In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καἰ ἔσται [*](14) οὕτως μεΘ’ ὑμῶ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἡγαπήκαμεν τὰ καλὰ, [*](15) καὶ ἀποκαταστήσατε ἐν πύλαις κρὶμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.

Εφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ c ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, [*](1 Par. v. 26.) τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ’ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν [*](4 Reg. xvii.3.) Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ [*](Hier. vi.7) “καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν [*](d) [*](1, 2. Sic Β. τόμος β΄. λόγος τρίτος Α. 3. ζήσετε Α. (228.) 4. ὑμῶν] + Κύριος· οὕτως εἶπεν F. Edd. (Co.) 5. ἠγαπήκαμεν Α.Β. (Alex. XII.) ἠγαπήσαμεν Edd. (Vat.) 6. ἀποκαταστήσατε] ἀποκαταστήσεται F. Edd. (Co.) μικρὰ pro κρῖμα (sic) Α. ἐλεήσει Α. (Alex. 62, 147.) ἐλεήσῃ Β. Edd. 7. τοῦ om. Edd. (Co.) 9. δὲ] + καὶ Β. Edd. invito Α. Φουλὰ] Sic edidi. Φοῦλα Edd. Φούλας Β. 10. Ἀσσυρίων πρῶτος Α. Ἀσσύριος Edd. 11. πέρας Β. ἀναστατώσας Β. ἀναστήσας Α. ἀνασπάσας Edd. 12. μετ ἐκεῖνον] μετὰ τοῦτον Edd. Statim δὲ assumptum ex Β. 14. ἐποιεῖτο Α. ὁ assumptum ex Α. 16, ἐπείγετο pro ἐπί γε τὸ (sic) Α. περπωδέστατα Edd.)

466
εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πὼς, ἐφ’ οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμολογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενήνεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέγοντας Μεμισηκαμεν τὰ πονηροὶ καὶ ἠγαπήκαμεν τὰ καλα. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, [*](e) καὶ μέγ’ ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, τουτέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγράφοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παρασημαίνοντες [*](Supra ii 7.) δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατελεήση Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν [*](305 Α. a) περιλειφθέντας Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραΐμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς σημαίνεται.

Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορθοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν.

[*](b)[*](16)

Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὀς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαιο ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· [*](1. γνωσικακοῦντας (sic) Α. 4. κατὰ pro ἐκ Α. ἠθῶν Α. Statim τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπ. τῷ Θεῷ hoc ordine καὶ et τῷ assumpta ex Α.] Α. τὴν ἐπανόρθωσιν post κοτεπαγγ. transp. Β. post Θεῷ Edd. 6, ἠγαπήσαμεν Edd. 10. δὲ assumptum ex Α.Β. 11. ψόφον Α. 17. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ] ἐπειδὴ γὰρ Edd. 20. δὴ om. Α. ἡμᾶς Α. 21. τὰ Θέῳ] τῷ Θεῷ τὰ Α. 26. πόσαις] + ταῖς Edd. (Vat.) ταῖς om. Β. (Alex.) erasura est in Α. 27. πόσαις] + ταῖς Edd. (Vat.) invitis A.B. (Alex. XII.) ῥηθήσεται] θρηνήσατε Α. (cf. 114.) Statim οὐαὶ prius om. B.)

467
κληθήσεται γεωργὸς εἰς πένθος κω κοπετὸν, καὶ εἰς εἰδότας Θρῆνον· καἰ ἐν πάσαις ὁδοῖς κοπετός, διότι διελεύσομαι δῶ [*](17) μέσου σου, εἷπε Κύριος.

Απογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε [*](Supra ver. 15.) μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον [*](c) ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν [*](d) ἤδη πὼς τὰς ἁμαρτίας, καὶ οὐ πόρρω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πὼς οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιρρίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ [*](e) τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν.

Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ [*](18) ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν [*](19) τρόποι ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ [*](1. καὶ εἰς εἰδότας θρῆνον om. Α. (240.) 2. διελεύσομαι B.F. (XII.) cf. infra. ἐλεύσομαι Α. Edd. (Vat.) ἐπελεύσομαι Alex.] 3. Κύριος] + ὁ Θεὸς Β. 5. ἀπηλγηκότες Α. 8. ἀνεκλίνατε Α. 10. κῶμαι Edd. Statim τε pro δὲ Migne. πανταχῆ Α. 13. γὰρ pro καὶ Α. ἀγροικὸν Edd. 14. ὀδύρασθαι Β. ὀδύρεσθαι Α. Edd. 17. οὕτω pro οὔπω Edd. 18. καὶ ἀφεθῆναι pro οὐδὲ ἐφεστάναι Α. 19. παρέσται Α. 21. ἀφεστηκότος Α. invito Β. 24. αὕτη Β. αὐτὴ F. Edd. 25. τοῦ om. Α. (62, 147, 153.) αὐτή A.F. 20. ὅταν φύγῃ ἄνθρωπος] ἐόν τις φύγῃ F. Edd. (Co.) τοῦ om. Α. Edd. (26, 36 62, 86, 147.))

