπεῖν, ἕτεροι τῶν ἑρμη- [*](c) ωευτῶν ἐκδεδώκασιν Ἔνδεσηος ξύλου. ὅθεν ἐστὶν ἐννοεῖν, ὅτι τάχα που τὰς τῶν οἰκιῶν μίτρας καὶ τὴν ἐν αὐταῖς [*](1. φωνὴν D. τι nssUTnptum ex D. 2. κεκραγόσι D. 3. μέντοι κοὶ pro γοῦν D. εἶπεν om. D. 4. μέντοι] + καὶ Edd. inv. B.D. 9. καὶ ἐνθάδε D. νοήσεις D. II. τῆς Ἰουδαίας D.b. Edd. Ἰουδαίων Β. 12. ταῖς om. D. εἰσβαλὼν Β. Edd. ἐμβαλὼν D.b. 13. κατενέπρησε Β. Edd. κατενεμπίπρα (legas κατενεπίμπρα) b κατεπίμπρα D. 14. οἴκους pro τοίχους b. 15. συνεκπίπτειν U. b. συνεμπίπτειν Β. συμπίπτειν Edd. καὶ ξύλα D.b. Edd. ξύλοις Β. ὀροφὴν Edd. invitis omnibus. 16. ἔχουσαν iid. 18. τὰ δὲ pro ταῦτα δὲ ὡς ἔφην D. ἦν D. Edd. ἦσαν Β. 21. τὰς D. κοὶ Edd. 22. καθελεῖ iid. καὶ] + τοὺς D. 23. αὐταῖς Β. 24. κάνθαρον D. Statim ἐκ ξύλου add. Edd. invitis B.D. οἱ ἕτεροι D. 25. ἔνδεσμα D, ξύλου D. Edd. ξύλινος Β. 26. μήτρας D.)

105
ἀναπλοκὴν τῶν ξύλων ἤτοι σύνδεσμον κανθαρους ὠνόμαζον κατ’ ἐκεῖνο καιροῦ, διὰ τὸ οἷον πολλοῖς ἀντέχειν ποσὶ τὴν ἐπικειμένην αὐτοῖς ὀροφή ὁροφήν.

Οὐαὶ ὁ οἰκοδομῶν πόλιν ἐν αἴμασι, καὶ ἑτοιμάζων πόλιν ἐν ἀδικίαις. οὐ ταῦτά ἐστι παρά Κυρίου παντοκράτορος· καὶ ἐξἐλιπον λαὼ λαοὶ ἱκανοὶ ἐν πυρί, καὶ ἔθνη πολλὰ ὠλιγυψύχησαν.

[*](d)

Ταλανίζει τὸν Βαβυλώνιον πάλιν, ὡς ὑψοῦ μὲν τὴν ἰδίαν αἴροντα δόξαν, καὶ τῆς ἀρχῆς τὸ περιφανὲς, οὐκ ἐξ ὣν ἐδεῖ μᾶλλον, ἀλλ’ ἀφ’ ὧν ἥκιστα ἐχρῆν, ποιεῖσθαι σπουδάζοντα. οὐ γὰρ ὅτι πολλοὺς ὠλόθρευσε λαοὺς, διαβόητον εἶναι ἐχρῆν, ἑτέρῳ δὲ μᾶλλον κατασεμνύνεσθαι κόσμῳ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασιν ὁρᾶσθαι λελαμπρυσμένον. ἀλλ’ ὡς ἀχρεῖον τοῦτο μεθεὶς, ᾠκονόμησεν αὐτὴν ἐν αιμασι καὶ ἀδικιαις. ὅτι γὰρ ὠμοτάτη γέγονεν ἡ Χαλδαίων ἀρχὴ, καὶ [*](e) ἁπάσαις ἁπλῶς πόλεσί τε καὶ χώραις ἐπιθρώσκουσα θηριοπρεπῶς, τὰ πέρα λόγου παντὸς εἴργασται κακὰ, πᾶσιν ἃν γένοιτο καταφανὲς τοῖς τὴν θείαν ἀνεγνωκόσι γραφήν. ἀλλ’ οὐ ταυτα ἐστι παρα κυροῦ παντοκρατορος. οὐ γὰρ ἐστιν, οὐκ ἔστι τὰ τοιάδε τῶν κακῶν ἄνωθεν γεγενῆσθαι λέγειν· ἁλλ’ οὐδ’ ἃν νοοῖτο θεόσδοτον, τὸ ἔν γε δὴ τούτοις κατασεμνύνεσθαι δεῖν. ἔσται δὴ οὖν οὐκ ἐρηρεισμένα, μᾶλλον δὲ οὐκ ἔξω δίκης. ἃ γὰρ οὐκ οἶδεν ἐπαινεῖν ὁ θεῖος τε καὶ ἀκήρατος [*](a 541 A.) νοῦς, κολάζει πάντως, ὡς οὐκ ἔχοντα τὸ εἰκός. πῶς γὰρ οὐκ ἀπηχὲς καὶ ἀνόσιον παντελῶς, τὸ ἐκλεῖψαι μὲν λαοὺς ἱκανοὺς ἐν πυρὶ, ἔθνη δὲ ἀλιγοψυχῆσαι πολλὰ, τουτέστι, τὸ [*](1. τῶν ξ. ἀναπλοκὴν et ὠνομ. κἄνθ’. inv. ord. D. 2. ἀνέχειν D. 4. πόλεις D. (153.) αὐτὰς pro πόλιν alt. D. 6. ὠλιγοψύχησεν D. (36, 62, 86, 95, 185, 238. 95, 185, 238.) 7. πόλιν τὸν Βαβ. inv. ord. D. ἰδίαν αἶρ’. δόξαν] διάνοιαν αἴροντα D. 9. ἀφ’ assumptum ex B. ἐξ jiro ὄφ’ D. 10. ἐχρῆν D. χρὴ Edd. II. δίκαιον Edd. 16. τὸ jiro τὰ D. παντὸς assumptum ex D, κακὰ habet D. 22. καὶ pro οὐκ prius D. 24. λαοὺς ἱκανοὺς ἐν πυρὶ hoc ordine D. ἱκ. om. B. λαοὺς ἱκ. post πυρὶ tr. Edd. 25. πολλὰ D. πολλάκις Edd. )

106
λαμπρὰς μὲν κατεμπρησθῆναι πόλεις ὁμοῦ τοῖς οἰκοῦσιν αὐτὰς, ἔθνη δὲ ὅλα καὶ φυλὰς ἀπειπεῖν ἐν κακοῖς;

