In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Πλὴν ὅτι οὐκ εἰς τέλος ἐξαρῶ τὸ οἶκον Ἰακὼβ, λέγει Κύριος. [*](9) διότι ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμιῶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸν [*](e) οἶκον τοῦ Ἰσραὴλ, δι’ τρόπον λικμᾶται ἐν τῶ λικμῷ, καὶ οὐ μύ [*](10) πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ἑ ῥομφαίᾳ τελευτήσουσι πάντες ἁμαρτωλοὶ λαοῦ νοῦ, οἱ λέγοντες Οὐ μὴ ἐγγίσῃ οὐδ’ οὐ μὴ γένηται ἐφ’ ἡμᾶς τὰ κακά.

[*](Rom. xi. 28.)

Tετήρηται πάλιν τῷ Ἰσραὴλ τὸ κατάλειμμα “διὰ τοὺς “πατέρας. ὁλοτελῆ μὲν γὰρ ὄλεθρον οὐχ ὑπομενοῦσι, φησὶν, οὔτε μὴν εἰσάπαν ἐκ ποδῶν τὸ ἐξ Ἰακὼβ οἰχήσεται γένος. ἀλλ’ ὥσπερ λικμῷ διερριμμένοι, φησὶ, κατασκεδα- [*](349 Α. a) σθήσονται μὲν εἰς πάντα τὰ ἔθνη. πλὴν οὐ μὴ πέση σύντριμμα ἔπι τὴν γην, τουτεστιν, οὐχ οὕτως πεσεῖται τὸ ἐξ Ιακὼβ γένος, ὡς εἰς ὁλόκληρον καθικέσθαι συντριβὴν, σω- [*](1. Ἑβραῖοι Α. Β. Ἰουδαῖοι Edd. Neutrum habet b, 2. παλαιστηνοὶ Β. et sic supra. 3. ὠνόμασαν Edd. invitis A.B. 8. οὖν om. Α. 9. ἃν assumptum ex Α. ὀνήσει ἀν’ Α.] 13. Πλην—λέγει Κύριος desunt in Β. 14. λικμιῶ Β. (Alex.) supra 248 λικμῶ Α. (49,) λικμήσω Edd. (Vat.) 15. τοῦ assumptum ex Α. (Alex.) 17, λαοῦ] τοῦ λαοῦ (22. al.) cf. b. infra. οὐδὲ Edd. οὐ alt. assumptum ex A.B. (Alex. XII.) 18. γένηται] ἔλθῃ (XII mg. 22. al.) cf. infra. 19. τῷ Ἰσραὴλ πόλιν inv. ord. Α. 20. οὐχὶ Α. 22. ὥσπερ] + ἐν Β. διεῤῥωμένον (sic) Α. 24, εἰς pro ἐπὶ b.)

