In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

ἈΒΔΙΟΥ δὴ πάλιν προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν, καθ’ οὓς καὶ Ἰωήλ, μονονουχὶ δὲ διέλαχε πρὸς αὐτὸν τὴν ὅρασιν, καὶ μερίζεται τὸ διήγημα. ὁ μὲν γὰρ θεσπέσιος [*](Joel iii. 19.) Ἰωήλ ἐπ’ αὐτοῖς ἤδη τέρμασι τῆς αὐτοῦ προφητείας “ Αἴ- “ γυπτος, φησὶν, εἰς ἀφανισμὸν ἔσται, καὶ ἡ Ἰδουμαία εἰς " πεδίον ἀφανισμοῦ ἐξ ἀδικιῶν υἱῶν Ἰούδα, ἀνθ’ ὧν ἐξέχεον “ αἷμα δίκαιον ἐν τῆ γῆ αὐτῶν·” ὁ δὲ τῆς Ἰδουμαίας τὸν ἀφανισμὸν τίνα τε τρόπον καὶ ὅπως ἔσται, κατὰ καιροὺς [*](b) ἀφηγεῖται λεπτῶς. ἐπειδὴ δὲ τοῖς ἐντευξομένοις τῇ τοῦ βιβλίου συγγραφῆ λυσιτελὲς τὸ ἀναμαθεῖν ἀκριβῶς καὶ πρό γε τῶν ἄλλων, τίς μέν ἐστιν ἡ Ἰδουμαία, τί δὲ τὸ συμβὰν αὐτῇ, καὶ τοῦ δὴ χάριν ταῖς ἐκ θείας ὀργῆς ὑπενήνεκται συμφοραῖς, φέρε λέγωμεν, ὡς ἔνι, τὰ τοιάδε σαφῶς τοῖς φιλομαθέσι καταλεπτύνοντες. Ἰδουμαῖοι τοίνυν κέκληνται καὶ εἰσὶν οἱ ἐξ Ἡσαῦ γεγονότες. ἐπειδὴ γὰρ Ἐδὼμ ὠνό- [*](Gen. xxv. 30.) μασται, τουτέστιν γήινος, διά τοι τὸ ἀποδόσθαι τὰ πρω- [*](Coflex Β. [D. aliquoties adhibitus.] 1—3. Sic Β. τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου ἀλεζανδρείας, ἐξήγησις ὑπομνηματικὴ εἰς τὸν Προφήτην Ἀβδίου Edd. 4. προφητεύει μὲν ἐν καιροῖς ὡς ἔοικεν Β. προφητεύειν μὲν ἔοικεν ἐν καιροῖς Edd. 5. καὶ assumptum ex Β. 6. θεσπέσιος assumptum ex Β. 7. ἑαυτοῦ Edd. 8. ἡ assumptum ex Β. 9. ἀφανισμοῦ] + ἔσται D. ἐξέχεον B.D. (22. al.) ἐξέχεαν Edd. 15. καὶ του] καί του Edd. 1 7. Haec Ἰδουμαῖοι—γεγονόντες accesserunt ex B.D.)