Τοῦτο δ’ ἄν τις εἰκότως καὶ αὐτοῖς ἐπιφωνήσειε τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ πάντας μὲν ἀπεκτόνασι τοὺς ἁγίους [*](b) προφήτας· ᾤοντο γεμὴν οὐ μετρίως ὀνήσειν τὴν Ἱερουσαλὴμ, καὶ οἰκοδομεῖν αὐτὴν ἐν αἵμασι καὶ τῆ κατὰ πάντων πλεονεξίᾳ· οὓς μὲν γὰρ ὕβρισαν, οὓς δὲ ἀπέκτειναν, οὓς δὲ [*](S.Matth. xxi. 35—39.) ἐλίθασαν, καὶ τελευταῖον τοῖς ἄλλοις προσέθεσαν τὸν Υἱὸν, καὶ πρόφασις αὐτοῖς τῆς ἀπονοίας ὁ νόμος ἦν. ὑπεπλάττοντο γὰρ τὸ ἐπαλγύνεσθαι δοκεῖν ἀθετουμένῃ παρὰ χριστοῦ τῆ διὰ Μωυσέως ἐντολῇ. ἀλλ’ ὅτι θεοστυγὴς ὁ ζῆλος αὐτοῖς, Rom. x. καὶ “οὐ κατ’ ἐπίγνωσιν,” ὡς γοῦν ὁ θεσπέσιος γράφει Παῦς [*](c) λος, ἀποφήνειεν ἂν εὐκόλως ὁ Προφήτης λέγων Οὐ ταῦτά ἐστι παρὰ κυροῦ παντοκράτορος. τοιγάρτοι καὶ ἐκλελοίπασιν ἐν πυρὶ καὶ ὠλιγοψύχησαν, δαπανῶντος αὐτοὺς τοῦ πολέμου καὶ κατατήκοντος τοῦ λιμοῦ. συμβέβηκε γὰρ τὰ τοιάδε τοῖς Ἰουδαίων δήμοις πεπαρῳνηκόσιν εἰς τὸν Υίὸν, καὶ ἀπεκτονόσιν, ὡς ἔφην, πρὸ αὐτοῦ τοὺς προφήτας.

Ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ του γνῶναι τὴν δόξαν Κυρίου, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.

[*](d)

Ἀδιαφορεῖ πολλάκις περὶ τοὺς χρόνους ἡ θεία γραφὴ, καὶ τὰ ἐσόμενα τίθησιν, ὡς ἤδη πεπερασμένα. τοῦτο δὴ οὖν κἀνθάδε γεγονὸς εὑρήσομεν. δέον γὰρ εἰπεῖν τὸ ἐμπλησθήσεται, τὸ ἐνεπλήσθη φησίν. ὅταν τοίνυν, ἐπιῤῤιφείσης τῆ Βαβυλῶνι τῆς θείας ὀργῆς, τὰ ἐν αὐτῇ πάντα γένηται διά τε [*](1. κατεμπρησθῆναι Β. καταπρησθῆναι D. Edd. 2. φυλὰς] κεφαλὰς Edd. 3. τις post αὐτοῖς tr. D. 6. οἰκοδομεῖν D. Edd. ᾠκοδόμουν Β. 7. ὕβρισαν B. Edd. ἔπρισαν D. 8. ἐλίθασαν D. Edd. ἐλιθοβόλησαν Β. τελευταῖον D. τελευτῶντες Edd. 11. ὅτι] + μὲν iid. inv. B.D. αὐτοῖς D. αὐτῶν Β. Edd. 12. γοῦν] + καὶ Edd. inv. B.D. 13. ἀποφήνειεν ἂν] ἀπέφηνεν D. 15. πυρὶ B.D. ἀργυρίῳ (sic) Edd. καὶ assumptum ex B. ὠλιγοψ. δὲ D. 16. Haec καὶ κατατήκοντος τοῦ λιμοῦ accebserunt ex D. γὰρ 1). Edd. δὲ B. 19. γῆ om. D. (86 mg. 233.) 20. κατακαλύψαι Β.D. (22. al.) κατακαλύψει Edd. θαλάσσας Β. (22. al.) αὐτούς 1). Edd. 22. πεπραγμένα Edd. δὴ om. D. 23. τὸ oin. D. 24. Nuta D. Cynllum lectionis Vaticanae ignarum. 25. τὰ] ταῦτα Edd. γεγένηται D. τε om. D.)

107
Γύρου καὶ τῶν σὺν αὐτῶ, καὶ ἡ πάλαι δεινὴ καὶ ἄθραυστος, καὶ δυσάντητον τοῖς ἄλλοις ἀεὶ κατεξανιστᾶσα τὴν ἑαυτῆς ὠμότητα φαίνηται λοιπὸν οἰκτρά τε καὶ ἄναλκις, καὶ ὁλοτρόπως ἠρημωμένη καὶ ὑπὸ πόδας ἐχθρῶν, τότε δὴ τότε πᾶσα [*](c) λοιπὸν ἡ ὑπ’ οὐρανὸν τὴν θείαν συνήσει δόξαν ὅση τε καὶ ἡλίκη, κατεμπλησθήσεται δὲ τῆς εἰς τοῦτο γνώσεως. ἐκράτει μὲν γὰρ ἡ Χαλδαίων ἀρχὴ, καὶ ἦν οὕτω περίοπτος, δεινή τε καὶ ἄμαχος, ἀνεξικακοῦντος Θεοῦ καὶ δόντος αὐτῇ τὸ καὶ αὐτῆς κρατῆσαι τῆς Ἰουδαίας, μυρίας τε ὅσας ἐζαναστῆσαι πόλεις. ἐπειδὴ δὲ τοῖς αὐτῇ πρέπουσι κακοῖς περιβαλεῖν ἐσκέψατο, κατεσείσθη καὶ πέπτωκε καὶ δέδοται πρὸς ἐρήμωσιν. τοιοῦτόν τι φησὶ καὶ ὁ προφήτης Ἱερεμίας περὶ [*](a 542 A.) αὐτῆς “Πῶς ἐκλάσθη καὶ συνετρίβη ἡ σφύρα πάσης τῆς [*](Hier xxvii. 23-36..) “γῆς πῶς ἐγενήθη εἰς ἀφανισμὸν Βαβυλὼν ἐν ἔθνεσιν; “ἐπιθήσονταί σοι, καὶ ἁλώσῃ Βαβυλὼν καὶ οὐ γνώσῃ· “εὑρέθης καὶ ἐλήφθης, ὅτι τῷ κυρίῳ ἀντέστης. ἤνοιξε “Κύριος τὸν θησαυρὸν αὐτοῦ καὶ ἐξήνεγκε τὰ σκεύη τῆς “ὀργῆς αὐτοῦ, ὅτι ἔργον τῷ Κυρίῳ Θεῷ ἐν γῇ Χαλδαίων, “ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς.

