In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ΔΙΕΣΚΕΥΑΣΤΑΙ μὲν ἡμῖν εὖ μάλα σοφῶς καὶ εὐτέχνως καὶ τῆς προκειμένης προφητείας ὁ τρόπος, ἔμπλεω γεμὴν αὐτὸν οἰκονομίας ἁγιοπρεποῦς εὑρήσομεν· πρέπει γὰρ [*](S.Matth. x. 20) αὐτοῖς τοῖς ἁγίοις ἐπιφωνεῖν τε καὶ λέγειν “Οὐχ ὑμεῖς ἐστε “οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν “ἐν ὑμῖν.” δεῖ δὲ δὴ τοῖς ἐθέλουσι νοεῖν ἀγχινοίας οὐ μικρᾶς· [*](b) ἐπεί τοι τῆς προφητείας τὸν σκοπὸν διττὴν ἐν ἑαυτῷ τὴν θεωρίαν ὠδίνοντα κατίδοι τις ἃν, πνευματικήν τε ἅμα καὶ ἱστορικήν· προαφηγήσομαι δὲ χρησίμως, καὶ ὡς ἐν βραχεῖ συνενεγκὼν, τῆς προφητείας τὰ μέρη, καὶ ἐφ’ ὅτῳ γέγονεν ἐρῶ. ἴοι γὰρ ἃν οὕτω τοῖς ἐντευξομένοις δι’ εὐμαρείας ὁ νοῦς, καὶ οὐδὲν εὑρήσει τὸ ἄναντες. ἀσχάλλοντος τοίνυν [*](Codices B.D. 1—3. Sic Β. τοῦ αὐτοῦ ἁγίου Κυρίλλου ἑρμηνεία εἰς τόν Ἀββακούμ D. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεξανδρείας ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀμβακούμ Edd. 4. Sic Β. 5. σοφῶς] σαφῶς D. Edd. 7. οἰκονόμον ἁγιοπρεπῶς Edd. 9. ὑμῶν] + Θεοῦ D. 10. δὴ assumptum ex D. 15. ἴοι] εἴη iid. ἀν’ om. D.)