539
θήσεται δὲ μέρει τῷ ἠλεημένῳ· ἀνεκομίσθησαν μὲν γὰρ ἐκ τῆς αἰχμαλωσίας τοτηνικάδε τινές· σέσωσται δὲ καὶ διὰ Xριστοῦ· πεπιστεύκασι γὰρ ἐξ Ἰουδαίων οὐκ ὀλίγοι τὸν ἀριθμόν· σωθήσεται δὲ καὶ ἐν ἐσχάτοις καιροῖς τὸ κατά- λεῖμμα, τῆς τῶν ἐθνῶν ἀγέλης προεισκεκλημένης. εἶτα ὥσπερ τινὸς λέγοντος Εἰ σώζεται πάλιν ὁ Ἰακὼβ, κατὰ [*](b) τίνων αἱ ἀπειλαί ; χρησίμως ἀπολογεῖται, καί φησιν, ὡς οὐκ ἄκριτος ἔσται κατὰ πάντων ἁπλῶς ὁ θυμὸς, οὔτε μὴν ἀδιαφορήσει τὰ ἐξ ὀργῆς, ἐφαλεῖται δὲ μᾶλλον τοῖς ἀφόρητα πεπλημμεληκόσι. τοῦτό ἐστι τὸ Ἐν ῥομφ‘ιλͅόͅ τελευτήσουσι πaaόιτες ‘ἱμηόιτωλοÌ τοῦ λαοῦ μου οἱ λέγοντες Ου μὴ ἐγγλη, ουο οὐ μὴ ωῃ ἐφ’ ημιις τιι KUKct. ἧκον γὰρ εἰς τοῦτο φρενοβλαβείας τινὲς, ὡς οἴεσθαι καὶ ψευδοεπεῖν τοὺς ἁγίους προφήτας, καὶ δὴ καὶ ἔφασκον, ὡς οὐκ ἂν γένοιτό τι τῶν προηγγελμένων. μαρτυρήσει δὲ τοῦτο καὶ ὁ σοφὸς ‘Iερε- μίας λέγων πρὸς Θεόν " Ἴδου οὗτοι λέγουσι πρὸς μέ Ηοῦ [*](c Hier. xvii. 15.) ἐστιν ο λόγος κυρίου ; ελθέτω.’’ διττὸν οὖν ἄρα τῶν οὕτω διακειμένων τὸ πλημμέλημα· παρώτρυνον μὲν γὰρ κατὰ πολλοὺς τρόπους, ᾤοντο δὲ καὶ ψευδομυθεῖν τὴν ἀλήθειαν.

Εὑρήσομεν δὲ καὶ ἐν καιρῷ τῆς ἐπιδημίας τοὺς τῶν Ἰουδαίων καθηγητὰς τῶν τοῦ Σωτῆρος ἡμῶν οὐ πεφρον- τικότας λόγων. τοιγάρτοι καὶ ἤκουον " Οὐαὶ ὑμῖν γραμ- [*](S. Luc. xi. 52.) “ ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς [*](d) ιι γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους “ ἀφίετε εἰσελθεῖν·’’ καὶ πάλιν " Οὐαὶ ὑμῖν γραμματεῖς [*](s.Matth. xxiii. 15.) “ καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν “ καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, [*](1. ἀπὸ pro ἐκ Edd. invitis Α.Β. b. 2. καὶ assumptum ex Α.Β. b. 5. προεισκεκλημένης Α.Β. b. προσκεκλημένης Edd. 8. πάντα Edd. invitis Α.Β. b. ίο. τοῦτό ἐστι B.b. τουτέστι . Edd. 1 1, μου assumptum ex b. deest in . 1 2. οὐδὲ pro οὐδ’ οὐ b. γένηται pro ἔλθῃ b. τὰ assumptum ex A.B.b. ^^ 15. τούτῳ . ὁ σοφὸς assumpta ex A.B. 19, ᾤοντο ’δε B. Aub. ᾤοντο Potlt. ᾦ 19. ᾤοντο ’δε B. Αub. ᾤοντο Γοnt. ᾤοντο γορ . 22. οὐ om. . 25- ουηε- alt.] οὐδὲ Β. ^ 26. Haec γρ. καὶ φαρ. ὑποκριταὶ assumpta ex Α.Β. 28. ποίησαι ἔνα — διπλότερον υ 2S. ποίησαι ἔνα — διπλότερον ὑμῶν Α.Β. καὶ τὰ ἑξῆς Edd.)

540
“ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.” τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς [*](Supra ver. 7.) Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ [*](e) τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι δίκας.

[*](11)

Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυεὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τά κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ [*](12) ἡμέραι τοῦ αἰῶνος· ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων [τὸν Κύρωι] κὼ πάντα τὰ ἔθνη ἐφ’ οὕς ἐπικέκληται τὸ ὄνομά μου ἀπ’ αὐτοὺς λέγει Κύριος ὁ ποιῶν ταῦτα.