Ἰστέον δὲ, ὅτι μετὰ τὴν τῶν Ἱεροσολύμων πόρθησιν, μεταπεφοίτηκε μὲν ἐπὶ τὰ ἔθνη Χριστὸς, ἔγνω δὲ πᾶσα [*](b) λοιπὸν ἡ ὑπ’ οὐρανὸν τὴν τοῦ Θεοῦ καὶ Πατρὸς δόξαν, τουτέστιν, αὐτὸν ὡσανεὶ χειμάρρου τὴν γῆν ἐπικλύζοντος. ποταμοῦ γὰρ δίκην ἐξένευσεν ἐπ’ αὐτοὺς ὁ Χριστὸς, ὁ καὶ πάλαι λέγων διὰ προφήτου φωνῆς Ἴδου ἐγὼ ἐκκλίνω [*](Es. lxvi. 12.) “ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπι- “κλύζων δόξαν ἐθνῶν.” μεμοσχοποιηκότος γάρ ποτε κατὰ [*](2. κατεξανιστῶσα Edd. αὐτῆς D. 4. ὑποπόδιον Edd. τότε alt. et λοιπὸν om. D. 11. καὶ πέπτωκε om. D. 12. καὶ ὁ προφήτης assumpta ex. D. Ἱερ.] + καὶ Β. 16. ὅτι] οὕτω D. 17. θησαυρὸν D. ὀφθαλμὸν Β. Edd. ab Holmes. et Pars. boc ex uno loco cit. 18. γῇ] ἡ Edd. 20. δὲ assumptum ex B. τῶν om. D. 22. λοιπὸν post οὐρανὸν transp. D. 23. αὐτὸν B.D.b. αὐτοῦ Edd. χειμάῤῥου—ἐπικλύζοντος D. Β. χειμάῤῥου—κατακλύζοντος Edd. 24. αὐτοὺς Β. αὐτὴν Edd. ὃ καὶ πόλοι ὑπέσχετο λῆ. Edd. inv. B.D. 27. μεμοσχοπεποιηκότος Edd. γάρ ποτε Β. δὲ τότε D. δὲ Edd. )

108
τὴν ἔρημον τοῦ Ἰσραὴλ, καὶ προσκεκρουκότος ταύτῃτοι Θεῷ, τὴν τοῦ Σωτῆρος ἀνάδειξιν καὶ τῆς δι’ αὐτοῦ χάριτος τὸ ἀμφιλαφὲς κατεπηγγέλετο λέγων “Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν [*](c) “τὸ ὄνομά μου, καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν “γῆν.” μεστὰ γὰρ τὰ πάντα Χριστοῦ, ὅς ἐστι δόξα τοῦ [*](S. Joan. xvii. 4.) Πατρός. τοιγάρτοι καὶ ἔφασκεν “Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς “γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω.”

Ὤ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν, κοὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τά σπήλαια αὐτῶι· πλημονὴν ἀτιμίας ἐκ δόξης πίε.

Επιφθέγγεται πάλιν τό Ὤ τοῖς τοῦ Ναβουχοδοόσορ ἀνο- [*](d) σί[οι]ς τολμήμασι, προφωνῶν ἃ πείσεται, καὶ ὅτι ἔμπλεως ἡ πληγὴ, διὰ τούτου σημαίνων. ἔοικε δὲ θολερὰν ὀνομάζειν ἀνατροπὴν τὴν ἄκρατον λύπην ἤγουν αἰκίαν, ἢν καὶ μονονουχὶ ποτίζων τοὺς ἁλισκομένους ὁρᾶσθαι παρεσκεύαζε διενεγκόντας ὀλίγα τῶν ἐν οἴνῳ καὶ μέθαις. καὶ τί τὸ ἐντεῦθεν; καθάπερ τι σπήλαιον ἀνοιγνὺς, τὸν ἑκάστου νοῦν καὶ τοῖς ἄλλοις ἅπασι καθίστη διαφανῆ. πικρὰς γὰρ, ὡς ἔφην, ἐπάγων αἰκίας τοῖς τῶν εἰλημμένων περιφανεστέροις, ἣ τάχα [*](e) που καὶ βασιλεῦσιν αὐτοῖς, ὀλοφύρεσθαι παρεσκεύαζε, καὶ τὴν κεκρυμμένην ἔσθ’ ὅτε μικροψυχίαν ἤγουν δειλίαν ὡς ἐξ ἀφορήτου λοιπὸν ἀνάγκης ἀπογυμνοῦν. ὁ δὲ ἦν οὕτω δεινός τε καὶ ἀτεράμων ὡς, ἐπαλγύνεσθαι δέον καὶ κατοικτείρειν αὐτοὺς, ἐντρυφᾶν ἐποιμώζουσιν, αὔχημά τε τοῦτο τῆς ἰδίας ποιεῖσθαι ἀρχῆς. καὶ τοῦτο οἶμαί ἐστι τὸ ποτίζειν τὸν πλη- [*](2. + διὰ Edd. invito D. 5. μεστὰ D. μετὰ Edd. 7. ποιήσω] + αὐτὸ D. Edd. ἐτελείωσα post hoc ν. transp. D. 8. ἀνατροπὴν θολερὰν B.D. (22. al.) infra et ad Valerian. 166 a. ἀνατροπῇ θολερᾷ Edd. 11. τοῦ assuniptum ex B.D. ἀνοσίοις] Sic tacite correxit Migne. ἀνοσίας Β. Edd. deest h. V. in D. 12. ἐπιφωνῶν D. 13. πληγὴ] + καὶ Edd. invito 1). τούτων D. σημαίνειν VAd. δὲ assumptum ex B.D. τὴν add. Edd. 14. ὀνομάζων Edd. ἀνατροπὴν ὀνομάζειν inv. ord. D. 16. ὀλίγα D. ὀλίγον Β. ὀλίγῳ Edd. 17. καὶ assumptum ex Β. 18. καθίστησι Edd. 23. δέον] + τε iid. 24. ἐπιμώζ. (sic) Edd. ante Migne. κατοιμώζουσιν D. τοῦτο assumptum ὂπ 25. ἀρχῆς ποιεῖσθαι inv. ord. D. Edd. καὶ assumptum ex D.)