69
τοῦ Ἰσραὴλ οὐ μετρίως ἐπὶ τοῖς διὰ τῶν προφητῶν προαπηγγελμένοις· ᾖδον γὰρ ἦδον, ὡς ἔσται κατὰ καιροὺς αἰχμάλωτος, πεσεῖται δὲ καὶ εἰς χεῖρας ἐχθρῶν, καὶ ὑπὸ ζυγὰ κείσεται τῆς ἀσυνήθους δουλείας· πειρᾶται δὴ διδάσκειν [*](a 518 A.) ὁ μακάριος οὗτος Ἀμβακοὺμ, ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ κατὰ καιροὺς αὐτοῖς τὰ τοιάδε συμβήσεται, καὶ ἐπ’ αἰτίαις εὐλόγοις. ἐκτετιμηκότες γὰρ αὐτοὶ τὴν ἔξω νόμου καὶ ἐκτοπωτάτην ζωὴν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν κατεψευσμένων ἀπονενευκότες, οὐ διαλελοίπασιν ἐφ’ ἑαυτοῖς παραθήγοντες τὸν ἀκήρατον νοῦν, μέχρις ἂν αὐτοῖς εἰς τοῦτο λοιπὸν ἀθλιότητος κατέβη τὰ πράγματα. καὶ τοῦτο καθίστησιν ἐναργὲς, τῶν ἀνοσίως βιοῦν ᾑρημένων ποιούμενος [*](b) τὴν κατάρρησιν, καὶ τῆς ὅλης προφητείας προεισβολὴν ὥσπερ τινὰ καὶ ὑπόθεσιν τὸ χρῆμα τιθεὶς, εἶτα Θεὸν εἰσκεκομικὼς ἀπειλοῦντα τοῖς καταφρονηταῖς τῶν Βαβυλωνίων τὴν ἔφοδον. ἐπειδὴ δὲ ἐχρῆν αὐτὸν οὐχὶ μόνων τῶν σκυθρωπῶν καὶ τῶν ὅτι μάλιστα καταλυπεῖν εἰωθότων προαγορευτὴν ἀναφαίνεσθαι, καὶ εἰς μέσον ἥκειν, καὶ τὰ πάντων αἴσχιστα τῶν κακῶν ὡς ἔσται κατὰ καιροὺς αὐτοῖς προαναφωνεῖν, ἁλλά τι καὶ τῶν τελούντων εἰς ἄκεσιν προαφηγεῖσθαι χρησίμως, καὶ τὰ δι’ ὧν εἰκὸς ἦν ἀναπνεύσειν τοὺς πεπονθότας [*](c) προαναφθέγγεσθαι· κατακέκραγε καὶ αὐτῆς τῆς τῶν Βαβυλωνίων ὠμότητος, καὶ καταφρονητὰς ὀνομάζει τοὺς καὶ αὐτὸν τὸν θεῖον κατεμπρήσαντας ναὸν, καὶ τὴν ἁγίαν δὲ πόλιν πεπορθηκότας, καὶ σκευῶν τῶν ἱερῶν ἀφειδήσαντας. “Εἰς [*](Infra i. 13.) “τί γὰρ, φησὶν, ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας, παρασιω- “πήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;” εἶτα προστέᾔδει [*](1. οὐ μετρίως τοῦ Ἰσραὴλ inverso ordine D. τῶν om. D. 2. ᾔδει γὰρ Edd. 3. καὶ πεσεῖται pro πεσεῖται δὲ καὶ iid. 4. δὴ et οὗτος assumpta ex D. 5. Ἀββακοὺμ D. παντοκράτορος D. 7. αὐτοὶ post νόμου transp. D. 8. πρὸς] εἰς D. 9. κατεψεγμένων μένων iid. παραθήγοντες ἐπὶ σφίσιν αὐτοῖς pro ἐφ’ ἑαυτ. π. D. 16. μόνον D. Aub. 18. καὶ εἰς μέσον ἥκειν om. B. Statim καὶ om. D. 21. ἦν εἰκὸς D. 22. κατακέκραγε B.D. κατακεκράγει Edd. ἀνακέκραγε b. τῶν om. D. 24. κατεμπρήσαντας ναὸν hoc ordine D. b. δὲ assumptum ex B.D. 25. ἀφειδήσαντας τῶν ἱ. D. 26. ἐπιβλέπειν (sic) D. 27. τὸν ἀσεβῆ τὸν D.)
70
θεικε καὶ μάλα σαφῶς καὶ αὐτῆς τῆς Βαβυλῶνος τὴν ἅλωσιν, καὶ τῶν πεπονθότων τὴν ἀσυνήθη δουλείαν τὴν διὰ Κύρου d κατὰ καιροὺς ἐκλύτρωσιν. ἀπὸ δέ γε τῆς μερικῆς λυτρώσεως μέτεισιν ὁ λόγος εὐφυῶς ἐπὶ τὴν καθόλου καὶ γενικωτάτην, τουτέστι, τὴν διὰ Χριστοῦ γεγενημένην ἅπασι τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις, καὶ τὸν τῆς ἁμαρτίας ζυγὸν ἀποτιθεμένοις, καὶ πικρὸν καὶ ἀνήμερον ἀποφυγοῦσι δεσπότην, τὸν σατανᾶν. ἔχεις ἐν τούτοις τῆς ὅλης ἡμῖν προφητείας ὡς ἐν βραχέσι συνειλεγμένον τὸν σκοπόν· ἐροῦμεν δὲ, ἀνὰ μέρος ἕκαστα διαλαμβάνοντες ὡς ἔνι.

[*](e)[*](Κεφ. α'.)

Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ Προφήτης. Λῆμμά φησιν ἐν τούτοις τὴν τῆς ὁράσεως, ἤτοι τῆς προγνώσεως λῆψιν, ἢν ἄν τις ἕλοι, διδόντος Θεοῦ· αὐτὸς Hos. xii. γὰρ ὁράσεις κατὰ τὸ γεγραμμένον ἐπλήθυνε, καὶ αὐτὸς λελάληκε πρὸς προφήτας, προαναφαίνων αὐτοῖς διὰ τοῦ Ἁγίου [*](519 A. a) Πνεύματος τὰ ἐσόμενα, καὶ ὡς ἤδη παρόντα μονονουχὶ καὶ Hier. ἐν ὄψει τιθείς. ὅτι δὲ οὐ τὰ ἀπὸ τῆς σφῶν καρδίας λαλεῖν ἐγνώκασι, διαπορθμεύουσι δὲ μᾶλλον εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ λόγους, προαναπείθει σαφῶς, Προφήτην ἑαυτὸν ὀνομάσας καὶ τῆς εἰς τοῦτο χάριτος ἀποφαίνων ἔμπλεω.