547
τοτόκια, καὶ ἀλογῆσαι μὲν τῆς ἐντεῦθεν ὀφειλομένης αὐτῷ τιμῆς, βρώσεως δὲ μιᾶς, καὶ τοῦτο εὐτελεστάτης, ἀνθελέσθαι παράθεσιν, ταύτῃτοι καὶ Ἰδουμαίους ὠνόμαζον τοὺς ἐξ αὐτοῦ [*](a 355 A.) γεγονότας. καλεῖται δὲ τῶν Ἰδουμαίων ἡ χώρα καὶ Σηεὶρ καὶ Θαιμάν· καὶ Σηεὶρ μὲν διὰ τὸ λέγεσθαι δασεῖς τοὺς κατοικοῦντας αὐτὴν, δασὺς δὲ καὶ Ἠσαῦ· τετρίχωτο [*](Gen. xxv. 25.) γάρ· Σὴρ δὲ τρίχωσις, ἤτοι τριχωτὸς ἑρμηνεύεται. ἢν δὲ καὶ ὄρος ἐν τῇ χώρᾳ Σηείρ. Θαιμὰν δὲ δὴ πάλιν, διὰ τὸ εἶναι νοτιωτάτην. νότος δὲ ὁ Θαιμὰν κατὰ τὴν τῶν Ἑβραίων φωνήν. δοκεῖ ’δε τισιν εἰρῆσθαι Θαιμὰν καὶ δι’ ἑτέραν αἰτίαν. φασὶ γὰρ ὅτι γέγονεν υἱὸς τῷ Ἡσαῦ κατὰ καιροὺς Ἐλιφὰζ, ἐκ δὲ τοῦ Ἐλιφὰζ ὁ Θαιμὰν, ἐξ οὗ καὶ ἡ χώρα [*](b Ib.xxxvi. 10, 11.) Θαιμάν. καὶ ἀπόχρη μὲν ταῦτα περὶ τῆς Ἰδουμαίας καὶ τῶν ἐν αὐτῇ. ἀπολώλασι δὲ δι’ αἰτίαν τοιαύτην. πολιορκουμένης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσορ, καὶ ἐν τοῖς ἐσχάτοις ἡκούσης κακοῖς· ἔπιπτον γὰρ ἀναρίθμητοι τοῖς τῶν ἐθνῶν δαπανώμενοι ξίφεσι· ἀνεσώζοντό τινες μόλις, καὶ εἰς τὰς τῶν ὁμόρων ἐθνῶν χώρας ἀπεκομίζοντο· κατέβαινον δὲ οἱ πλεῖστοι μάλιστα τῶν ἐξ Ἰσραὴλ εἰς τὴν Ἰδουμαίαν, ὅμορον οὖσαν αὐτοῖς, ᾤοντό τε ὅτι καὶ συναλγήσουσιν [*](c) ὡς ἀδελφοῖς, καὶ τῆς ἐξ αἵματος ἀγχιστείας δια- μεμνήσονται, καὶ ἀθλίως πεπραχόσι χαριοῦνται τὰς ἐπικουρίας. οἱ δὲ, καίτοι κατοικτεῖραι δέον ὡς ἀδελφοὺς, ἀπεδέχοντο μὲν εἰς τὴν ἑαυτῶν, ἀπέσφαττον δὲ, τὰς τῆς Ἰδουμαίας ἐκβολὰς λῃστρικῷ περιθέοντες τρόπῳ, τεθορυβημένους τε καὶ κατεπτηχότας ἁρπάζοντες. ἦσαν δὲ οὕτως ἀπάνθρωποι ὡς καὶ αὐτὴν ὑπερβαλέσθαι τῶν Βαβυλωνίων τὴν ἀγριότητα. ἐπῄεσαν γὰρ, ὡς ἔφην, ἀπολλυμένοις, ἐπιτωθάζοντες [*](5. Σηεὶρ semper (excepto tantum semel post χώρα ver. 8. Β.) B.D. Σὴρ ter Σηὶρ semel b. Σήρ Edd. 6. δάσος Aub. δὲ] + δὴ b. 7. τριχωτὸς D. b. ? Edd. τριχαγωγὸς Β. 9, Assumpta τὴν ex 13. D. b. τῶν ex B. 11. τῷ D. b. τοῦ Edd. 13. καὶ prius assumptum ex B. 15. ὑπὸ] ἀπὸ Edd. ante Migne. 17, ἀνεσώζοντό τινες μόλις] μόλις τινὲς ἀνεσώζοντο iid. 24. μὲν] + οὐκ Edd. invitis B.D. 27. ὑπερβάλλεσθαι Edd. Statim τὴν pro τῶν iid.)
548
[*](d) καὶ πανηγύρεως ἀφορμὴν τὰς τῶν ὁμαιμόνων ποιούμενοι συμφοράς. ἀπῴχοντο μὲν οὖν εἰς τὴν Περσῶν τε καὶ Μηδῶν Ἰουδαῖοι τοτηνικάδε. ἐπειδὴ δὲ πεπερασμένων ἤδη τῶν ἑβδομήκοντα ἐτῶν κατηλέει Θεός· ἀνεκομίζοντο γὰρ εἰς τὴν Ἰουδαίαν· σπουδὴν ἐποιοῦντο, τήν τε πόλιν αὐτὴν ἀναδείμασθαι, καὶ τὸν ἐν αὐτῇ πάλιν ἀνεγεῖραι νεών. ἀλλ’ Ἰδουμαῖοι πάλιν οἱ ἀδελφοὶ καὶ γείτονες κατεδάκνοντο τῷ φθόνῳ, καὶ τῶν τοιούτων ἐγχειρημάτων ἀπείργειν ἤθελον, [*](e) συναγείροντες τοὺς ὁμόφρονας καὶ περιοικοῦντας βαρβάρους, καὶ δὴ καὶ εἰς μάχην ἤεσαν. πεπτώκασι δὲ καὶ ἀπολώλασιν ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, Θεοῦ προασπίζοντος τῶν ἐξ Ἰσραήλ. ἐπειδὴ δὲ τῶν ἀλλοφύλων φορτικώτεροι γεγόνασιν Ἰδουμαῖοι, κατέδραμον αὐτῶν τὴν χώραν οἱ ἐξ Ἰσραὴλ, καὶ ἀπέκτειναν μὲν τοὺς ἐν αὐτῇ, τρυμαλιὰς δὲ πετρῶν καὶ σπήλαια καὶ γῆς καταδύσεις διερευνώμενοι, τοὺς εὑρισκομένους ἀπέσφαττον.