109
σίον ἀνατροπὴν θολεράν, ὅπως ἃν ἐπιβλέπῃ ἐπὶ τα αὐτῶν, τουτέστι, τὰ κεκρυμμένα καὶ λεληθότως ἐνόντα τισίν. [*](a 543 A.) ἐπειδὴ τοίνυν ἀκράτοις ἐχρῆτο θυμοῖς, καὶ φειδοῦς ἁπάσης ἐξῃρημένης, μικροὺς καὶ μεγάλους, καὶ λαμπροὺς καὶ ἀσήμους ταῖς ἀνηκέστοις περιβέβληκε συμφοραῖς, ταύτῃτοί φησιν ὁ τῶν ὅλων Δεσπότης Πλησμονὴν ἀτιμίας ἐκ δόξης πίε, τουτέστιν, ἦσθα μὲν γὰρ διαβόητός τε καὶ εὐκλεὴς καὶ περίοπτος τοῖς ἁπανταχῆ καὶ ἐξ ὠμότητος γνωριμώτατος· ἀλλ’ ἔση λοιπὸν ἠτιμωμένος, καὶ τῆ τῆς εὐκλείας ὑπεροχῇ τὴν ἰσόρροπον ἀνατλήσῃ δίκην.

Πρέποι δ’ ἃν τοῦτο καὶ ἐπ’ αὐτῶν, εἴπερ ἕλοιτό τις, τῶν [*](b) ἀνοσίων Φαρισαίων ἀληθὲς εἶναι λέγειν. πεποτίκασι γὰρ τὸν πλησίον ἀνατροπὴν θολεράν· ταύτην δὲ εἶναί φαμεν τὴν αὐτῶν διδασκαλίαν, τὰ τῶν ἀνθρώπων ἐντάλματα, καὶ πρός [*](S.Matth. xv. 9.) γε δὴ τούτοις τὴν κατὰ Χριστοῦ μανίαν, καὶ τὰ τῆς ἀθυροστομίας ἐγκλήματα. ὁ μὲν γὰρ ἐκάλει πρὸς ζωὴν, οἱ δὲ εἰς τοῦτο κατώλισθον ἀπονοίας, ὥστε καὶ φάναι τοῖς ἀκροωμένοις “Δαιμόνιον Δαιμόνιον ἔχει καὶ μαίνεται, τί ἀκούετε αὐτοῦ;” [*](S.Joan. x. 20.) ἔδρων δὲ τοῦτο, ἵνα τὸν τῆς σωτηρίας ἀποσειόμενοι λόγον, [*](c) τὸν καταλαμπρύνοντα νοῦν, εἰς τοι αὐτῶν ἐπιβλέπωσι σπήλαια, τουτέστιν, εἰς τὰ σκοτεινὰ καὶ ἀφεγγῆ καὶ τεθνηκότα διδάγματα. τοιγάρτοι πεπώκασι πλησμονὴν ἀτιμίας, καίτοι πάλαι λαμπροί τε ὄντες καὶ δόξης εἴσω βεβηκότες οὐ μικρᾶς. καθηγοῦντο γὰρ ποιμνίων, ἦσαν δὲ καὶ ἱερεῖς καὶ κριταί.

Ἁρμόσαι δ’ ἂν ὁ τοιόσδε λόγος καὶ τοῖς τῶν ἀνοσίων δογμάτων εὑρεταῖς, οἳ ποτίζουσι κατὰ τὸ ἀληθὲς τὸν πλησίον ἀνατροπὴν θολερὰν, τὸν τῆς ἀπάτης ἰὸν ταῖς τῶν ἁπλουστέρων [*](1. ἂν om. D. 2. λελυθότα (sic) καὶ κεκρυμμένως D. 4. καὶ secundum om. D. 5. περιέβαλλε D. τοι assnniptum ex B.D. 8. ἁπανταχῆ B.D. ἁπανταχοῦ Edd. 10. ἰσόρροπον ἀνατλήσῃ Β. ἰσόῤῥ. ἀνατλήσεις D. ἰδίαν ἀναπλήσεις Edd. 11. τις ἔλοιτο inv. ord. b. 12. ἀτρεκὲς D. 14. κοὶ assumptiun ex B.D.b. 19. τοῦτο δὲ ἔδρων inv. ord. D. σωτήριον pro τῆς σωτηρίας D. λόγον] νόμον D. 22. πεπώκασι D. πεπόκασι Β. πεπτώκασι εἰς Edd. 23. τε om. Β. 24. ποιμνίων Β. ποιμένων Edd. πόλεων (sic) D. 26. διδαγμάτων D. τὸν πλησίον om. D. 27. ἀνατροπῇ θολερᾷ Edd.)

110
[*](d) ψυχαῖς ἐπιχέοντες, ἵνα δὴ καὶ ἐπιβλέπωσιν ἐπὶ τὰ σπήλαια αὐτῶν. σκοτεινὸς γὰρ ὁ ἐκείνων νοῦς, ἀπάτης ἔμπλεως, ἀχλύος διαβολικῆς ἐπίμεστος ἀληθῶς, καὶ σπηλαίων, οἶμαι, διενεγκὼν οὐδὲν, ἃ νεκρῶν ἐστι σωμάτων ἔμπλεω καὶ δυσωδίας ἁπάσης καὶ ἀκαθαρσίας.

Χρῆναι δὲ οἶμαι πρὸς διασάφησιν τῶν προειρημένων ἀκριβεστέραν κἀκεῖνο εἰπεῖν. Ἑβραῖοί φασιν· ὡς ἐκ παραδόσεως [*](e) δὲ πάλιν ὁ λόγος· ὅτι πορθήσας τήν τε Ἰουδαίαν καὶ ἁπάσας δὲ τὰς ἄλλας χώρας ὁ Ναβουχοδονόσορ, καὶ ἀποκομίσας εἰς τὴν ἑαυτοῦ τοὺς τῶν ἐθνῶν ἡγουμένους, ἐποιεῖτο πότους κατὰ καιρούς. εἶτα τοὺς ἁλόντας εἰσφέρων, καὶ περιέργοις πόμασι καταμεθύσκων αὐτοὺς ὀρχεῖσθαι παρεσκεύαζε· κατασειομένοις δὲ καὶ διαπίπτουσι καὶ ἀπογυμνουμένοις ἔσθ’ ὅτε καὶ τὰ κεκρυμμένα τοῦ σώματος μέρη δεικνύουσιν, ἐπιμειδιῶν τρυφὴν ἐποιεῖτο τὸ χρῆμα καὶ πρό. [*](544 Α. a) φασιν εὐθυμίας. ταῦτά φασιν ὠνομάσθαι εὐφυῶς σπήλαια· ἔχει ’δε πὼς καὶ τὸ εἰκὸς ὁ λόγος. ἐκδεδώκασι γὰρ οἱ ἕτεροι τῶν ἑρμηνευτῶν 1 ἀντὶ τῶν σπηλαίων, τὴν γύμνωσιν, ἵν ᾖ τοιοῦτον τὸ λεγόμενον Οὐαὶ ὁ ποτιζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολερὰν καὶ μεθύσκων, ὅπως ἐπιβλέπῃ ἐπὶ τὴν γύμνωσιν αυτων.