Ἕως τίνος, κύριε, κεκράξομαι, καὶ οὐκ εἴσακούσῃ; βοήσομαι πρός σὲ ἀδικοὐμενος, καὶ οὐ σώσεις;

[*](b)

Σκήπτεται μὲν ὁ Προφήτης τὸ τοῦ πλεονεκτουμένου πρόσδουλεἰαν] [*](1. καὶ μάλα σαφῶς assumpta ex D. τῆς deest in Edd. 2. συνήθη (sic) D. + καὶ B. 3. γε om. D. b. 4. εὐφυῶς accessit ex B.D. b. 5. πᾶσι D. 6. ἀποθεμένοις ζυγὸν D. 8. ἡμῖν om. D, 9. βράχεισυνειλημμένον D. 10. διαλαμβάνοντες ἕκαστα D. 11. Ἀββακοὺμ semper D. 12. ἤτοι] + τὴν Edd. invito D. 13. προγνώσεως] προφητείας D. ἕλοι B, Edd. ἕλοιτο D. b. 14. ἐπλήθ. ante κατὰ tr. D. 15. πρὸς] + τοὺς b. 16. μονονουχὶ om. D. 17. σφῶν καρδίας] καρδίας αὐτοῦ Edd. 18. ἥνωκε, διαπορθμεύσει iid. 20. ἔμπλεων iid. 21. κύριε om. D. sed cf. infra. οὐκ D. cf. infra et in Es. 95 a. οὐ μὴ Edd. (A.V. &c.) 23. Σκέπτεται Edd.)

71
ωπον, καὶ ὑπομένοντος δύσοιστον τὴν ἐκ τῶν ἀδικεῖν εἰωθότων ὕβριν τε καὶ παροινίαν· εὐτέχνως δὲ λίαν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὴν ἐπέκεινα λόγου φιλανθρωπίαν. ἀποφαίνει μὲν γὰρ ἀνεξικακοῦντα λίαν, καίτοι μισεῖν εἰωθότα τοὺς πονηρούς. ὅτι δὲ οὐκ εὐθὺς τοῖς πταίουσιν ἐπάγει τὰς δίκας, δέδειχεν ἐναργῶς, εἰς τοῦτο σιωπῆς καὶ μακροθυμίας ἀφικέσθαι λέγων, ὡς δεῖσθαι λοιπὸν καὶ καταβοῆς, ὡς φορητὴν μὲν οὐκέτι ποιουμένων τινῶν τὴν καθ’ ἑτέρων πλεονεξίαν, ἀχάλινον [*](c) δὲ ὥσπερ ἐπαφιέντων τοῖς ἀσθενεστέροις τὴν ὕβριν. δι’ ὧν γὰρ καταβοᾷ ἀνεξικακοῦντος Θεοῦ, διὰ τούτων αὐτῶν ἐπιμαρτυρεῖ τῷ Θεῷ τὸ πέρα μέτρου φιλάνθρωπον. μέχρι γὰρ τίνος φησί Κῦρε κεκράξομαι καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος καὶ οὐ σώσεις; καίτοι πλείας τε ὅσας καὶ πικρὰς τοῖς ἐθέλουσι παρανομεῖν ἀπειλῶν τὰς δίκας.

Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους ἐπιβλέπειν, ταλαιπωρίαν καὶ ἀσέβειαν;

[*](d)

Τῶν ἁγίων τὸ μισοπόνηρον κἀντεῦθεν ἃν μάθοις· ἰδίους γὰρ τοὺς ἑτέρων ὀνομάζουσι πόνους. ταύτῃτοι καὶ ὁ σοφώτατός φησι Παῦλος “Τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; τίς [*](2 cor. xi. 29.) “σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;” προστέταχε δὲ καὶ ἡμῖν αὐτοῖς “κλαίειν μετὰ κλαίοντων,” τὸ συμπαθὲς καὶ Rom. φιλάλληλον ἁγιοπρεπὲς ὅτι μάλιστα δεικνύς· Θεὸν δέ φησιν αὐτῷ δεῖξαι κόπους τε καὶ πόνους· δῆλον δὲ ὅτι τῶν παρανομουμένων· ἀσεβειαν δὲ τῶν ἀδικεῖν εἰωθότων, οὐχ ὡς αὐτὸν [*](e) αὐτῶ κατεσκευακότα τὸ παθεῖν, ἀλλ’ ὡς τοῖς δεδρακόσι [*](1. δύσοιστον ὑπομένοντος D. 2. τε assumptum ex D. 3. μὲν assumptum ex D. 7. ὡς φορητὴν D. οἰστὴν Edd. 10. γὰρ] + ὁ προφήτης D, ἀνεξικακοῦντος καταβοᾷ inverso ordine D. Θεοῦ et αὐτῶν om. D. II. μέτρου D. λόγου Β. μέτρον Edd. 12. φησὶ τίνος inv. ord. Β. Κύριε assumptum ex D. 14. παρανομεῖν ἐθέλουσι D. 18. ὀνομάζουσι πόνους hoc ordine D. φησι καὶ π. ὁ σοφώτατος inverso ordine Edd. invito D. 21. καὶ prius om. D. 23. τε om. D. δ’ D. παρανομουμένων D. Edd. ἀδικουμένων Β. 25. αὐτῷ αὐτῷ D. αὐτοῖς κατεσκ. Β. κατ’. αὐτῶ Edd,)

