In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἀλλὰ καὶ ὅπερ ἂν ἐπαγγέλληται τοῖς ἐπὶ τῆς γῆς, φησὶ, τοῦτο δὴ πάντως ἐστὶν ἀκράδαντόν τε καὶ ἀραρὲς καὶ οἷον τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ’ οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ’ ἂν διαπέσοι ῥῆμα τὸ παρ’ αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐμπεδοῖ λέγων “Ὁ οὐρανὸς [*](S. Matth. xxiv. 35.) “καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ πάρω [*](d) “θωσιν.’’ αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ ἀρρήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, τουτέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐσθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ’ ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ’ ἀνθρώπου [*](e) τυχὸν, ἀλλ’ ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ [*](a 346 Α.) 5 αἰσχίω ῥοπήν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων Δεσπότην Ἐν [*](Ps. xxxi. 9.) “κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ “ ἐγγιζόντων πρὸς σέ.”

[*](3. ἐπαγγέλλεται Α. τῆς assumptum ex Α. 4, τε assumptum ἐχ’ Α. ἀραρὲς Β. ἀῤῥηκτὸν Α. ἀῤῥαγὲς Edd. 11, οὐράνια pro ἀνθρώπινα Edd. invitis Α. Β. 12. τῶν assumptum ex Α. Β. 13. καὶ pro ὁ Edd. 14. τὸ pro ὁ Edd. invito Β. 14—19. κοὶ οὔτι που—τῶν ἁγίων ἀγγέλων om. 14. κλῆσις] χρήσις Α. 15. ψιλὸν Α. ἀνθρώπων Edd. invito Α. 16, ηὑρημ. Α. εὕρημ’. Edd. 19. δὴ assumptum ex . Β. 21. ἀνόπιν ὥσπερ hoc ordine Α.Β. 23—28. κοὶ ποιεῖσθαι—ἐγγιζόντων πρὸς σέ om. B. 25. Hoc τοῦ assumptum ex Α. 27. κημῷ et χαλινῷ inter se transp. Α. (ut supra 279 a.))
534

Λέγοιτο δ’ ἃν καὶ ἐπὶ Χριστοῦ, καὶ μάλα εἰκότως Ὁ οικοδομων εἰς ’τον ουρανον αναβασιν αὐτοῦ. ἔστι μεν γαρ αυτὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ, ὅτι Θεὸς ἐκ Θεοῦ γεγέννηται [*](S. Joan. viii. 23.) κατὰ φύσιν· τοιγάρτοι καὶ ἔφασκεν “Ἐγὼ ἐκ τῶν ἄνω [*](b) “εἰμί. μεμαρτύρηκε δὲ καὶ ὁ σοφὸς Ἰωάννης λέγων περὶ [*](Ib. iii. 31.) αὐτοῦ “O ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ἀλλ’ ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ· βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. [*](Heb. vi. 20.) “πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα, καὶ [*](Ib. x. 20.) ὡς ὁ θεσπέσιος γράφει Παῦλος “πρόσφατον ἡμῖν καὶ ζῶσαν [*](lb.ix.24.) “ἐνεκαίνισεν ὁδόν·” ἐνεφάνισεν ὡς ἄνθρωπος “ὑπὲρ ἡμῶν [*](Eph ii. 6.) “τῷ προσώπῳ τοῦ Θεοῦ” καὶ Πατρὸς, ὃς καὶ “αυνήγειρεν “ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.” ἐπειδὴ [*](C) γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, [*](1 Thess. iv. 15—17.) εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “τοῦτο γὰρ “ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν “τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν “φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ “οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, “ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς “ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς “ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν [*](1. δὲ pro δ’ ἂν Α. ἐπὶ] + τοῦ Α. Ό οἰκοδομῶν Α. ὃς οἰκοδομεῖ Edd. 7. ἔχει Edd. invitis Α. Β. προὔκειται (sic) Edd. πρόκειτοι Migne. 8. ὡς Θεῷ βάσιμον αὐτὴν ἀπέφηνε τοῖς Β. ὡς Θεῷ βάς. αὐτὴν ἀποφῆναι τοῖς Α. ὡς Θεῷ ὃς βάσιμον αὐτὸν ἀπέφηνε τοῖς Edd. 10, ὁ θεσπέσιος γράφει Παῦλος Α. Β. Παῦλος γράφει Edd. 11. ἐνεφάνισεν Α. ἐνεφανίσθη γὰρ Edd. 15. Haec ὁ μακάριος desunt in Edd. γράφων pro λέγων Α. Haec τοῦτο—λόγῳ Κυρίου et οἱ περιλειπ.—τοῦ Κυρίου desunt in Edd. 17. φθάσομεν iid. 18—21. ὅτι αὐτὸς ὁ—οἱ ζῶντες οἱ περιλειπόμενοι Α. Β. ἁλλ’ Edd. 22. εἰς ἀπάντησιν—ἐσόμεθα desunt in Edd. 23. σὺν Κυρίῳ Α mg. Β. ἐν κυρίῳ Α. 24, Assumpta καὶ prius ex Α. Β. καὶ alt. ex Α. 25. τοῖς π. ἁ. βατὴν] ἀποφήνῃ βατὴν τοῖς πεπιστευκόσιν εἰς αὐτόν Β.)