Καὶ σὺ καρδία σαλεύθητι καὶ σείσθητι· ἐκύκλωσεν ἐπἰ σὲ ποτήριον δεξιᾶς Κυρίου, καὶ συνήχθη ἄτιμα ἐΜ ὦι δόξα σου.

[*](b)

διότι ἀσέβεια τοῦ Λιβάνου καλύψει σε, καὶ ταλαιπωρία θηρίων [*](4. οὐδὲν] κατ’ οὐδὲν Edd. ἔμπλεω Β. ἔμπλεα D. iid. καὶ δ. ἁ.] δυσωδίας τε πάσης D. 6. προειρημένων Β. εἰρημένων D. προκειμένων Edd. 8. πορθήσας Β. νικήσας D. Edd. 9. πάσας D. χώρας om. D. 11. ἐποίει D. 12. περιέργων Edd. 13. κατασειομένοις D. σειομ. Edd. 14. καὶ assumptiim ex B.D. μέρη τοῦ σώματος inv. ordine D. 16. φησιν D. εὐφυῶς ὠνομάσθαι inv. ord. D. 1Sic Aquila. 19. τοιοῦτο Edd. 20. ἀνατροπῇ θολερᾷ Edd. et hoc loco D. ἐπιβλέψῃ Edd. 21. αὐτοῦ iid. 22. Ab hoc loco usque ad finem capitis, pro D. Cyrilli commentariis, Theophylacti (ledit B., qnae taraen ad Theoph. textum emendandiim in volnniinis calre dediinns. Nihilominus his in commentariis in Abac. Proph., multa D. Cyrilli, mutatione verborum quadam, reprompsit Theophylactus. Est in Bibl. Vat. Codcx chart. olim Pii. 11. (vide Assemani Bibl. Or. i. 595.) nunc Bibl. Reg. 18. D. Cyrilli in Ab. ’roph. continens; hic autem dat ea quae B. σείσθητι καὶ σαλεύθητι inv. ordine D.)

111
πτοήσει σε, δι’ αἴματα ἀνθρώπων καὶ ἀσεβείας γῆς καὶ πόλεως, καὶ πάντων τῶν κατοικούντων αὐτήν.

Ἔνεστί πὼς ἀεὶ καὶ προσπεφυκὸς ὁρᾶται δεινῶς ταῖς τῶν ἀλαζόνων ψυχαῖς καὶ τὸ πλείστην ὅσην εἰς νοῦν ἔχειν ἀναισθησίαν, καὶ μέντοι καὶ πρὸς τῷδε τὸ οἴεσθαι κατὰ σφᾶς ἀκράδαντον ἕξειν τῆς εὐημερίας τὴν μέθεξιν, ἀποσείονται δὲ ὥσπερ, καὶ σφόδρα γενικῶς, τὸ προσδοκᾶν ὅλως ἔσεσθαί [*](c) ποτε τὴν ἐπὶ τὰ χείρω τῶν πραγμάτων μεταδρομήν. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὡς ἐκ προσώπου λεγόμενον τῶν ἐν εὐπαθείαις ὄντων καὶ τρυφαῖς “Ἑγὼ δὲ εἶπα ἐν τῇ [*](Ps. xxix. 7.) “εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. δὴ οὖν ἐκ πολλῆς ἄγαν ὑπεροψίας τῷ Βαβυλωνίῳ τὸ ἀνάλγητον, μονονουχὶ καὶ ἐπιπλήττει λοιπὸν ὡς ἀτέγκτῳ, λέγων Καὶ σὺ καρδία σείσθητι, τουτέστι, μὴ ἐν ἀκλονήτοις εὐημερίαις ἐρηρεῖσθαι νομίσῃς, εἰσδέχου λοιπὸν τὰς περὶ] τῶν λυπούντων ἐννοίας, ἐν αἰσθήσει τῶν συμβησομένων γενοῦ, [*](d) καὶ παραχώρει τῇ πείρᾳ, καίτοι πρὸ[ς] αὐτῆς οὐδ’ ὅσον εἰπεῖν κἂν γοῦν ἐν ψιλαῖς ἐπινοίαις ἀξιώσας ἑλεῖν, ὅτι γενήσῃ ποτὲ καὶ αὐτὸς ἐν σκυθρωποῖς, καὶ τοῖς ἀνιᾶν οὐ μετρίως πεφυκόσιν ἡ σὴ περιπεσεῖται καρδία. τί δὴ οὖν ἄρα τὸ σαλεῦον αὐτὴν καὶ καταδονοῦν εἰς λύπας; Ἐκύκλωσεν ἐπὶ σὲ ποτήριον δεξιᾶς κυροῦ κα) συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου. γὰρ αὐτὸς ἐπότιζες τὸν πλησίον ἀνατροπῇ θολερᾷ, τὸν αὐτὸν [*](e) τρόπον τὰ ἐκ τῆς θείας ὀργῆς ἐπενεχθησόμενα πεπ[τ]ωκὼς, βδελυρὸς ἔση παρὰ πᾶσιν ἠτιμωμένος, οἰκτρός τε καὶ ἀπεῤῥιμμένος, καὶ τῆς ἀρχαίας ἐκείνης εὐκλείας ὁλοτρόπως ἡττῶ [*](1. τῆς pro γῆς καὶ D. et cf. infra 545 d. [καὶ om. 153.] 3. τῶν assumptum ex D. 4. ἔχειν εἰς νοῦν inv. ord. D. 5. καὶ alt. assumptum ex D. 6. ἔξιν (sic) D. τὴν μ. τῆς εὐημ. inv. ord. D. δὲ D. τε Edd. 8. μεταδρομήν] μεταβολήν D. 11. εὐθυνείᾳ iid. ante Migne. 12. ἄγαν ἐκ πολλῆς inv. ord. D. τὸ ἀνάλγητον D. καὶ ἀναλγήτῳ Edd. 13. λέγων ὡς ἀτέγκτῳ inv, ord. D. 15. περὶ om. D. 16. ἐννοίας assumptum ex D. 17—21. καίτοι — εἰς λύπας; om. D. 17. πρὸ[ς] Sic Migne. πρὸς 24. τῆς assumptum ex D. πεπωκὼς correxit Migne. πεπτωκὼς Edd. πεπτωκὸς D. 25. πᾶσι] + καὶ Edd. invito D. τε om. D. ἀπεῤῤιμμένος D. [ἀπεριμμ. κατεῤῥ. Edd.)