468
ἐμπέσῃ αὐτῷ ἡ ἄρκος, καὶ εἰσπηδήσῃ εἰς τὸv οἶκον αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν [*](20) ὄφις. οὐχὶ σκότος ἡ συνέραν τοῦ Κυρίου καί οὐ φῶς; καὶ γνόφος οὐκ ἔλω φέγγος αὐτῇ;

[*](306 Α. a)

Tῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσόμενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις [*](Cf. Ezek xii 27.) καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ολοτροως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κάτα γε τὴν [*](Hier.xvii. 15.) Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος κυρίου; ἐλθέτω. ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφήται, καὶ δειμάτων [*](b) αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ’ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε [*](Prov. xviii. 3.) καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, κατὰ τὸ γεγραμμένον. ἁλλ’ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.

[*](c)

Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἢν καὶ τοῦ κυροῦ φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, [*](1. ἡ om. F. Edd. (311.) ἄρκος B.F. (A.V C.) ἄρκτος Α. Edd. αὐτοῦ om. F. Edd. (22. al.) 2. ἀπερείσῃ Α.Β. (XII. ἀπερισῃ Alex.) ἀπερείσηται Edd. εἰς pro ἐπὶ Α. (26. al.) πρὸς Alex.] 3. τοῦ om. Α. (Co.) οὐτῇ B.e. αὐτή Α. αὕτη Edd. [αὐτῆς XII.] Nihil habet F. (86.) 7. ἀσχέτως Α. Edd. ἐκτόπως Β. 8. τε assumptum ex Β. δὲ pro τε Α. 9. τὰς προφητείας] τοὺς προφήτας Edd. 11. ποῦ ἐστὶν Β. πότε ἐστὶν Α. ποῦ ποτέ ἐστιν Edd. 12. ὅτι καὶ Β. ὅτι Α. ὡς ἢ Edd. 13. ἀναπιμπλῶσι Edd. εἰ om. Α. ἀληθῶς assumptum ex Α. 14. εἴη pro ἴοι Α. 15. ἀντανιστῶντες Edd. 17. βάθη Α. (23, 296.) καταφρονήσει Β. Statim haec κατὰ τὸ γεγραμμένον assumpta ex Α. Β. 19. καὶ prius assumptum ex Β. 21. τῇ assumptum ex Α. λοιπὸν om. Α. 24. εἰ μὴ Α. ἢ Edd. Assumpta καὶ ex Α.Β. τοῦ ex Α. 25. αὐτὴ om. Α.)

469
φησὶν, ὑμῖν, σκότος οὖσα καὶ οὐ φῶς, διά τοι τὸ πλείστης ὅσης ἀναπεπλῆσθαι συμφορᾶς; οὐ γὰρ ἂν γένοιτό φησι διεκδύναι τισὶν, οὐδ’ ἂν ἔξω τις ἴοι τοῦ κακοῦ· ἀλλ’ ὁ τοῦτο φυγὼν, ὑπ’ ἐκείνου ληφθήσεται, καὶ τοῖς τὸ πρῶτον ἐκνενευκοσι συναντήσει τὸ δεύτερον. τοῦτο γὰρ ἐστι τὸ διαφυγεῖν μὲν ἐκ στόματος λέοντος, ἐμπεσεῖν δὲ εἰς ἄρκτον. ἀλλὰ κἂν εἴ τις οἴοιτο, φησὶν, ἐν ἀσφαλείᾳ γενέσθαι τυχὸν, εἰσελάσαι τε εἰς τὴν οἰκίαν, ἐκεῖ θανάτῳ περιπεσεῖται, τοῖς [*](d) ὄφεως δήγμασιν ἀδοκήτως ὑπενηνεγμένος. Θεοῦ γάρ τινα συνελαύνοντος εἰς ὄλεθρόν τε καὶ πόνους, τίς ὁ διασώσων; τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων τῆς δίκης; ἢ ποῖος ἔσται τρόπος, ὃν εἰ διελάσειέ τις, ἔξω γένοιτο τῶν κακῶν; οὐδεὶς παντελῶς. “Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει;” [*](Es. xiv 27 Hiob xii. 14) καὶ “Ἐὰν κλείση κατὰ ἀνθρώπου, τίς ἀνοίξει;” κατὰ τὸ γεγραμμένον.

[*](e)

Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶ, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν [*](21) ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα [*](22) κω θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ κα σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.

Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἰ μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλίσκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν [*](a 307 Α.) [*](1.πλείστοις ὅσαις ἀναπ. συμφοραῖς Edd. 2. φησι assumptum ex Β. 3. εἴη pro ἴοι Α. 6. ἄρκτον habent Α.Β. 7. εἴ τις om. Α. ἀσφαλείᾳ Α. ἀσφαλεῖ Β. Edd. 8. εἰσελεύσεται pro εἰσελάσαι τε Α. παραπεσεῖται Edd. 9. ὑπενηνεγμένοις (sic) Α. 11. τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων Β. τίς ἐπικουρήσει καὶ ἀπαλλάξει Edd. ἢ ποῖος— τῶν κακῶν om. Β. 16. τὰς assumptum ex Α. (22. al.) cf. infra 308 d. ἐν om. Α. 17. ἀνενέγκητέ F. Edd. (Co.) 18. θυσίαν Edd. (Co.) αὐτὰ assumptum ex A.B. (Alex. XII mg.) 20. Ἁρμόσοι Edd. In Α. ἐξ castigatur ad ἐν. 21. τῆ deest in Edd. 23. κατημεληκυῖαι Β. κατημεληκότες Edd. 24. τοῖς deest in Edd. μὲν om. Α.)

