In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἃν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε [*](d) δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. “Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,’ κατὰ τὰς γραφάς· [*](2 Cor. x. 17.) συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει μεμετρημένον, ἀλλ’ εἰς ἡμερας αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνατος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ [*](e) κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν [*](1. οὐ pro που (sic) Α. 2. τοῦ Θεοῦ om. Β. 3, λέγει Α. τοῦ τοῦ assumptum ex Α. Β. σκηνὴν Α.] 5, Hoc τότε accessit ex Α. 7, αὐτοῖς Α. Statim ὑποσκευασ. Edd. invitis Α.Β. 8. μὲν om. Α. 9. τοὺς assumptum ex Α.Β. 11. καθὼς Edd. 13. εἶεν Α. ἐν Α. d. ἐπὶ Edd. 15. ἐγείροντος Α. invito d. 16. τότε et τὰ ἀνθρώπινα — σχῆμα καὶ πάντα accesserunt ex Α.Β. d. 17. τὰ assumptum ex iisdem. 18. ὅτις γὰρ d. Edd. ἥτις [A.B.] ἐστιν ἡ Β. τὴν γραφήν Edd. invitis omnibus. Statim συνεγηγέρθαι δὲ pro συνεγ. γὰρ (sic) Α. 21. ἡμῶν Α. 24. τότε alt. assumptum ex Α.Β. 25. κατὰ pro μετὰ Edd.)

542
[*](s. Joan. xii. 24.) διαψεύσασθαι λέγοντα τὸν Χριστόν “Ἐὰν μὴ ὁ κόκκος “του σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· “ἔαν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει. καὶ πάλιν [*](Ib. 32.) “Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ’ ἢν ἀνεγερῶ τὴν κατε- [*](351 Α. a) σκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ Δαυεὶδ, κληθήσονται πάντα τοὶ ἔθνη, καὶ ἐπ’ αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα. καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγε Κύριος ὁ Θεὸς ὁ ποιῶν ταυτα. εἰ γάρ ἐστι κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως [*](Hiob v. 9.) ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ “Μεγάλα “καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν “ἀριθμός.”

[*](13)

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ καταλήψεται ὁ ἀλοητὸς [*](b) τὸν τρυγητὸν, καὶ περκάσει ἡ σταφυλὴ ἑ τῷ σπόρω, κα ἀποσταλάξει τὰ ὄρη γλυκασμὸν, καὶ πάντες οἱ βουνοί σύμφυτοι [*](14) ἔσονται· καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἱσραὴλ, καὶ οἰκοδομήσουσι πόλεις τὰς ἠφανισμένας καὶ κατοικήσουσι, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ πίονται τὸν οἶνον αὐτῶν, [*](15) καὶ φυτεύσουσι κήπους καὶ φάγονται τὸν καρπὸν αὐτῶν. καἰ καταφυτεύσω αὐτοὺς ἐΜ τῆς γῆς αὐτῶ, κω οὐ μὴ ἐκσπασθῶσιν [*](c) οὐκέτι ἀπὸ τῆς γῆς αὐτῶι ἧς ἔδωκα αὐτοῖς λέγει ὁ Θεὸς ὁ Παντοκράτωρ.

[*](1. Χριστόν] + ὅτι Edd. invitis Α. Β. μὴ et τοῦ σίτου—ἐὰν δὲ desunt in Edd. 2. εἰς τὴν γῆν om. Β. 4, ἐκ τῆς γῆς desunt in Edd. 5, δὴ assumptum ex Α. ἂν ἐγερῶ Β. invito Α. 6. καὶ] + τὴν Edd. 8. τὰ προηγγελμένα Α. τὸ προηγγελμένον Edd. 9, ποιῶν] + πάντα Edd. ante Migne. Statiin ταῦτα om. Β. 10, Haec πάντη τε καὶ assumpta ex Α. Β. 11. καὶ om. Β. 12. ἐν δόξη τε καὶ ἐξουσίᾳ Α. 14, ἀλωητὸς (sic) ο Edd. ἁλὸς (sic) Α. 16, ἀποστάξει Α. 17, ἀποστρέψω F. (Co.) τοῦ om. Α. (XII.) ig. καταφυτεύσουσιν Α. Β. (Alex. XII manu prima.) φυτεύσουσιν Edd. (Vat.) 20. φυτεύσουσι Α. Β. (XII.) ποιήσουσι Edd. (Vat. XII mg.) τὸν om. Edd. 22. ἀπὸ] ἐκ V. (42.) 23. ὁ Θεὸς ὁ Παντοκράτωρ A.B.F. (Alex. XII.) ὁ alt. deest in Vat.] Παντοκράτωρ ὁ Θεός Edd. (91, 153,))
543

Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην. καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἔρει δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμαλωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ’ εὐφροσυνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν [*](d) ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρύγητόν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἔπι τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.

Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἃν εἰκότως ἐκεῖνο [*](e) νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ Δαυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγαθῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνας τε καὶ Ἰουδαίους· “Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ [*](Rom.iii. 30.) “πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.” πλείστη δὴ οὖν οση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία [*](a 352 Α.) η δία τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέγραπται γὰρ ὅτι “καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου,” [*](Ps. ciii. 15.) [*](1. ἔφη Edd. εἶπα τίς pro εἰ μέν τις Α. invito b. 2. τε assumptum ex Α b 3. ἣ om. b. ’δε pro δὴ Α. 4. ἐξ αὐτῶν pro ἑαυτῶν Α. 8. τῶν· ἡδίστων Β. ἡδίσταις Edd. 9. ἅλωσις (sic) Aubertus. ἅλωος e suo Migne. 10. συμποδιζ. Α. Β. συγκομιζ. Edd. πάρα τινος pro παρατείνοντος (sic) Α. κοὶ om. Β. 11, πάλιν assumptum ex Α.Β. 16. προσβάλλειν Β 17. γὰρ alt. assumptum ex Α. Β. b. 18. αὐτοῖς Edd. invitis A.B. b 21. Κύριος pro Θεὸς Α. 23. ὅση assumptum ex Α. ἐπιγείων pro πνευματικῶν (sic) Α. 24. ἣ] Sic correxi post Migne. ἡ Edd. 25. φησὶ σίτου hoc ordine Β. νῦν om. Α. 26. δὲ assumptum ex A.B. 27. ὅτι assumptum ex Α.)

544
νοητὸς ’δε που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε [*](Ps. ciii. 15.) οἰνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν “Καὶ οἶνος εὐφραίνει [*](Rom. xii. 12.) “καρδίαν ἀνθρώπου·” χαίρομεν δὲ “τῇ ἐλπίδι,” κατὰ τὴν [*](b) τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν. ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκκλησίας χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκκλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν [*](Ps. i. 3.) νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ’ ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ [*](c) γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ ’δε εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους. [*](d) μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς [*](Rom. xii. 6.) ο Παῦλος φησι, κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῆ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν [*](Ps. cxxv. 1.) νοῦν. ὅτι ’δε καὶ ἐπέστρεψεν ἤμων τὴν αἰχμαλωσίαν ο των [*](S. Luc. iv. 19.) ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειε τις. ἐκήρυξε γὰρ “ αἰχμαλώτοις [*](e) ἄφεσιν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο [*](1. που om. Β. Assumpta τε ex Α. καὶ alt. ex Α. Β. 2. Κοὶ accessit ex Β. 4. Haec τοῦ μακαρίου desunt in Edd. στάζει iid. 5, τὴν ἐκκλησίαν Β, 6. ἀυτῇ Β. 7, ὑπερφερὲς Α. ὑπερφυὲς Edd. 12. περιποτώμενα Β. περιπ,ετόμενα Α. πετόμενα Edd. 13. καὶ alt. assumptum ex Α. Β. 17. ἀποσταλάζει Edd. invitis Α. Β. Statim δεῖ (sic) Α. 19. οἷον Α. οἱ Β. Edd. 25, φορῶντες Β. 26. ἀπέστρεψεν Β. 28. ὁ Χριστὸς om. Α.)
545
τὴν ὑπ’ οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύσαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας, ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ’ αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς [*](a 353 Α.) ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆ; αὐτῶν ἡς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός. “Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, [*](Rom. xi. 29.) καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΕΛΟΣ ΤΗΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ.

[*](1. τότε alt. et ἁπάσης asaumpta ex Α. Β. 7, κλήρων] + καὶ Edd. 8. σαφηνίζει iid. 9, αὐτῆς iid. invito Α. ἔδωκα Β. ἔδωκεν Edd. 10. καὶ ἡ κλῆσις Α. Β. Edebatur ἡ ἐκκλησία. 12—14. Χριστόν desunt in Edd. 13, 14. τῷ alt. et τῶν αἰώνων om. Α. 15. Sic Β.)