112
μένος. δεξιᾶς δὲ Κύρου τὸ ποτήριον εἶναι λέγων ὁ μακάριος Προφήτης, οἷον ἀναπείθει φρονεῖν, ὡς οὐκ ἃν ἐνδέχοιτο μὴ πιεῖν, αὐτὸ Θεοῦ προσκομίζοντος. ἔδει γὰρ πάντως ἀνατλῆναι [*](Hiob xii. 14.) τὰ ἐξ ὀργῆς· “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τίς [*](545 A. a) “ἀνοίξει;” κατὰ τὸ γεγραμμένον, καὶ ᾗ φησὶν ὁ προφήτης [*](Es. xiv. 27.) “Tὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” ἀνθ’ ὅτου οὖν τὰ τοιάδε συμβήσεται, διατρανοῖ λέγων Ὅτι ἀσεβεια τοῦ Λιβάνου καλύψει σε καὶ ταλαιπωρια θηριων πτοήσει σε. καὶ Λίβανος μὲν ὄρος τῆς Φοινίκης ἐστὶ, τῶν ὅτι μάλιστα διαφανεστάτων, εὔξυλόν τε καὶ εὐῶδες ὡς λιβανοφόρον. παρεικάζει δὲ αὐτῷ τὴν Ἱερουσαλὴμ ἔσθ’ ὅτε τὸ γράμμα τὸ ἱερὸν, διά τοι τὸ πολλαῖς ἁγίαις ἐπισεμνύνεσθαι κεφαλαῖς, [*](b) ὑψοῦ τε ἠρμέναις καὶ φρονούσαις τὰ ἐν οὐρανοῖς, καὶ τῷ τῆς εὐσεβείας κάλλει περιβυθισμέναις. τούτων διαμέμνηται καὶ [*](Ps. ciii. 16. 17.) ὁ μακάριος Δαυεὶδ, οὕτω λέγων πρὸς Θεόν “Aï κέδροι τοῦ “Λιβάνου ἃς ἐφύτευσας, ἐκεῖ στρουθία ἐννοσσεύσουσι.’ κέδρου γὰρ δίκην τῶν ἁγίων ἕκαστος, καθάπερ ἔφην ἀρτίως, αἴρεται ὑψοῦ, τῷ μὴ φρονεῖν ἀνέχεσθαι τὰ κατερριμμένα τουτέστι τὰ ἔπι γῆς, καὶ οἷον σκέπη γίνεται τοῖς ἑτέροις στρουθίων δίκην δεχόμενος τοὺς ὑπ’ αὐτῷ μαθητεύεσθαι βουλομένους. οὐκοῦν ἐπειδήπερ ἐκπεπόρθηκε μὲν ὁ Χαλδαῖος [*](c) τὴν Ἱερουσαλὴμ, ἠσέβησε δὲ καὶ προσκέκρουκε τῷ Θεῷ, προσεμπρήσας τῇ πόλει τὸν θεῖον ναὸν, ἥλω δὲ καὶ αὐτὰ περιυβρίσας τὰ ἅγια, τούτῃτοί φησι καλύψειν αὐτὸν [*](1. δεξιᾶς D, δεξιὰν Edd. 2. ἂν assumptum ex D. 3. ποιεῖν (sic) D. 6. δὴ οὖν D. δὲ δὴ Edd. 7. τοιαῦτα τι· 9. τῆς Φοινίκης ἐστὶ hoc ordine D. 10. λιβανοφόρος D. 11. αὐτῶ τὴν Ἱερουσαλὴμ D. αὐτὸν τὸν Ἰσραὴλ Edd. 12—23. διό τοι — ἥλω ’δε] retinui cum Editis, vix omnia ob scribendi modum verbaqiie minus consueta D. Cyrilli esse credens. Pro quibus D., quem unum Codicem ullius notae hoc pro loco reperire potui, dat quae sequuntur διά τοι τὸ ὑψηλὴν αὐτὴν τῷ τότε τῶν πέριξ χρηματίζειν λοιπῶν πόλεων, καὶ διὰ τὸ, τὸ νοητὸν ὄνθος χριστὸν ἐξ αὐτῆς ἀναφῦναι μέλλειν. περὶ δὲ τοῦ Ναβουχοδονόσορ εἰρῆσθαι ταῦτα ὁ λόγος βούλεται, τό τε ὑπὸ ἀσεβείας Λιβάνου καλύπτεσθαι αὐτὸν, καὶ ὑπὸ ταλαιπωρίας θηρίων πτοεῖσθαι, τοῦτο δηλῶν ὁ λόγος ὅτι οὐ λήσῃ εἰς τέλος Θεὸν, τόν τε διαβόητον ἐκεῖνον ἀφαντώσας ναὸν. 24, περιυβρίσας τὰ D. τὰ περίπυστα (sic) Edd.)
113
τὴν ἀσεβειαν τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου γεγενημένην. Λίβανον δὲ, ὡς ἔφην, ἢ τὴν Ἰουδαίαν, ἤγουν τὰ Ἱεροσόλομα καλεῖ· οἰηθείη δ’ ἄν τις καὶ αὐτὸν ἴσως τὸν νεὼν πολὺ τὸ εὐῶδες ἔχοντα, καὶ ταῖς τῶν ἱερέων καθάπερ τισὶ κέδροις κομῶντα κεφαλαῖς. τίνα δὲ τρόπον αὐτὸν ἡ κατὰ τοῦ Λιβάνου γεγενημένη καλύψειν ἔμελλεν ἀσέβεια, παρέδειξε προστιθείς Ὅτι ταλαιπωρία θηρίων πτοήσει σε. ὄοικε δὲ πάλιν [*](d) θῆρας ἀποκαλεῖν τοὺς Κύρῳ συνωπλισμένους Πέρσας τε καὶ Μήδους, ὡς πολὺ τὸ ἀτίθασον ἔχοντας, καὶ εἰς ὠμότητα τεθηγμένους. ὅτι δὲ κολάζει Θεὸς οὐ μάτην, ἀλλ’ οἷς ἄν τις δράσειε τὰς ἰσορρόπους ἐπάγει ποινὰς, ἐδίδαξεν ἐπειπών Δι’ αἴματα ἀνθρώπων καὶ ἀστεβειας τῆς πόλεως καὶ παντων τῶν κατοικουντων αυτην.