470
τοῖς ὑψηλοῖς τῇ Βάαλ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ προσῆγον σπονδὰς, ὑπεπλάττοντο δὲ πρὸς τούτῳ καὶ τῆς εἰς τὸν νόμον αἰδοῦς ποιεῖσθαι φροντίδα, καὶ ἀποπληροῦν ἐπείγεσθαι καὶ θυσίας καὶ ἑορτάς. ἀλλ’ ὅτι ταῦτα μεμίσηκεν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ διὰ φωνῆς Ἡσαΐου φανερὸν ἐποιεῖτο [*](Es. i. 10—14.) λέγων “Ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσ- “έχετε νόμον Θεοῦ, λαὸς Γομόρρας· τί μοι πλῆθος τῶν “θυσιῶν ὑμῶν, λέγει Κύριος; πλήρης εἰμὶ ὁλοκαυτωμάτων “κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ “βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξε- “ζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου “οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυ- “μίαμα, βδέλυγμά μοι ἐστί· τὰς νουμηνίας ὑμῶν καὶ τὰ “σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν “καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· “ἐγενήθητέ μοι εἰς πλησμονήν.” ταύτης ἠρτῆσθαι τῆς [*](b) διανοίας τὰ προκείμενά φαμεν. μεμίσηκα γάρ φησι καὶ ἀπεωσάμην τὰς ἑορτ‘ὶς ὑμῶν, καὶ οὐκ ἂν ἐπαινέσαιμι τὰς θυσίας, οὐδ’ ἂν ὀσμὴν εὐωδίας καταλογισαίμην πώποτε τὰ ὁλοκαυτώματα καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσαγωγάς. εἴδη δὲ ταῦτα θυσιῶν διεσταλμένα κατὰ καιροὺς, καὶ ὡς ἐν ἰδίοις τρόποις. ἕτερον γάρ τι τὸ ὁλοκαύτωμα, καὶ ἕτερον ἡ θυσία, καὶ ἡ τοῦ σωτηρίου ἐπιφάνεια, τουτέστι, τὸ εἰς ὄψιν ἰέναι Θεοῦ, καὶ τὰς ὑπὲρ τοῦ σωτηρίου προσκομίζειν θυσίας.

Αλλ᾿ Ἰουδαίοις μὲν πλείστην ὅσην ἐπιτηδεύουσι τὴν [*](1. ὑψηλοῖς] + καὶ Β. Statim τῷ pro τῇ Edd. invitis libris. Ἀστάρτῃ pro στρατιᾷ τοῦ οὐρανοῦ Β. 2. τὸν assumptum ex Α.Β. 3. φροντίδας Edd. 4. καὶ prius om. Α. 5. Θεὸς pro Δημιουργὸς Α. 6. Haec Ἀκούσατε—Γομόρρας desunt in Edd. 7. νόμον] Sic edidi. λόγον Α. νόμῳ Β. (36. al.) 8—16. λέγει—πλησμονήν] καὶ τὰ ἑξῆς Edd. Α. cf. De Ador, 57 b. ; Glaph. 19 a. v. 1. ; in S. Joan. 140 c. ? ·ὁλοκαυτώματα Β. (51. al.) 9. ταύρων καὶ τράγων Α. De Ador. in vers. Syr.; in S. Joan. 1. cit. τράγων καὶ ταύρων Β. Glaph. 1. cit. 13. νεομηνίας Β. (23. al.) 14. ἄργιον καὶ νηστείαν Β. 18. ἀπεωσάμην Α. ἀπωσάμην Edd. 19. ποτὲ pro πώποτε Α. 21. εἰ δὲ δὴ pro εἴδη δὲ Α. 22. τι om. A. 23. οὐσία pro θυσία Α. 24. τοῦ assumptutn ex Β.)

471
ἀσέβειαν πρέποι ἃν εἰκότως ἅπερ ἔφαμεν ἀρτίως· ἀποδέχεται [*](c) δὲ, καὶ λίαν ἀσμένως, καὶ προσίεται Θεὸς τὰς τῶν ἐν πίστει θυσίας, τὸ ὁλοκαύτωμα τὸ πνευματικὸν, τὰς ἐν ἑορταῖς ἐπιφανείας. εὐωδιάζομεν γὰρ οὐχ ἑαυτοὺς, ἀλλὰ τὸν ἐν ἡμῖν διὰ τοῦ Πνεύματος, φημὶ δὴ Χριστόν. πρέποι δ᾿ ἃν, καὶ μάλα εἰκότως, τὸ ἀπαράδεκτον εἰς θυσίαν, καὶ τοῖς ἀνοσίοις αἱρετικοῖς καὶ οἷς οὐκ ἔστιν εἰπεῖν, κατά γε τοὺς ἐν πίστει γνησίους “Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ [*](2 Cor. ii.) “Θεῷ.” ὀσμὴ γὰρ αὐτοῖς ἐν Βεελζεβοὺλ, εἴπερ ἐστὶν d ἀληθὲς ὅτι “Οὐδεὶς λέγει ἀνάθεμα Ἰησοῦς, εἰ μὴ ἐν [*](1 Cor. xii 3.) Βεελζεβούλ. δυσφημοῦντες δὲ ἀφυλάκτως οἱ τάλανες, καὶ τῆς τοῦ Μονογενοῦς καταψευδόμενοι δόξης, οὐκ εὐοσμίᾳ πνευματικῇ, βορβόρῳ δὲ μᾶλλον καταμεθύοντα φοροῦσι ’τον νοῦν.