535
θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν [*](d) γὰρ ὅτι ιι Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ [*](S. Joan xvi. 7.) “ ἀπέλθω, ὁ Ηαράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ ιι ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.’’ τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν " ἀπὸ Ἰερουσαλὴμ μὴ χωρν [*](Acta SS. Ap.i.4.) ιι ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Ηατρὸς ἣν ἀκηκόασιν αὐτοῦ. ἀλλ’ ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν. τοιγάρτοι καὶ γεγόνασι ιι Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε ι Ἰερουσαλὴμ καὶ ἐν τῆ Ἰουδαφ,’’ καὶ ἐν πάση τῇ γῆ. [*](Ib. 8.) καὶ καθ’ ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν 𝕷aa‘ιγγελιόιν aa̓ιιτου· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρὸν [*](e) ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται, καὶ " Mετασχη- [*](Phil. iii. 21.) ιι ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ α σώματι τῆς δόξης αὐτοῦ,’’ καὶ τῆς ἑαυτοῦ βασιλείας κοι- νωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσaa‘ιλούμενος τὸ ὕρωρ τῆς θόιλιίσσης κόιὶ ἐκχέων ‘ιὀτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. ιι ἀποκτενεῖ μὲν [*](2 Cor. iii. 6.) " γὰρ τὸ γράμμα’’ τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος [*](a 347 A.) Παῦλος, καὶ ἔστιν αὐτὴ καθ’ ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Xριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευμα- τικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ’ οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Kριστοῦ μυστήριον, [*](Gal. iii. 24.) ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος [*](1. θεμελιο]ι + τοῖς Β. invito . διέψευσται . διαψεύσεται Edd. 2. ὅπερ . ἐπαγγείληται . ἐπαηέλληται Edd. μὲν om. Β. 4• οὐ μὴ ἔλθῃ λ. Edd. οὐκ ἐλεύσεται Β. Haec δταν δὲ — πρὸς ὑμᾶς accesserunt ex . 6. ἁγίοις assumplum ex . Β. Τ ἐπαγγελίαν τοῦ πατρὸς hoc ordine . Β. ΙΟ. ἐν alt. assumptum ex Α.Β. 14. ἡμῶν assumptum ex . pro ἡμῶν, οὐτοῦ (sic) Β. Ι5• ἑαυτοῦ] αὐτοῦ Β. ΐ6. Hoc οὗτός accessit ex . 17. πρόσωπον Edd. 19• ἀποκτενεῖ Β. ἀποκτέννει . ἀποκτείνει Edd. 20. Haec καθά φησιν ὁ σόφ’. Uαὑλος accesserunt ex Α.Β. 2ΐ. αὕτη . 25. ὁ οιη. λ.)
536
[*](b) ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παραδείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς [*](Exod. xv. 25.) ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος. ἀλλ’ ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι’ οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν· “Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ “γράμμα,’’ μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος.

[*](c 7)

Οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστὲ ἐμοὶ υἱοὶ Ἰσραῆλ ; λέγει Κύριος· οὐ τό Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου, καί τοὺς ἀλλοφύλους [*](8) ἐκ Καππαδοκίας, καὶ τοὺς Σύρους ἐκ βόΘρου; ἰδοὺ οἱ ὀφθαλμοί Κυρίου τοῦ Θεοῦ ἐπὶ τὴν βασιλείαν τῶι ἁμαρτωλῶι, κω ἐξαρῶ αὐτὴν ἀπὸ προσώπου τῆς γῆς.