Ἀκούσεται δὲ καὶ τῶν Φαρισαίων ἕκαστος, οἳ καὶ τῆς κατὰ Χριστοῦ μανίας γεγόνασιν εὑρεταὶ καὶ συνθέται Καὶ σὺ [*](e) καρδία σαλεύθητι καὶ σείθητι. ἐκύκλωσε γὰρ ἐπ’ ποτήριον δεξιᾶς Κυρίου, συνήχθη δὲ καὶ ἀτιμία ἐπὶ τὴν δόξαν αὐτῶν. ἐκπεπώκασι δὲ ὡς ὀλέθρου ποτήριον τὴν ἐπισυμβᾶσαν αὐτοῖς ὀργὴν, ἄτιμοί τε γεγόνασι καὶ ἁπάσης εὐκλείας ὡς ἀπωτάτω. ἠσέβησαν γὰρ καὶ οὗτοι κατὰ τοῦ Λιβάνου. Λίβανον δὲ νοήσεις τὴν Ἐκκλησίαν, τὴν ἀληθῶς εὐώδη, τὸ ὄρος τὸ διαφανὲς, καὶ τοῖς ἁπανταχῆ γνωριμώτατον. ἐδίωξαν δὲ τὴν Ἐκκλησίαν μετὰ τὸν τοῦ Σωτῆρος σταυρόν. τοιγάρτοι [*](a 546 A.) καὶ κατεπτόηνται καθάπερ ὑπὸ θηρίων τῶν πεπορθηκότων αὐτοὺς, καὶ πολλοῖς αἵμασι γεγονότες ἔνοχοι τοῖς τῶν ἁγίων προφητῶν, προσέθηκαν τούτοις καὶ τὰ τῶν πεπιστευκότων εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὧν [*](1. τοῦ Λιβάνου τὴν κατ’ ἐκείνου D. τὴν κατὰ Λιβάνου Edd. 2. ἔφη iid. ante Migne. Statim ἢ om. D. 5. αὐτὸν om. D. κατὰ et γεγενημένη assumpta ex D. 8. θῆρας ἀποκαλεῖν hoc ordine D. 10. οἷς ἂν ἄν τις (sic) D. 11. ἔδειξεν εἰπών D. διὰ αἵματος Edd. 15. κατὰ D. τοῦ iid. μανίας D. μιαιφονίας iid. 16. σείσθητι et σαλεύθ. inter se transp. D. (ut supra.) γάρ ἐπ’ assumpta ex D. 18. ἐκπεπ. D. [ἐκπεπτ.? Cod.] καταπεπ. δὲ D. γὰρ iid. 19. ὀργὴν αὐτοῖς inv. ord. D. 20. οὗτοι] αὐτοὶ D. 21. δὲ om. D. 22. ἁπανταχοῦ Edd. 23. τὸν assumptum ex D. 26. προσέθεσαν D. )

114
ἀπαρχὴ γέγονεν ὁ μακάριος Στέφανος, τῶν ἁγίων μαρτύρων πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ δεδειγμένος.

Τί ἐφελεῖ γλυπτὸν, ὅτι ἔγλυψαν αὐτό; ἔπλασεν αὐτὸ χώνευμα, [*](b) φαντασίαν ψευδῆ, ὅτι πέποιθεν ὁ πλάσας ἐμ τὸ πλάσμα αὐτοῦ τοῦ ποιῆσαι εἴδωλα κωφά.

Ἡ μὲν οὖν θέσις τοῦ ῥητοῦ κατὰ τοῦτόν ἐστι τὸν τρόπον. τι γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν ὅτι ἔγλυφαν αὐτό; τί δὲ ὠφελεῖ ὁ πλάσας ἐπὶ τὸ πλάσμα αὐτοῦ ὅτι πέποιθεν ἐπ’ αὐτῷ; τίς ἴς δὲ δὴ πάλιν ὁ τοῦ Προφήτου σκοπὸς, ἐροῦμεν ὡς ἔνι. Κύρου καὶ Μηδῶν κατὰ τῆς τῶν Βαβυλωνίων ἐμβεβληκότων, καὶ τοῦ πολέμου λοιπὸν περιηγγελμένου, τὰ αὐτοῖς συνήθη [*](c) δρῶντες οἱ μάγοι τοὺς ψευδωνύμους ἐκάλουν θεοὺς εἰς ἐπικουρίαν κινδυνευούσῃ τῇ πόλει, θυσίας τε καὶ σπονδὰς τοῖς ἀναισθήτοις προσῆγον, ὅλην ἐπ’ αὐτοῖς τοῦ σώζεσθαι τὴν ἐλπίδα θέμενοι. ἁλλ’ ἦν ὕθλος καὶ φενακισμὸς ἐκεῖνα, ἀπάτη τε καὶ κενοβουλία, καὶ ἕτερον οὐδέν· ἥλω γὰρ καὶ πεπόρθηται, καὶ τοῦτο παθεῖν οὐκ οἰηθεῖσά ποτε. διαγελᾶ τοιγαροῦν ὁ τῶν ὅλων Θεὸς τῶν πεπλημμελημένων τὴν σκέψιν, καὶ τὴν ἐπὶ τοῖς ἀψύχοις ἐλπίδα. τί γὰρ ὠφελεῖ φησι τὸ γλυπτὸν, ἕτερον οὐδὲν ὑπάρχον ἣ φαντασία ψευδὴς οὐδὲν [*](d) ἔχουσα τὸ ἀληθές; θεία γὰρ ὅλως δύναμις πῶς ἃν ἢ πόθεν εἶναι πιστεύοιτο τοῖς ἐξ ἀνθρωπίνων χειρῶν πεπλαστουργλημένοις; εἰκαῖον οὖν ἄρα τὸ ἐπ’ αὐτοῖς πεποιθέναι, καὶ καταγέλαστον ἀληθῶς τὸ χρῆμά ἐστι παρά γε τοῖς ἐρρωμένον ἔχουσι νοῦν καὶ τὴν φρένα διεγηγερμένην. δοκεῖ ’δε τις καὶ [*](1. τῶν ἁγίων μαρτύρων assumpta ex D. 2. πρωτόλειον] + κόσμιον Edd. 3. ἔπλασαν F. (22. al.) χωνευτὸν D. 5. τοῦ om. Εdd. (22. al.) 6. οὖν θέσις] σύνθεσις D. κότα D. διὰ Edd. ἔσται iid. 7. φησι om. D. 8. ἐπ’ αὐτό D. 10. τῶν Βαβυλωνίων] Βαβυλῶνος iid. 11. Haec τὰ Haec συνήθη δρῶντες accesserunt ex D. 14. τὴν ἐλπίδα θέμενοι et καὶ φενακισμὸς ἐκείνα lioc ordine D. 16. τε assumptum ex. D. 16—20. Ab ἕτερον ad ἕτερον transilit D. Edd. 25. νοῦν καὶ assuinpta ex D. φρένα] + καὶ Edd.)