Μετάστησον ἀπ᾿ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου [*](23) οὐκ ἀκούσομαι. καὶ κυλισθήσεται ὡς ὕδωρ κρῖμα, καὶ δικαιοσύνη [*](24) ὡς χειμάῤῥους ἄβατος.

Ἐκπέμπει ταῖς ἑορταῖς ὁμοῦ καὶ ταῖς ἀνονήτοις θυσίαις [*](e) τὰς ὀργανικὰς εὐφημίας, οὐκ ἀψύχοις ὕλαις τὸ χρῆναι δοξολογεῖν ἀπονέμων Θεὸς, μετατιθεὶς δὲ μᾶλλον τῆς οὕτω λαμπρᾶς εὐκλείας τὴν μέθεξιν τοῖς ἐκ καθαρᾶς διανοίας ἀνιεῖσι φωνήν· δοξολογία γὰρ ἡ τοιάδε καλὴ καὶ ἁνδάνουσα τῷ πάντων Δεσπότη. εὖ δὲ δὴ σφόδρα τὰς οὐκ οἶδ’ ὅθεν ἐξηυρημένας τῶν Ἰουδαίων δοξολογίας, ὀργανικὰς δηλονότι, καθάπερ ἔφην ἀρτίως, ἦχον ῷδῶν ἀποκαλεῖ, τὴν οἱονείπως περιττήν τινα καὶ εἰκαίαν ἠχὴν, ἄσημόν τι καὶ ἀδρανὲς ἱεῖσαν [*](a 308 Α.) [*](1. πρέποι ἄη om. Α. ἔφημεν Β. 2. λίαν Α. μαλ’ Edd. 3. τὸ prius deest in Edd. 6. θυσίας iid. invitis Α.Β. 7. καὶ om. Α. habet Β. ἔνεστιν Α. 10. Ἰησοῦς Α. Ἰησοῦν Β. Edd. 17. χείμαῤῥος Α. 21. τῆς pro τοῖς Α. δυνάμεως pro διανοίας Edd. repugnantibus Α. Β. 22. ἀνίησι Α. 23. πόντων Δεσπότῃ Α.Β. Θεῷ Edd. 24. ἐξηυρημένας Α. ἐξεῦρ’. Edd. 25. Haec καθόπερ ἔφην ἀρτίως assumpta ex Α.Β.)

472
μέλος. ὅτι δὲ καὶ ταῦτα γεγόνασιν Ἰουδαικῆς ἀβουλίας εὑρήματα, δέδειχεν εἰπών ψαλμὸν ὀργάνων σου· μόνον γὰρ οὐχί φησιν Οὐκ ἐμῶν· ἔξω γὰρ νόμου τὸ χρῆμα, καὶ περὶ τούτων οὐδὲν λελάληκεν ὁ Μωυσῆς. οὐκοῦν οὐ παρακληθήσομαί φησιν, οὐδὲ ταῖς δι’ ὀργάνων εὐηχίαις ἀποκρούσει τὰ ἐγκλήματα· ἀλλ’ ὡς ὕδωρ κυλισθήσεταί μου τὸ κρῖμα, καὶ ἡ παρ’ ἐμοῦ γενομένη δικαιοσύνη, τουτέστιν, ἡ καθ’ ὑμῶν δικαία λοιπὸν ἀπόφασις ὡς χειμάῤῥους ἄβατος ἔσται, κατασύρων [*](b) δηλονότι τὰ παρεμπίπτοντα, καὶ φειδόμενος οὐδενός. καταρρήγνυνται γὰρ τῶν ὀρῶν ῥαγδαίως οἱ χείμαρροι. οὕτω καὶ ἡ θεῖα ψῆφος, εἰ δὴ γένοιτο κατά τινων, ὕδωρ ἄμαχον καὶ χειμάῤῥους ἀνανταγώνιστος ἱστὸς ἔσται, καὶ ἕτερον οὐδέν.

Πανταχοῦ τοιγαροῦν χρήσιμόν τε καὶ ἀναγκαῖον τὸ μετανοεῖν φαίνεται, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἀποκρούεσθαι τὴν ὀργὴν, οὐκ ἄχρηστον παντελῶς καὶ ἀτρανῆ φωνὴν ἱέντας Θεῷ, ἀλλ’ ἐξ ἀγαθῆς διανοίας σοφὸν ἀληθῶς [*](Ps. xlix. c 14. 15.) καὶ εὔρυθμον ἀνηχοῦντας μέλος. “Θῦσον γὰρ, φησὶ, θυσίαν “αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπι- “κάλεσαί με ἐν ἡμέρᾳ θλίψεως σου, καὶ ἐξελοῦμαί σε καὶ “δοξάσεις με.”