[*](356 A. a)

Ὅρασις Ἀβδιού· τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ Ἀκοὴν ἤκουσα παρὰ Κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. ὅλον ἡμῖν τῆς ἑαυτοῦ προφητείας ἐν τούτοις, ἤγουν τῆς ὁράσεως διερμηνεύει τὸν σκοπὸν, καὶ ὅποι ποτὲ βλέπει διατρανοῖ. [*](b) ὅτι γὰρ ἐπὶ τοῖς ἔσεσθαι μέλλουσι κατὰ τῆς Ἰδουμαίας ἡ ὅρασις αὐτῷ, πειρᾶται πληροφορεῖν. ἐμπεδοῖ γὰρ πρὸς πίστιν τοὺς ἀκροωμένους, καὶ ὅτι πάντη τε καὶ πάντως συμβήσεται τὸ λαλούμενον, ἀναπείθειν πειρᾶται λέγων ὡς ἥκιστα μὲν αὐτοῦ, Θεοῦ δὲ μᾶλλον εἶεν οἱ λόγοι. ἔφη τοίνυν ἀκοὴν ἀκοῦσαι παρὰ Θεοῦ κατὰ τῆς Ἰδουμαίας. καὶ τίς ἂν νοοῖτο πάλιν, εὐθὺς αὐτὸς διεσάφησεν, προσθεὶς ὅτι περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. ἔθνη δὲ, ποῖα; τὰ τῆς Ἰδουτριμαλιὰς [*](14. Edd. ante Migne. 15. σπηλαίων Edd. 20. αὐτοῦ iid. 23. οὕτω] αὕτη iid. 27. παρὰ] περὶ iid.)

549
μαίας. κατ’ αὐτῶν γὰρ ἀπεστάλθαι φησὶ τὴν περιοχὴν, ἤτοι πολιορκίαν, ἤγουν συγκλεισμὸν, τοῦ θείου κρίματος συνωθοῦντος [*](e) ἀναγκαίως εἰς τὸ παθεῖν τὴν ἐρήμωσιν.

Ἣ καὶ καθ’ ἕτερον τρόπον. τοῖς γὰρ ἔθνεσι τοῖς κύκλω τῆς Ἰδουμαίας ποιεῖσθαι προστέταχε τὴν περιοχὴν, ἤτοι τὴν πολιορκίαν. προστέταχε δὲ οὐχὶ πάντως ἐναργῶς, ἀλλ’ οἷον διανιστὰς ὡς Θεὸς, καὶ καταθήγων ἐπ’ αὐτοὺς, ἃ καὶ τοῖς θείοις ἀναπεπεισμένα νεύμασι προτροπάδην ἀλλήλοις μονονουχὶ διακεκραγότα φασίν Ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ’ αὐτὴν εἰς πόλεμον. συνεισβεβλήκασι γὰρ τοῖς ἐξ Ἰσραὴλ [*](d) καταδῃοῦσι τὴν Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν.

Ἴδου ὀλιγοστὸν δέδωκά σε έν τοῖς ἔθνεσιν, ἠτιμωμένος σὺ εἶ [*](2) σφόφρα. ἠ ὐπερηφανία τῆς καρδίας σου ἐπῇρέ σε κατασκηνοῦντα [*](3) ἐν ταῖς ὀπαῖς τῶν πετρῶν, ὑψὼν κατοικίαν αὐτοῦ, λέγων ἐν τῇ καρδίᾳ αὐτοῦ Τις με κατάξει επὶ τὴν γῆν; ἐὰν [*](4) μετεωρισθῇς ὡς ἀετὸς καὶ ἀνὰ μέσον τῶν ἄστρων οῇς νοσσιάν [*](e) σου, ἐκεῖθεν κατάξω σε, λέγει Κύριος.