Υψηλὴν ἀεὶ τὴν ὀφρὺν ἀνατείνοντες οἱ ἐξ Ἰσραὴλ, ἄνω τε καὶ κάτω τὴν τῶν πατέρων ἀειλογοῦντες εὐγένειαν, καὶ [*](S. Matth. iii. 9. d ) πολὺ τὴν γλῶτταν κατευρύνοντες ἔφασκον “Πατέρα ἔχομεν “τὸν Ἁβραάμ.” πλὴν ἀντήκουον λέγοντος αὐτοῖς τοῦ [*](S. Joan. viii. 39.) χριστοῦ “Εἰ τέκνα τοῦ Ἁβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἁβραὰμ [*](Rom. ix. 7.) “ ἐποιεῖτε ἂν.” “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσ- “ραὴλ, οὐδ’ ὅτι εἰσὶ σπέρμα Ἁβραὰμ, πάντες τέκνα.” ἀλλ’ ἡ τῶν ἔργων ὁμοιότης καὶ τὸ ἐπαυχεῖν δύνασθαι λαμπρῶς ταῖς τῶν πατέρων εὐκλείαις ἀπονέμει δικαίως. κατεσοβαρεύοντο δὲ τῶν ἄλλων ἁπάντων ἐθνῶν κἀκεῖνο λέγοντες, ὡς ἐξ ἁπάντων αὐτοὺς τῶν ἐθνῶν ἀπολέκτους ἐποιήσατο ὁ [*](e) Θεὸς, καὶ φίλατο μὲν ἐκ τῆς Αἰγυπτίων γῆς, μετεκόμισε [*](1. εἰς om. Β. 3, μερᾶς Α. 4, Haec τῷ μακαρίῳ assumpta ex Α. Β. 8. ἀποκτένει Β. ἀποκτενεῖ (sic) Α. ἀποκτείνει Edd. 10. ἐμοὶ om. Β. (240.) 16, πατρῶν (sic) Edd. 19, τοῦ Ἁβραὰμ ἦτε hoc ordine Α. Β. 21, ὅσοι pro ὅτι εἰσὶ Edd. 22. λαμπρότης pro ὁμοιότης iid. 25, ὁ assumptum ex Α. Β. 20. φίλατο Α. ἐξείλετο Edd. Statiin δὲ pro μὲν Α. ἐκ assumptum ex Α. Αἰγυπτίας Edd.)

537
δὲ εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ ἀληθὴς μὲν ὁ λόγος. οἱ δὲ δὴ μάλιστα ταῖς καθηκούσαις ἀμοιβαῖς κατευφραίνειν ὀφείλοντες τὸν τετιμηκότα, ταῖς ὁλοτρόποις ἀποστασίαις καὶ ταῖς εἰς φαυλότητα παρατροπαῖς ἐκτόπως ὑβρίζοντες κατὰ πολλοὺς ἡλίσκοντο τρόπους. ἥκουσι δὲ ἤδη φρενοβλαβείας εἰς τοῦτο λοιπὸν οἱ τάλανες, ὡς οἴεσθαί σφισιν αὐτοῖς πρὸς τὸ εὖ εἶναί τε καὶ τὸ εἰς δόξαν ἀρκέσειν τὸ ἐκ ῥίζης γενέσθαι τῆς Ἁβραὰμ, καὶ ὅτι μετεκομίσθησαν ἐκ γῆς Αἰγυπτίων εἰς [*](a 348 Α.) τὴν τῆς ἐπαγγελίας γῆν. ἵνα τοίνυν εἰδεῖεν, ὡς ἀσυντελῆ πρὸς ὄνησιν τὰ τοιάδε τῶν αὐχημάτων αὐτοῖς εἶεν, ἀναπεπτωνκόσιν ἐπὶ τὸ ῥᾴθυμον καὶ οὐκ ἐθέλουσιν εὐσεβεῖν, ἀναγκαίως φησίν Οὐχὶ οὕτως ὑμᾶς ἡγήσομαι, κἂν ἔχοιτε τυχὸν τὸ ἐκ πατέρων εὐγενὲς, καθάπερ ἀμέλει καὶ τοὺς Αἰθιόπων υἱεῖς, οἳ ῥίζαν οὐκ ἔχουσι τὸν Ἁβραάμ; ἀπροσκλινὲς γὰρ τὸ θεῖον καὶ ἀπροσωπόληπτον παντελῶς, καὶ σαρκικὴν οὐκ οἶδεν εὐγένειαν πράξεων ἐρήμην ἀγαθῶν· αἰδοῦς γεμὴν [*](b) ἁπάσης ἀξιοῖ τὴν πνευματικὴν, καὶ ᾗπερ ἃν ἕποιτο τὸ διὰ λαμπρῶν αὐχημάτων ἀγλαίζεσθαι φιλεῖν. ἀλλ’ εἶναί τι μέγα καὶ ἐξαίρετον ὑμῖν κἀκεῖνο δοκεῖ, τὸ ἐκ τῆς Αἰγύπτου μεταφοιτῆσαι πρὸς ἑτέραν. εἶτα τί τοῦτο; φησὶν, ἢ ποίαν ὑμῖν εἰσκομίσει τὴν ὄνησιν; ἔχουσι τοῦτο λαβόντες παρ’ ἐμοῦ καὶ ἕτεροι. μετεκόμισα γὰρ τοὺς μὲν ἀλλοφύλους, τουτέστι τοὺς Παλαιστίνους· οὕτω γὰρ ἡρμήνευσαν Ἑβραῖοι· ἐκ Καππαδοκίας· τοὺς δὲ Σύρους, πάντας δηλονότι τοὺς ὑπό γε τὴν Δαμάσκου βασιλείαν τοτηνικάδε, μετήγαγον ἐκ [*](c) βοθρου.