[*](25)

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι τεσσαράκοντα ἔτη οἶκος [*](26) Ἰσραὴλ ἐν τῇ ἐρήμῳ λέγει Κύριος, καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶ Ῥαιφὰν, τοὺς τύπους [*](27) αὐτῶ οὓς ἐποιήσατε ἑαυτοῖς· καἰ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ, λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ δόμα αὐτῶ,.

[*](d)

Διὰ τῶν ἀρτίως ἡρμηνευμένων, Θεὸς ἦν ὁ λέγων πρὸς [*](2. εὑρέματα Β. μόνον γὰρ οὐχί Β. μονονουχὶ γάρ Edd. γὰρ om. Α. 3. ἐμὸν Edd. 4. παρακληθήσομαί φησιν Α. παρακληθήσεται Β. Edd. 5. ἀποκρούσει habet Α. 8. χείμαρρος Α. (ut supra.) 12. ἀνταγώνιστον Α. 13. πανταχῆ Α. 15. ἀτρανῆ habent Α.Β. 16. δυνάμεως pro διανοίας Edd. repugnantibus Α.Β. 18—20. ἀπόδος—δοξάσεις δοξάσεις με] 21. τεσσαράκοντα ἔτη προσηνέγκατέ μοι inv. ordine Edd. 22. ἐν τῇ ἐρήμῳ om. Α. (240.) post θυσίας in mg. add. Β. Haec λέγει κύριος assumpta ex A.B. (Alex.) 25. ὁ alt. om. F. Edd. (130, 228, 311.))

473
τοὺς ἐξ αἵματος Ἰσραήλ “Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς [*](Supra ver. 21. 22.) “ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν· “διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα καὶ θυσίας “ὑμῶν, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίου ἐπιφανείας “ὑμῶν οὐκ ἐπιβλέψομαι.” ἵνα γὰρ φαίνηται σεσωκὼς αὐτὸς ἐξ ἰδίας ἡμερότητος τὸν Ἰσραὴλ, καὶ τῇ τῶν πατέρων μνήμη διδοὺς τὸν ἐπὶ τέκνοις ἔλεον, καὶ οὐ θυσιῶν ἀντέκτισιν καὶ οἱονείπως ἀντιμισθίαν τὸ χρῆμα ποιούμενος, φησὶν ἀναγκαίως, ὡς ἔτη μὲν διατετελέκασιν οὐκ ὀλίγα κατὰ τὴν ἔρημον. καὶ τροφὴ μὲν ἦν τὸ μάννα αὐτοῖς, ἐβάδιζον δὲ νεφέλης αὐτοὺς ἐπισκιαζούσης ἡμέρας, καὶ στύλου πυρὸς [*](e) τὴν νύκτα. καὶ ἡγεῖτο μὲν ἡ κιβωτὸς εἰς τύπον Θεοῦ, προβαδίζουσα καὶ κατασκεπτομένη τόπον αὐτοῖς καὶ ἀνάπαυσιν [*](Νum. x. 33.) ἐν ἐνδείᾳ δὲ καθεστήκεσαν τῶν ἀναγκαίων οὐδενὸς, ὑδάτων αὐτοῖς ἀδοκήτων ἐκρηγνυμένων, πιπτόντων ἐχθρῶν. καὶ τούτων ἁπάντων γινομένων, τοὺς μὲν περὶ τῶν θυσιῶν ἐδέχοντο νόμους, ἤκουον δὲ πανταχῆ καὶ ἐφ’ ἑκάστῳ τυχὸν τῶν τεθεσπισμένων, [*](Exod. xiii. 5; cf. Deut. vi. 10, c.) “Ἐὰν δὲ εἰσαγάγῃ σε κύριος ὁ Θεός σου εἰς “τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσι σου δοῦναί σοι,’ ποιήσεις [*](a 309 A.) τοῦτο κἀκεῖνο, προσοίσεις δὲ καὶ θυσίας. οὐκοῦν ἐν τεσσαρακονταετεῖ καθ’ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξῃτεῖτο δὲ οὐδεὶς ἀναγκαίως. ἀλλ’ ἦν εἰς ἀνάβλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν, τὴν τοῖς πατράσιν ἐπηγγελμένην. ταύτῃτοί φησι Μὴ σφάγια καὶ θυσίας προσηνεγκατε μοι ἐν τῇ ἐρήμῳ τεσσαρακοντα ἔτη, οἶκος Ἰσραήλ; λέγει Κύριος. ἀλλ’ ἐσώζοντο τότε [*](1. ἀπῶσμαι assumptum ex A.B. 2—5. Haec καὶ accesserunt ex Α. Quae sequuntur partim citantur in Catena in Acta SS. Apost. a Cramero edita, cujus Codices signavi c et d ut supra p. 335 notavi. 5. σώσας c. d. invito Α. Statim αὐτὸς om. B. 7. μνήμῃ om. Α. 8. ἀντιμισθία c. d. πρᾶγμα pro χρῆμα c. d. 11. αὐτοῖς Α. 13. αὐτῇ Edd. 14. καθεστήκασι Edd. invitis Α.Β. 15. ῥηγνυμένων Β. 17. πανταχοῦ Edd. invitis Α.Β. 20. καὶ assumptum ex Α.Β. 21. τεσσαρακονταετεῖ B.c.d. τεσσαρακονταετεῖ Α. τεσσαράκοντα ἐτῶν Edd. 22. ἑκόντες θυσίας hoc ordine Α. c. d. Statim ἐξῃτεῖτο Α. ἐξηγεῖτο (sic) c. d. ἐζήτει Β. Edd. 25. σφάγια Α.Β. c. d. σφαγὰς Edd. Haec ἐν τῇ ἐρήμῳ assumpta ex Β. desunt in A. 26. λέγει Κύριος om. Β. Hoc τότε accessit ex A. c. d. ἐσώζοντότε Α. Statim μὲν add. Edd. invitis Α. c. d.)
474
[*](b) καὶ θυσιῶν δίχα, καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν [*](Es. xliii. 24. 23) “Οὐκ μοι ἀργυρίου θυμίαμα, οὐκ ἐμοὶ πρόβατα τῆς “ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ.” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν, ἀλλοπρόσαλλοί τε ἦσαν τοτηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ αστρον τού Θεοῦ ὑμῶν Ῥαιφάν. καὶ τί δὴ τοῦτό ἐστι, περιαθρεῖν ἀναγκαῖον.