Ολιγοστὸν αὐτὸν ἐν τοῖς ἔθνεσι τεθεῖσθαί φησι καὶ ἠτιμωμένον διὰ τὸ παντελῶς εὐαριθμήτους γενέσθαι, εἰ πρὸς τῶν ἐπιόντων τὴν πληθὺν συγκρίνοιντο· πλεῖστοι γὰρ, ὡς ἔφην, οἱ κατ’ αὐτῶν τεθηγμένοι. ἢ ὀλιγοστοὺς γενέσθαι φησὶν, ὡς δαπανήσαντος τοῦ πολέμου, καὶ εἰς ὀλίγους περιστήσαντος κομιδῇ τὸ γένος αὐτοῖς. ἐκ πολλῆς δὲ ἄγαν ἀβελτηρίας διακένοις κεχρῆσθαι φυσήμασι τὸν Ἰδουμαῖον ὁ προφητικὸς [*](2. ἤγουν] + τὸν Edd. 5, πιιεῖσθαι προστέταχε hoc ordine B.D.b. 6. πάντως B.D.b. πάντη Edd. 7. τοῖς θείοις ἁ. νεύμασι D.b. Edd. τῶ θείω ὁ. νεύματι Β. 8. διακεκρ. μονονουχὶ b. 9, φασίν b. φησιν D. Edd. 10. πόλεμον] πολιορκίαν b. 12. δέδωκά] τέθεικά F. σὺ εἶ hoc ordine B.D.F. ( ℵ Alex. XII.) cf. Hom. Pasch. x. 156 d. 13. ἡ assumptum ex B. (22. al.) deest in D. 14. ὑψῶν κατοικίαν αὐτοῦ λέγων] ὑψοῦντα ὑψῶντα Edd.] κατ’. σου λέγοντα F. Edd. (Co.) 15. τῇ assumptum ex B.D. deest in F. Edd. (Vat. ℵ) αὐτοῦ] σου F. Edd. (Co.) με κατάξει hoc ordine B.D. (ℵ Alex. XII.) 16. καὶ] + ἐὰν Edd. invitis B.D. ℵ Alex. XII sed cf. Γ’. Pasch. 1. c. 18. φησὶ τεθεῖσθαι inv. ord. B, ἠτιμωμένον ἠτιμημένον Edd. 19. τὴν τῶν ἐπιόντων D.b. 22. ὀλίγους B.b. ὀλιγοστοὺς D. ὀλίγον Edd. 23. κομιδῆ assumptum ex D.b. ante περιστ. ponit B. 24. τὸν Ἰδουμαῖον assumptum ex B.D.)

550
[*](357 Α. a) ἡμῖν ὑπεμφαίνει λόγος. ᾤετο γὰρ δυσάλωτος ἔσεσθαι τοῖς ἐχθροῖς, οὐ διά γε τὴν ἐνοῦσαν ἀλκὴν αὐτῷ καὶ τὸ ἐν πολέμοις εὐτεχνὲς, ἀλλ’ ὅτι τὸ τραχὺ καὶ δύσβατον τῆς χώρας ἀποχρήσειν ἔμελλε πρὸς σωτηρίαν αὐτοῖς. ὄχθοι γὰρ ἦσαν ἁπανταχῆ, καὶ πετρῶν ἀκρωνυχίαι δεινὸν κατεκνεύουσαι, καὶ βουνῶν ἀγριότης, καὶ ὀρῶν ὑψώματα. τί οὖν, φησὶ, τῆς τῶν ἐπιόντων χειρὸς μάτην καταλαζονεύεσθε; εἰ γὰρ καὶ κατῴκηκας ἐν χώρᾳ πολὺ λαχούσῃ τὸ δύσβατον, ἠρμένῃ τε ὑψοῦ, [*](b) κἂν εἰ γένοιό τις ἀετὸς, οἷον ἐναέριον αὐτοῦ τὴν καλιὰν ἔχων· ὑπερβολικὸς δὲ πάλιν ὁ λόγος· ἀλλ’ οὖν ἐκεῖθεν καταῤῥαχθήσῃ, Θεοῦ κατασύροντος· ἀδυνατεῖ γὰρ αὐτῷ παντελῶς οὐδέν.

[*](5)