[*](350 Α. a)

Ὑπέσχετο λέγων, ὡς οὐκ ἂν εἰς τέλος ἐξολοθρεύσειε τὸ ἐξ Ἰακὼβ γένος, ἀλλ’ εἰ καὶ λικμῷ τρόπον τινὰ διεῤῥιμμένοι· καὶ γὰρ ξένοι τε καὶ ἐπήλυτοι γενήσονται, πατρίδος καὶ οἴκων ἐξεωσμένοι, βάρβαρόν τε καὶ ἀλλοδαπὴν οἰκοῦντες χώραν· ἀλλ’ οὐκ ἂν συντριβεῖεν εἰσάπαν, οὔτε μὴν εἰς ὄλεθρον οἰχήσονται παντελῆ. ταύτῃτοί φησιν ὅτι καὶ ἀναστήσει καίτοι πεσοῦσαν τὴν σκηνὴν Δαυεὶδ, ἐγερεῖ δὲ αὐτῆς τὰ κατερριμμένα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, τουτέστιν, [*](b) εἰς ἡμέρας μακράς. δεῖγμα δὲ τοῦτο γενήσεσθαί φησι καὶ πληροφορίαν τοῖς ἄλλοις ἔθνεσι τοῖς τε ὁμόροις καὶ ἀπωτάτω, τοῦ χρῆναι λοιπὸν ἐπιστρέφειν πρὸς Θεὸν καὶ αὐτὸν [*](3. ὠλισθηκότας Edd. invitis Α. Β. δὲ pro μὲν iid. 5. ἰσαρίθμους pro ἰσοστάθμους iid. τετίκασι Α. 8. τὰ alt. om. Edd. (311.) 10. ἐκζητήσωσιν + με F. Edd. (22 al.) 11. Haec τόν κύριον in mg. add. Β. (Alex.) 12. κύριος] κύριος ὁ Θεὸς (Alex.) cf. infra 351 a. ποιῶν] -f πάντα Edd. (Vat.) invitis A.B. (Alex. XII.) 13. ἐξολοθρευθεῖεν Α. 14. ἐῤῥιμμένοι Edd. invitis A.B. 15. Haec καὶ γὰρ assumpta ex B. ἐπήλυτοι A.B, [ἐπίλυτοι Α.] ἐπήλυδες Edd. Statim γένωνται iid. invitis A.B. 16. ἐξεωσμένοι] Sic edidi ex Α. qui dedit ἕξεως μὲν οἱ (sic). Edebatur ἐξωσμένοι. 17. ἀλλ’] + οὖν Edd. 19. Haec καίτοι πεσοῦσαν accesserunt ex A.B. 21. τοῦτο B. τούτου Α. Edd. Statim γενήσεται iid. invitis A.B. 22. πληροφορία iid. ἄλλοις] + καὶ Β. τοῖς ante ἀπωτ. add. iid. 23. Quae sequuntur partim citantur in Cat. in Acta SS. Apost. siipra cit. 335, 473. Contuli cum d tantum. πρὸς] + τὸν d. Edd.)

541
ἑλέσθαι ζητεῖν, τεθαυμακότας πάντως που τῆς τε ἡμερότητος τοῦ Θεοῦ καὶ τῆς ἰσχύος τὸ μέγεθος. οὐκοῦν εἰ λέγοι σκηνὴν τοῦ Δαυεὶδ, τὸ τῶν Ἰουδαίων κατασημαίνει γένος, ἤγουν οἶκον τὸν ἐξ Ἰακώβ. ἰστέον δὲ ὅτι Κύρου τῆς αἰχμαλωσίας ἀνέντος αὐτοὺς, τότε ὑπενόστησαν εἰς τὴν Ἰουδαίαν, καὶ ἀνεδείμαντο μὲν τὸν νεὼν, πυργώσαντες δὲ τὰς τῶν πόλεων ἠρημωμένας, οἴκους τε ἐν αὐταῖς ἐπισκευασάμενοι, [*](c) κατῳκήκασιν ἀσφαλῶς, πολέμους μὲν ὑπομείναντες τοὺς παρά τινων, οἷον Ἀντιόχου τε φημὶ καὶ Ἀδριανοῦ, αἰχμάλωτοι δὲ οὐκ ἔτι γεγόνασιν, οὔτε μὴν ἠρήμωνται, καθὰ καὶ ὑπὸ τῶν Βαβυλωνίων.