Οὐκοῦν ὁ μὲν θεσπέσιος Μωυσῆς ἀναπεφοίτηκεν εἰς τὸ [*](c) ὄρος, τὸν νόμον ὑποδεξόμενος· οἱ γεμὴν ἐξ αἵματος κεραὴ [*](Exod. xxxii 1.)κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες “Ποίησον ἡμῖν θεοὺς “οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τι γέγονεν αὐτῷ. μεμοσχοποιήκασι τοίνυν κατὰ τὴν ερημον. καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονείπως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο. τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν, καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ [*](d) δοκοῦν ἐποιεῖτο σέβας, καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λατρείαις. καὶ πόθεν ἃν γένοιτο καὶ τοῦτο καταφανές; ἐρεῖ τις τυχόν. οὐ πολὺς ὁ πόνος ἀπελέγχειν ἐθέλουσι· ἐξ αὐτῶν γὰρ εἰσόμεθα τῶν ἱερῶν γραμμάτων.

Δεδυσφόρηκε μὲν γὰρ ὁ θεσπέσιος Μωυσῆς, καὶ κατακεκράγει τοῦ Ἀαρὼν, εἶτα προσέπιπτε τῷ Θεῷ λέγων [*](Ib. 31.) “Δέομαι, κύριε· ἥμαρτεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην, [*](e) “ἐποίησαν γὰρ ἑαυτοῖς θεοὺς χρυσοῦς,” καίτοι μόσχος ἦν [*](2. οὐκ ἐμοὶ] οὐκ ἤδυναν μοι ( = οὐχ ἥδυνάν μοι) c. οὐκ ἠδύναντό μοι d. 3. ἐποιήσατε pro ἐποίησά σε Edd. repugnantibus omnibus. 4. δὲ] + δὴ Edd. invitis omnibus. ἄλλοι πρὸς ἄλλο (sic) Α. 7. αὐτῶν pro ὑμῶν Β. ῥεφάν d. (XII.) 9. θεσπέσιος assumplum ex Α.Β. c d. 10. ὑποδεξόμενος Α. 16. διεπράττοντο Α. c. d. διεπλάττοντο Β. Edd. Statim τραπέντες Edd. invitis omnibus. 19. ἑ αὐτῷ c.d. αὐτὸ Α.Β. αὐτῷ Edd. 25. Hoc θεσπέσιος assumptum ex Α. κατακεκράγει Α. κατεκεκρ. Edd. Statim τὸ (sic) Α. 27. σου pro οὗτος b.)