72
μακροθυμήσαντα καὶ ἐν μακροῖς οὕτω χρόνοις, ἤγουν ὡς ἀπαλλάξαι μὲν τοῦ βίου δυνάμενον, ἵνα μὴ γένηται τῶν οὕτως ἐκτοπωτάτων καὶ θεατής. ἔθος δὲ τοῖς ἁγίοις ἐν ταῖς οὕτω πικραῖς ὀλιγοψυχίαις τὸ ἀναλῦσαι ζητεῖν, καθάπερ [*](Jon. iv. 3)ἀμέλει καὶ ὁ μακάριος Ἰωνᾶς “Καὶ νῦν κύριε λάβε, φησὶ, “τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ὅτι καλὸν τὸ ἀποθανεῖν με ἢ [*](520 A. a) “ζῆν·” γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος ὅτι “Κρεῖττον [*](Phil. i. 23.) “τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.” πόνων γὰρ ἀπόθεσις τοῖς ἁγίως ἐθέλουσι ζῆν, τὸ ἀπαλλάττεσθαι λοιπὸν τῶν ἐν τῷδε τῷ κόσμῳ πραγμάτων, καὶ οἷον δεινῆς ἀνεῖσθαι τῆς ἐνθάδε φροντίδος.

Ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτἠς λαμβάνει· διὰ τοῦτο διεσκέδασται νὁμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα, ὅτι ὁ b ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον, ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.

Ὅτι μηδὲν ἴδιον αὐτῷ τὸ μικροψυχεῖν ἀναπεῖθον, ἀλύει δὲ μᾶλλον ὡς ἅγιός τε καὶ φιλοδίκαιος τῆς θείας ἐντολῆς ἀλογοῦντας βλέπων, οὐχὶ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς ταῖς ἀνωτάταις τιμαῖς ἐκλελαμπρυσμένους, μένους, καὶ λαῶν προεστηκότας, καὶ εἰς τὸ τῶν δικαζόντων ἀξίωμα τεταγμένους c δείκνυσιν ἐναργῶς, τὰς εἰς ὀρθότητα ψήφους παραλελύσθαι Deut. 1. λέγων, καίτοι τοῦ νόμου σαφῶς διηγορευκότος “Οὐ λήψῃ “πρόσωπον ἐν κρίσει ὅτι ἡ κρίσις τοῦ Θεοῦ εστι. μέγα δὴ οὖν τὸ κρίνειν ἐστὶ, καὶ τῆς θείας ὑπεροχῆς τε καὶ δόξης μιμητὴς ἂν γένοιτο σοφὸς ὁ ἀδέκαστος δικαστὴς, καὶ τὴν [*](1. Haec καὶ ἐν μακροῖς οὕτω χρόνοις accesserunt ex B.D. 3. ὄντως Edd. καὶ om. B. 5. ἀμέλει om. D. φησὶ λάβε inverso ordine D. Edd. 7. κρεῖττον] καλὸν D. 9. ἐθέλουσι ζῆν ἁγίως inv. ordine D. 12, ἐξενάντιον D. 13. ὁ assumptum ex B.D. (Alex. XII suprascr.) 17. τε om. D. φιλοδίκαιός τε Edd. 19. ἄνω D. 20. δικαζόντων 1). δοκιμαζόντων Β. Edd. τετ. ἀξίωμα inv. ord. 1). 21. ἐναργῶς] σαφῶς Edd. 23. τοῦ Θεοῦ ἡ κρίσις D. 25. σοφὸς ὁ] ὁ σοφὸς καὶ D.)