115
καθ’ ἕτερον τρόπον τὴν τῶν προκειμένων δύναμιν ἀναπτύξαι. ᾑρηκὼς γὰρ τὰς πόλεις ὁ Βαβυλώνιος, καὶ πάσας, ὡς ἔπος εἰπεῖν, ἀναστήσας τὰς χώρας, ἀπονένευκεν ἀσχέτως εἰς τὸ ὑψοῦ καὶ ἀχάλινον, ἐνόσει λοιπὸν τὴν ὑπεροψίαν, καὶ τὴν [*](e) Θεοῦ δόξαν ὁ δείλαιος τῆ οἰκείᾳ περιθεὶς κεφαλῇ, γράφει μὲν εἰκόνα χρυσῆν, καθάπερ καὶ ὁ θεσπέσιος προφήτης [*](Dan. iii.) γέγραφε Δανιὴλ. εἶτα προσκυνεῖν ἐκέλευεν αὐτῇ φυλάς τε καὶ γλώσσας, καὶ τοῖς τοῦτο δρᾶν οὐκ ἀνεχομένοις θάνατος ἦν ἡ δίκη. τί τοίνυν τὸ ἐντεῦθεν ὤφελος; εἰπέ φησιν. ὁ γὰρ οἰηθεὶς εἶναι καὶ θεὸς, εἰς λῆξιν ἤδη διελήλακε λοιπὸν τοῦ παντὸς κακοῦ, καὶ ταῖς ἐπέκεινα λόγου περιπέπτωκε συμφοραῖς.

[*](a 547 A.)

Οὐαὶ ὁ λέγων τῶ ξύλῳ Ἔκνηψον ἐξεγέρθητι, καὶ τῷ λίθῳ Ὑψώοητι· κω αὐτό ἐστι φαντασία, τοῦτο δέ ἐστιν ἔλασμα χρυσίου καὶ ἀργυρίου, καὶ πᾶ πνεῦμα οὐκ εστίν ἐν αὐτῷ. ὁ δὲ Κύριος ἑ ἀφ’ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πάσα ἡ τῆ.

Ἕπεται πάλιν, ὡς ἔφην ἀρτίως, τῶν προκειμένων ἡ δύναμις. ταλανίζει γὰρ εἰκότως τοὺς πεπλανημένους, οἳ τὸν ἕνα τε καὶ φύσει καὶ ἀληθῶς καταλελοιπότες Θεὸν, καὶ τῆς εἰς [*](b) αὐτὸν εὐλαβείας παρεκθέοντες τὴν ὁδὸν, ἵενται πρὸς ἀπώλειαν, ξύλῳ μὲν ἐπιφωνοῦντες Ἔκνηψον, ἐγέρθητι, λίθῳ δὲ λέγοντες ἀβουλοτάτως Ὑψώθητι. ἔθος γὰρ τοῖς πεπλανητρόπον [*](1. assumptum ex D. αὐτῶν pro τῶν Edd. ἐκδέχεσθαι δύναμιν pro δ. ἀναπτύξαι D. 2. ἁπάσας D. 4. τὴν alt.] + τοῦ iid. invitis D.b. 5. περιθεὶς D. περιτιθεὶς Edd. 6. περ assumptum ex D. 7. ἐκέλευεν. D.b. ἐκέλευσεν Edd. αὐτὴν b. 8. γλώσσας D.b. γλώττας Edd. 9. ὤφελος D.b. ὄφελος Edd. 10. διελήλακε D. ἐλήλ. iid. Statim λοιπὸν assumptum ex D. 11. καὶ ἐπέκεινα π. κ. ταῖς τηλικαύταις pro τοῦ π. κ. καὶ ταῖς ἐπέκ. λόγου D. περιπέπτωκε συμφοραῖς] Sic edidi. συμφ. περιπέπτωκεν b. περιπεπτωκὼς συμφοραῖς D. πέπτωκε συμθοραῖς Edd. 13. Οὐαὶ om. (sic) D. 14. χρυσοῦ καὶ ἀργύρου D. 18. ὄις pro ὡς D. 20. κοὶ secundum assumptum ex D. 21. τὴν—ἀπώλειαν] τὴν πρὸς ἀπώλειαν ἵενται ὁδὸν D. 23. λέγοντες assumptum ex D. ἀβουλοτάτως]. Sic edidi. (??) ἀβουλο D. ἀβούλως Edd.)

116
μένοις, εἰ δήπου τις καταπτοήσειε φόβος, ἀνάπτειν βωμοὺς, ἀνοιγνύναι τεμένη, καὶ τοῖς ἀψύχοις εἰδώλοις ἐπιφωνεῖν Ἐλεήσατε, σώσατε, ὑψώθητι καὶ σὺ λίθε, προασπίζων ὡς θεὸς τῶν τὰ σὰ σεβόντων κράτη, καὶ σε προσκυνεῖν ᾑρημένων. οὐαὶ δὴ οὖν τοῖς τοιούτοις εἰκότως, ὅτι τοῖς ἐκ χρυσίου καὶ ἀργυρίου πεποιημένοις, τοῖς οὐκ ἔχουσι πνεῦμα, [*](c) προσκείμενοι τὰς τοιαύτας λέγουσι φωνὰς, ἃς ἦν δήπου Θεῷ λέγειν ἄμεινον τῷ κατοικοῦντι τὸν οὐρανὸν καὶ ναὸν ἴδιον ἔχοντι τὴν ἄνω πόλιν. ἅγιος γὰρ ἐν ἁγίοις κατοικεῖ, καὶ τοῖς σεβομένοις αὐτὸν ἐναυλίζεται.