475
τὸ διαπεπλασμένον. ἀλλ’ οὐκ ἠγνόησεν, ὅτι καὶ ἕτεροι προσειργάσαντο τὰ γλυπτά. ὁ δέ γε μακάριος Στέφανος, κατηγοροῦ μένος ποτε παρὰ τοῖς Ἰουδαίων καθηγηταῖς ἐπὶ δυσφημίαις ταῖς εἰς Θεὸν καὶ Μωυσέα, καὶ ταῖς καθηκούσαις ἀπολογίαις ἀποκρουόμενος τὰς συκοφαντίας, εἶτα δεικνύων, ὅτι δεδυσσεβηκότες ἀγρίως, καὶ ἐμπαροινήσαντες τῷ Χριστῷ τὴν τῶν ἰδίων πατέρων ἀπομιμοῦνται φαυλότητα καὶ σκληροκαρδίαν, διαμέμνηται σαφῶς τῆς ἐν τῆ ἐρήμῳ μοσχοποιΐας, καί φησι περὶ τοῦ πανσόφου Μωυσέως “Οὗτός ἐστιν ὁ [*](a 310 Α. Acta SS. Ap. vii 38-43) “γενομενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῆ ἐρήμῳ μέτα του ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ἡμῖν, ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἁλλ’ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον, εἰ- “πόντες τῷ Ἀαρών Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωυσῆς οὗτος, ὅς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. καὶ ἐμοσχοποίησαν ἐν τῆ ἐρήμῳ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ ηὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. ἔστρεψε δὲ ὁ Θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν Μῆ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, λέγει κύριος, καὶ ἀνελάβετε τὴν “σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς, καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.” ἄθρει δὴ οὖν ὅτι καὶ ὁ θεσπέσιος Στέφανος, ἀνὴρ Ἁγίου Πνεύματος πλήρης, μεμαρτύρηκεν ὅτι μεμοσχοποιήκασι μὲν, ἐτράποντο δὲ καὶ εἰς τὸ λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· διαμέἠγνόηκεν [*](b) [*](1.Α. habet ἠγνόησεν Niceph. Cat. in Exod. xxxii. 31. t. i. col. 917. ἕτεροι B. b. ἑτέροις ( = ἕτεροι) Α. ἕτερα Edd. 9. Haec τοῦ πανσόφου accesserunt ex A.B. 12. ὑμὶν Α. 13. ὑμῶν Α. 13—26. ἀλλ᾿ ἀπώσαντο—Ῥαιφὰν] καὶ τὰ ἑξῆς ἕως Edd. 23. θυσίαν Β. 20. Ῥαιφᾶν Α. προσκυνεῖν αὐτοῖς] ἑαυτοῖς Α. cf. supra 308 c. 27. οὖν om. Β.)
476
μνηται δὲ καὶ τῆς τοῦ Προφήτου φωνῆς. ὅθεν ἔστιν ἐννοειν, ὅτι πρὸς τῷ μόσχῳ καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον. σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολὸχ ἤτοι Μολχόμ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, λίθον ἔχον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις, εἰς ἑωσφόρου τύπον. καὶ ἑρμηνεύεται μὲν τὸ Μολὸχ βασιλεὺς αὐτῶν· ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου [*](c) γεμὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν. ἀνελάβετε τοίνυν φησὶ τὴν σκηνὴν τοῦ Μολόχ, τουτέστι, τοῦ βασιλέως ὑμῶν. καὶ ποῖος ἦν οὗτος ὁ βασιλεύς; τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥαιφαν. Ῥαιξὰν δὲ ἑρμηνεύεται σκοτισμὸς ἤτοι τύφλωσις. προσεκύνουν γεμὴν τὸν ἑωσφόρον ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσθέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ραιφὰν, τουτέστι, σκοτισμὸς ἤτοι τύφλωσις. καὶ οὐχὶ δὴ πάντως ὡς ἐνηργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν, ἀλλ’ ὅτι σκοτισμοῦ παραίτιον αὐτοῖς τὸ εἰς τοῦτο γέγονε [*](d) σέβας. ἐπειδὴ δὲ, φησὶ, τὴν Μωαβιτῶν καὶ τῆς γείτονος Δαμάσκου μανίαν ἐζηλώσατε, ταύτῃτοι καὶ ἀποιχήσεσθε Δαμασκοῦ τε ἐπέκεινα καὶ τῶν ἀπωτέρω κειμένων ἔτι, φημὶ δὴ Βαβυλωνίων. ἡ μὲν γὰρ ἔκδοσις τῶν ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ φησὶν, ὁ δέ γε θεσπέσιος Στέφανος Βαβυλῶνος ἔφη. τί οὖν πρὸς τοῦτο ἐροῦμεν; κατὰ τὴν Ἑβραίων ἔκδοσιν ὁ μακάριος ἔφη Στέφανος. δοκεῖ γὰρ οὕτως ἐκείνοις τὸ ἐπέκεινα Δαμασκοῦ ὠνομάσθαι τὴν [*](e) Βαβυλωνίων. παρατεινούσης γὰρ ἴσως τῆς Δαμασκηνῶν, [*](1. ἐννοεῖν Α.Β. b. Edebatur νοεῖν. 3. κεκλήκασι] + τοῦτο Edd. invitis Α. b. c. d. 4. ἤτοι Μολχὸμ om. c. d. erasit Α. habet b. ? ἔχον λίθον inv. ordine c. d. 8. μὲν δὴ pro γεμὴν Α. ἀνελάβετε Β. b. c. d. ἀνέλαβε Α. ἀνελάβετο Edd. 9. φησὶ assumptum ex Β. 10. καὶ π. ἦν οὗτος] τίς δὲ οὗτος ἦν c. d. 11. Ῥαιφάν assumptum ex Α.Β. b. Ῥα.φᾶν (sic) Α.] Ῥεφᾶν C. Ῥεφάν d. σκοτασμὸς c. d. habent σκοτισμὸς Β. ἤτοι Α. b. c. d. ἢ Edd. 13. ἀρχὰς iid. invitis A.B. c. d. 14. τῆς om. Α. 15. Ῥεφὰν c. Ῥεφᾶν d. σκοτασμὸς c. d. Statim ἢ pro ἤτοι Edd. invitis Α. c. d. 17. σκοτασμοῦ Β. c. d. invito Α. 19. ἀπηχήσεσθε (sic) Α. 22. Hoc θεσπέσιος assumptum ex A.B. b. 26. ἴσως] οὕτως Α. Δαμασκηνῆς Edd. invitis Α. Β. b.)
477
ἤτοι Σύρων βασιλείας μέχρι τερμάτων τῶν πρὸς ἠῶ καὶ ἀκτῖνα πόλεων, ὅμορος εὐθὺς ἡ Βαβυλωνίων χώρα τε καὶ γῆ.