73
ψῆφον τοῦ δικαίου παρευθύνειν οὐκ ἀνεχόμενος· ὑβριστὴς δὲ λίαν, καὶ κατ’ αὐτῶν ἔρχεται τῶν θείων ἀξιωμάτων ὁ δωροδόκος, ἅτε δὴ τὸ κάλλος τῆς ἀληθείας παρασημαίνων, καὶ διαστρέφειν μὲν τὰ ὀρθὰ μεμελετηκὼς, λέγων δὲ “τὸ τὸ πονηρὸν [*]() καλὸν καὶ τὸ καλὸν πονηρὸν, καὶ τὸ μὲν σκότος εἰς φῶς, [*](d) τὸ δὲ φῶς εἰς σκότος” ἀνοσίως καταλογιζόμενος. ἀποφαίνει δὴ οὖν ὁ Προφήτης, ὡς ἐν μιᾷ δὴ ταύτῃ τῆ παναρίστῃ καὶ λίαν εὐκλεεστάτη ἐντολῇ ὅλον πεπατημένον τὸν νόμον εὐθύς. ὁ γάρ τοι περὶ τὸ κράτιστον τοῦ πρέποντος διημαρ- τηκὼς, πῶς ἂν γένοιτο περὶ τὸ μεῖζον ἀσφαλής; ἑαυτὸν δὲ τῆς πλεονεξίας ὁ Προφήτης εἰσκεκόμικε μάρτυρά τε καὶ θεατήν. ἐπειδὴ δὲ τὸ κρίνειν φησὶν ὀρθῶς παρεώραται, ταύτῃτοι [*](e) καὶ ὁ νόμος ἀσθενεῖ, καὶ ἡ τῶν κριμάτων ὀρθότης οὐ διεξάγεται κατὰ τό σοι δοκοῦν τῷ Δεσπότῃ, καταδυναστεύει δὲ καὶ ὁ ἀσεβὴς τὸν δίκαιον. ἔγκλημα δὲ τοῦτο τῇ τῶν Ἰουδαίων Συναγωγῇ, καὶ διὰ φωνῆς ἑτέρων προφητῶν ἐπενηνεγκται παρὰ Θεοῦ. ἔφη γὰρ ὅτι “Οἱ ἡγούμενοι αὐτῆς Mich. μέτα δώρων ἔκρινον· καὶ πρὸς αὐτὴν [*](Mich iii. 11.) δὲ πάλιν διὰ φω- νῆς ‘Ησαΐου “Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον, οἱ κάπηλοί σου [*](Es. i. 22, 23.) “μίσγουσι μίσγουσι τὸν οἶνον ὕδατι, οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπό- “δομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσ- [*](a 521 A.) “έχοντες.” ἔοικε δὲ καὶ νῦν ὁ Προφήτης Ἀμβακοὺμ ἐκεῖνο βούλεσθαι πληροῦν, τὸ ἐν βιβλίῳ παροιμιῶν “Ἃ εἶδον οἱ [*](Prov. xxv. 7.) “ὀφθαλμοί σου, λέγε·” προσαποδείκνυσι δὲ λοιπὸν ὅτι καὶ εὐλογωτάτην τῆς ἐνούσης Θεῷ γαληνότητος ἐποιήσατο τὴν καταβοὴν, ἀνεξικακοῦντος μὲν οὕτως ὡς ἂν αὐτῷ πρέποι· [*](1. τοῦ δικαίου ψῆφον inv. ordine D. εὐθύνειν D. 3. κάλλος post παραδημ. transp. D. 55 6. καὶ τὸ μὲν — καταλογιζόμενος om. Β. 8. εὐκλ. λίαν et πεπατ. ὅλον et εὐθύς τὸν νόμον inv. ord. D. 9. διημαρτ. τοῦ πρέποντος inv. ordine D. 10. μεῖζον B.D. μεῖον Edd. 11, 12. τε μάρτυρα et ὀρθῶς παρεώρατό φησιν D. 13. ὁ assumptum ex Β, 16. ἐπενήνεγκται D. ἐπενήνεκται Edd. 17. παρὰ] + τοῦ iid. 21. ἀνταποδόματα Β. 24. πληροῦν D. Edd. δηλοῦν Β. 25. δὲ λοιπὸν ὅτι] λοιπὸν Edd. λοιπὸν post εὐλὴ. tr. D. 26. εὐλογωτάτην Β. ἀλογώ D. ἀλογωτάτης iid. τῆς deest in ἐποίησε D. 27. καταβολὴν Aubertus. )
74
Θεὸς γάρ ἐστιν ἀγαθός· πλὴν ὅσον ἧκεν εἰς νοῦν τὸν ἀνθρώπινον [*](b) καὶ πέρα μέτρου παντὸς ποιουμένου τὸ ἀνεξίκακον.