[*](1. γῆν erasum in Α. μὲν om. Α. 5, ἥκουσι Α. ἧκον Edd. 6. λοιπὸν assumptum ex Α. Β. 7, τε om. Β. τὸ secundum assumptura ex Α. 8. τῆς Α. Β. τοῦ Edd. γῆς Α. τῆς Edd. Statim Αἰγυπτίας Edd. invitis Α. Β. 9. ἀσυντελεῖ Α. 10, ἵνα pro εἶεν Α. 12. ὦτε Β. Statim τυχὸν assumptum ex Α. Β. 13. τοῖς Αἰθ. υἱοῖς Α. 14. τὸν Α. Edd. τοῦ Β. ἀποκλινὲς Edd. 15. καὶ prius assumptum ex Α. Β. 17. τῆς πνευματικῆς Α. ἕλοιντο pro ἕποιτο τὸ Α. 19. Αἰγύπτου Α. Β. Αἰγυπτίας Edd. 20. ἑτέραν ἐστι· pro ἑτέραν. εἶτα Α. 21. εἰσκομίζει Α. ὄνησιν Α. ὠφέλειαν Edd. 23. τὴν Παλαιστινῶν (sic) Α. τοὺς Παλαιστιναίους b. ἤρμην.] + οἱ Edd. invitis Α. Β. 24. δηλονότι om. Α.)
538

Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ βόθρου ἐκδεδώκασιν Ἑβραῖοι, Κυρήνης. ἄποικοι δὴ οὖν γεγόνασι Παλαιστῖνοί μὲν Καππαδοκῶν, Σύροι δὲ Κυρηναίων. βόθρον δὲ ὠνόμασε τὴν Κυρήνην, καίτοι λίαν ἠρμένην καὶ ὑψοῦ κειμένην, διὰ τὸ ὥσπερ ἐν κόλπῳ κεῖσθαι βαθεῖ. πᾶσα γὰρ, ὡς ἔπος εἰπεῖν, ἢ Λιβύων γῆ κόλπους ἔχει παραθαλαττίους, ἐκκειμένους. ἐμοὶ τοίνυν, φησὶ, τῷ πάντας ἐν ἴσῳ βλέποντι σκοπὸς, τὸ [*](d) πᾶσαν ἁμαρτωλῶν βαστιλείαν ἀποκεῖραι τῆς γῆς. οὐδὲν οὖν ἄρα ὀνήσειεν ἃν τοὺς ἔχοντας σαρκικὴ λαμπρότης. εὐγένεια γὰρ παρὰ Θεῷ κρίνεται τρόπος ἀγαθὸς καὶ πολὺ διανενευκὼς εἰς ἔφεσιν ἀρετῆς, καὶ ταῖς τῶν προγόνων εὐσεβείαις ἁμιλλᾶσθαι μεμελετηκώς.