Οὐαὶ τοῖς ἐξουθενοῦσι Σιὼν καὶ τοῖς πεποιθόσιν ἐμὶ τὸ ὄρος [*](Κεφ. ς΄.) Σαμαρείας.

Tαλανίζει πάλιν ὁ λόγος οὐχὶ μόνους τοὺς ἐξ Ἐφραΐμ, [*](a 311 Α.) ἤτοι τὰς ἐν τῇ Σαμαρείᾳ φυλὰς, ἀλλὰ γὰρ καὶ τοὺς ἐξ Ἰούδα καὶ Βενιαμίν. προαποδείξας δὲ ὅτι σαθρὸν ἐσχήκασι καὶ σεσαλευμένον ἀεὶ τὸν νοῦν καὶ οἱ πρὸ αὐτῶν γεγονότες· μεμοσχοποιήκασι γὰρ καὶ ἀνέλαβον τὴν σκηνὴν τοῦ Μολόχ· ἀπελέγχει λοιπὸν ὅτι πατρώζουσι, καὶ προγονικῆς δυσσεβείας κατ’ ἴχνος ἰόντες παραθήγουσιν ἐφ’ ἑαυτοὺς τὸν τῶν ὅλων Δεσπότην. ἐξουθενεῖν δὲ, φησὶ, τὴν Σιῶν τοὺς ἐξ [*](b) Ιούδα καὶ Βενιαμίν. ἀπομεμενηκότες γὰρ ἐν τοῖς Ἱεροσολύμοις, καὶ τὸν θεῖον ἔχοντες ναὸν, παρ’ οὐδὲν πεποίηνται τὴν εἰς Θεὸν αἰδῶ καὶ ἀγάπησιν, ἀλλ’ ἧ φησι τὸ γράμμα τὸ ἱερόν “Ἐθυμίων ἐν τοῖς ὑψηλοῖς ὑποκάτω δρυὸς καὶ [*](3 Reg. xxii. 44 Hos. iv. 13.) “λεύκης καὶ δένδρου συσκιάζοντος.” ἐλάτρευον δὲ καὶ τῇ στρατιᾷ τοῦ οὐρανοῦ. καὶ γοῦν ἔφη πρὸς Ἱερεμίαν οὐ μετρίως λελυπημένος ὁ τῶν ὅλων Θεός “Καὶ σὺ μὴ προ- “σεύχου περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου τοῦ ἐλεηθῆναι “αὐτοὺς, καὶ μὴ προσέλθῃς μοι περὶ αὐτῶν ἐν δεήσει καὶ “προσευχῇ, ὅτι οὐκ εἰσακούσομαί σου.” εἶτα τῆς ἀποστροφῆς [*](c) φῆς τὴν αἰτίαν ἐπιφέρει λέγων “Ἤ οὐχ ὁρᾷς τί οὗτοι [*](Ib. 17, 18.) “ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐν ταῖς ὁδοῖς Ἱερουτελμάτων [*](1. (sic) Α. ἕω b. 4. ἐξουδενοῦσι Α. 7. τῇ deest in Edd. 8. δὲ assumptum ex Α. 9. ἀεὶ om. Α. καὶ] + ὅτι Edd. invitis Α.Β. 10. γὰρ assumptum ex Α.Β. ἀνελάβοντο Edd. 11. πατρώζουσι Β. πατρώως ζῶσι Α. πατριάζουσι Edd. 12. ἐφ’ ἑαυτοὺς Β. ἐν ἑαυτοῖς Α. ἐφ’ αὑτοὺς Edd. 13. ἐξουδενεῖν Α. cf. supra. 14. τοῖς deest in Edd. 22. ἐν δεήσει καὶ προσευχὴ] Haec verba, non inventa in ullo Codice leguntur in D. Cyrillo in Esaiam Prophetam quoque commentantem pp. 318 b. 346 a. ut notat Parsons. 23. σου assumptum ex Α. (22. al.) 24. ὅ τι pro τί Edd. Statim οὗτοι ποιοῦσιν hoc ordine A.B.)

478
“σαλήμ; οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐ- “τῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι σταῖς τοῦ “ποιῆσαι χαυῶνας τῆ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἀλλοτρίοις ἵνα παροργίσωσί με.” ἐξουθενήκασι δὴ οὖν τὴν Σιῶν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τοιγάρτοι πρεπόντως ἐπενήνοχεν αὐτοῖς τὸ οὐαὶ.

[*](d)