Ἐκβέβηκε δὲ καὶ ἐπὶ Χριστῷ τὸ κρῖμα διεστραμμένον, καὶ διεσκεδασται ὁ νόμος. ὃν γὰρ ἦν ἄμεινον καταγεραίρειν ὡς Θεὸν, καὶ διὰ τοῦτο θαυματουργὸν, συκοφαντοῦντες οὐ διαλελοίπασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καὶ ταῖς σφῶν αὐτῶν ἀθυροστομίαις πάντα σείοντες κάλων, οὐδὲν τῶν ἀτόπων ἐστὶν, ὃ μὴ κατειπεῖν αὐτοῦ τετολμήκασιν· ὥς ποτε μὲν ἐν [*](S. Luc. xi. 18: vii. 34.) Βεελζεβοὺλ αὐτὸν ἐκβάλλειν οἴεσθαι τὰ δαιμόνια, ποτὲ δὲ καὶ φιλοπότην καλεῖν καὶ δαιμονῶντα. εἶτα δέον Σωτῆρά [*](c) τε καὶ Λυτρωτὴν τῶν ὅλων αὐτὸν ὀνομάζειν, ἀπεκτόνασιν ἀνοσίως, διάστροφον τὴν ψῆφον ἐπ’ αὐτῷ ἐξενεγκόντες οἱ [*](Exod. xxiii. 7.) δείλαιοι, καίτοι τοῦ νόμου διηγορευκότος σαφῶς “Ἀθῷον Ἀθῷον “καὶ δίκαιον οὐκ άποκτενεῖς.” ἐπῃτιᾶτο δὲ καὶ ἑτέρως αὐτοὺς ὁ Χριστὸς, ὡς ὀρθὰ καὶ δίκαια φρονεῖν οὐκ ἀνέχω μένους, ἀλλὰ σιωπῶντας μὲν, καὶ τὸν τῆς διανοίας ὀφθαλμὸν οἱονεὶ καταμύοντας ἐφ’ οἷς ἂν λέγοι Μωυσῆς, καίτοι τὸν ἐπὶ σαββάτῳ παραλύων νόμον· ἐπιθρώσκοντας δὲ, καὶ μάλα [*](d) πικρῶς, ἐφ’ οἷς ἃν αὐτὸς ἐργάσαιτο τῶν θεοπρεπῶν ἐν [*](s.Joan. vii. 21-24.) σαββάτῳ· ἔφη γὰρ οὕτως “Ἓν ἔργον ἐποίησα, καὶ πάντες “θαυμάζετε. διὰ τοῦτο Μωυσῆς δέδωκεν ὑμῖν τὴν περι- “τομὴν, οὐχ ὅτι ἐκ τοῦ Μωυσέως ἐστὶν, ἀλλ’ ὅτι ἐκ τῶν “πατέρων, καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. εἰ “περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ “ὁ νόμος Μωυσέως, ἐμοὶ χολᾶτε ὅτι ἄνθρωπον ὅλον ὑγιῆ “ἐποίησα ἐν σαββάτῳ; μὴ κρίνετε κατ’ ὄψιν, ἀλλὰ τὴν [*](c) “δικαίαν κρίσιν κρίνετε.”

[*](1. ἡγεῖ Edd. τὸν om. D. 4. ὁ assumptum ex D, 5. καὶ διὰ τοῦτο θαῦμ’. 0111. D. 6. αὐτῶν om. B. 7. ἐστι τῶν ἀτόπων inverso ordine D. 8. αὐτοῦ accessit ex Β, αὐτὸν ἐν β. inverso ordine D. 10. καλεῖν καὶ δαιμονῶντα hoc ordine D. δαιμονιῶντα Edd. 11. τε om. D. ὄνομ’. αὐτὸν D. 12. ἐπ’ αὐτῷ τὴν ψ. et σάφ’. διηγ. inv. ord. D. 14. ἀποκτενεῖτε D. 17. οἱονεὶ om. B. 18. ἐπὶ] + τῷ D. παραλύοντα 1). ἐπιθρωσκόντων Edd. 19. ἐργάσοιτο αὐτὸς inverso ordine D. τι add. Edd. invito D. 24. ὁ ἄνθρωπος λαμβάνει D. 25. ἄνθρωπον ὅλον hoc oidine B.D. ἐποίησα ὑγιῆ inverso ordine D.)
75

Ἴδετε οἱ καταφρονηταὶ καὶ ἐπιβλέψατε, καὶ θαυμάσατε θαυμάσια καὶ ἀφανίσθητε· διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶ ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται.

Κατακεκραγότος τοῦ Προφήτου τῆς τῶν παρανόμων πλεονεξίας, καὶ τῆς ἐπ’ αὐτοῖς ἀνεξικακίας μονονουχὶ καταιτιωμένου τὴν μέλλησιν· μισοπόνηρον γάρ τι χρῆμα ψυχὴ δικαία καὶ φιλάρετος· τοῖς καταφρονεῖν εἰωθόσιν ὁ τῶν ὅλων Θεὸς ἐπιφθέγγεται λοιπὸν ἰδεῖν τε καὶ ἐπιβλέψαι καὶ [*](a 522 A.) θαύματος ἀξιοῦν τὰ ὅσαπερ ἂν θαυμάζεσθαι πρέποι. ταῦτα δὲ ἦν τὰ οἱονεί πὼς ἐπηρτημένα, καὶ ὅσον οὐδέπω μέλλοντα συμβήσεσθαι, καὶ ἀπευκτὴν ἔχοντα τὴν προσβολὴν καὶ κατεστυγημένην τὴν ἔφοδον, ἃ δὴ καὶ προαναθρεῖν αὐτοῖς χρησίμως προστέταχεν, οὐκ ἀνικάνως ἔχοντα πρός γε τὸ ἀφανίσαι δύνασθαι τοὺς ἐφ’ οὓς ἃν ἰόντα φαίνοιτο· θαυμαστὰ δὲ ὅτι καὶ ἀδόκητα, καὶ παρ’ ἐλπίδα καὶ δύσοιστα [*](b) καὶ δι’ ὑπερβολὴν δεινότητος καταπλήττειν οἷά τε, τάχα δέ που καὶ ἀπιστούμενα. φιλεῖ γάρ πὼς ἀεὶ τὰ ἐν πολλῷ μεγέθει τῶν κακῶν ἐγγὺς εἶναι λίαν τοῦ καὶ ἀπιστεῖσθαι δεῖν, εἰ δὴ μάλιστα τοῖς οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ισραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι’ ὃν ἀπόλωλεν Αἴγυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δουλείαν, [*](c) ἐπ’ ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου [*](1. θαυμάζετε Edd. 5. καταιτιωμένου D. καὶ αἰτιωμενου Β. Edd. 6. μέλησιν D. 7. δικαίου Β. invito D. ὁ τῶν Θεὸς Θεὸς post λοιπὸν transp. D, 9. τὰ assumptum ex Β. ἀξιοῦντα D. 10. συμβ μέλλοντα inverso ordine D. 13. γε om. D. 14. οὓς B. οἷς 1). Edd. ἀνιόντα pro ἂν ἰόντα Edd. 17. τὰ assumptum ex D. ἐν] + τῷ Edd. invito D. 18. του] τὸ Edd. 20. πώποτε ᾠήθη inv. ord. D. 22. καὶ Ἀμοῤῥαίων Εὐαίων καὶ Β. καὶ Ἐσαίων (sic) καὶ Ἀμοῤῥαίων καὶ Edd. καὶ Ἀμ. καὶ D. 23. Ἰουβεσαίων iid. 24. πρὸς] εἰς b. αὐτοῖς B.D.b. οὕτων Edd. 26. τοῦ assumptum ex B.D. )

76
προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδροκτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσῥήγματα, [*](Threni iv. 10.) καὶ ᾗ φησὶν ὁ προφήτης ‘Ιερεμίας “Χεῖρες γυ- “ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν.” πεπόρθηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν [*](d) ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι’ ὑπερβολὴν ὠμότητος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμεραις αὐτῶν ἔργον εργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς εκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ὴμεραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διιππεύσει χρόνος· ἁλλ’ οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη.

[*](e)

Δότ’ ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τό πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, του κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.

Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ’ οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ [*](523 A. a) ἐπ’ ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνόμασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς [*](1. προσβολὰς Β. συμφορὰς D. Edd. 3. καὶ prius] + γὰρ Edd. γυναίων D. προσερείγματα iid. 5. παιδία] τέκνα D. ἑαυτῶν Β. (22. al.) αὐτῶν D, Edd. πεπόρθηται D. 6. κακῶν ἡκόντων hoc ordine D. ἡκόντων om. Β. 7. τοῖς ἑλοῦσιν post ἦν transp. D. 10. αὐτοῖς D. Edd. αὐτὸ Β. Neutrum habet b. 1 1. ἐκδιηγοῖτο D. τὸ om. B. b. 13. καὶ γείτων καὶ εὐθὺς inv. Old. D. 15. ἐξεγερῶ B.D. (62, 86, 147) 153.) τοὺς μαχητὰς accesserunt ex B.D. (Alex. XII.) 16. τὸ ταχινὸν κοὶ τὸ πικρὸν hoc ordine B.D. (Alex.) τὸ secundum om. D. 18. λαλοῖτο B.D. λαλῶν τὸ Edd. 20. τὸ] -f ἔθνος τὸ D. 23. ὅτι D. καὶ Edd. 24. τὸ τακτικὸν iid.)

77
τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἃν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κατευρύνεσθαι [*](b) δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ’ οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν.

Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλίβοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς [*](c) καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων μένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ’ οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤῥήδην ἔφασαν “Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.”

[*](S. Joan. xix. 15.)

Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ’ οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄνθρωπος· d κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται.

Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἔξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, κα τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.

Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, [*](1. που assumptum ex B.D. 3. ἦν ἐν ἔθει inverso ordine D. 4. μήν om. D, 6. ἁπάσης τῆς γῆς inverso ordine D. 10. ἔθος pro ἔφην D. ταῖς assumptum ex B.D. 11. ἐπιμαίνεσθαι] ἐπικεῖσθαι Edd. ἀρχὴν κατευρ. inv. ord. D. 12. οἱ assumptum ex D. 15. σκῆπτρον D. 16. πᾶσαν D. 17. τοι pro αὐτοὶ D. 18. ἔφησαν D. 20. ποιοῖτο Β. ποιεῖτο D. τιθεῖτο Edd. ἔσται πικροῖς inv. ord. D. 23. γὰρ D, γοῦν Edd. τῶν om. D. 25. ἔσται om. Edd. (153.))

78
ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδονόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν [*](e) κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ιούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι’ ὠμότητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβασιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς [*](624 A. a) τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκελεύστοις ὁρμαῖς ἵεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἃν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προκαταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθάνειν πειρᾶσθαι τὸ ὅποι ποτ’ ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, [*](b) ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀληθῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πὼς κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν [*](1. Assumpta ἐπὶ ex D. τῶν ex Β. 2. ναὸν B.D. νεὼν Edd. κατεμπρ. ν. inv. ord. D. 3. τὰ D. τὴν iid. 4. φησι assurnptum ex B.D. 6,. δὴ om. D. φιλόκομπον καὶ φιλότιμον inverso ordine Β. καὶ φιλόκ. om. Migne. 8. τε assumptura ex D. 9. νοὶ D. καὶ Edd. 10. ἔγχει ῥημάτων (sic) iid. 11. τοῖς ὑπὸ χεῖρα post δεῖν transp. D. τοὺς pro τοῖς Edd. προστάσσοντες Pont. προτάσσοντες Aub. πράττοντες D. 12. ἔσται] ἐξελεύσεται D. 13. ἵεται D. κινοῦν D. Edd. δοκοῦν Β. 14. ἀνάσχοιτο γνώμης inv. ordine D. 15. ὑπέρογκα D. 16. ἦν inv. ord. D. πάλιν assumptuin ex D. 17. μάγων b. 18. ὅποιπερ τ' ἀν’ D. 20. φησὶν] + ἢ D. 21. μαντικήν· ἔχει B.D. b. μαντείαν· ἕξει Edd. 24. λίαν om. D. 35. τούτοις D. Βαλαὰκ D.)
79
βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ [*](Num. xxii. 5. 6.) τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε c καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης.

Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραννον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ καῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ αὐτοῦ εξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβουλεύσατο [*](d) μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ’ αὐτῷ κρῖμα παρ’ αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι’ αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἢν ἃν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως.

[*](e)

Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ τετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.

Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς [*](1. καταρᾶσθαι τοὺς ἐξ Ἰ, inv. ord. D. ἐβούλετο D. 2. ἐζήτει τὴν γν. inv. ord. D. 3. μετάπεμπτον ἐποιεῖτο hoc ord. D. Aub. 8. τῶν assumptum ex B.D. 11. τοι Edd. ἔξεσται D. ἔσται Edd. 13. κολάσαι τὸν Ἰ.] τὸν Ἰ. τιμωρήσασθαι D. 14. ἐπ’ αὐτοῦ Edd. γενήσεταί [B.D.] φησι Β. φησι γενήσεσθαι iid. φησι om. D. 15. σκεῦος] + τῆς iid. 16. σε τιμ.] τετιμωρήσομαι D. 17. ἂν assumptum ex B.D. λάβοιμι D. 22. ἐξορμήσουσι F. (Co.) πετασθήσονται post φαγεῖν transp. Β, (153.) 26. δὲ] τε D. inv. Β.)

80
[*](525 A. a) τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάντολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ καταθρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβιας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριωτέρους, [*](b) καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ’ ὧν ἃν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσεοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην.