In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Ἁρμόσειε δ’ ἂν ἡ τοιάδε φωνὴ καὶ τοῖς πεποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς κατῳκηκόσιν ἐν Σαμαρείᾳ, καὶ πεποιθόσιν ἐφ’ ἑαυτοῖς. ᾤοντο γὰρ ὅτι καὶ δίχα Θεοῦ περιέσονται τῶν ἐχθρῶν, καὶ ἐν καλῷ κείσονται τῆς εὐημερίας, καὶ πᾶν ὁτιοῦν τῶν ἡδίστων αὐτοῖς ἀδόνητον ἕξει τὴν ἕδραν.

Πικρὸν οὖν ἄρα καὶ ἀπευκτὸν ἀληθῶς τὸ δυσβουλίας εἰς τοῦτο κατολισθεῖν, ὡς δι’ οὐδενὸς μὲν ποιεῖσθαι τολμᾶν τὴν εἰς Θεὸν ἀγάπησιν, προσκεῖσθαι δὲ τοῖς ἀτόποις καὶ δρᾶν ἃ μὴ θέμις, καὶ καταλυπεῖν αὐτὸν, οἴεσθαι δὲ ὅτι, μὴ αὐτοῦ [*](8. Jac. i. 17. e) διδόντος, ἔσται τι τῶν ἀγαθῶν ἐφ’ ἡμῖν· “Πᾶσα γὰρ δόσις “ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων·” αὐτῷ δὴ ἄρα προσκεῖσθαι καλὸν, καὶ αὐτὸν ἐλπίδα ποιεῖσθαι καὶ ἀρωγόν. ἐξουθενοῦσι δὲ τὴν Σιῶν, τουτέστι τὴν Ἐκκλησίαν, καὶ οἱ τῶν ἀνοσίων δογμάτων προεστηκότες, καὶ ἐπί γε ταῖς σφῶν αὐτῶν εὐγλωττίαις ἐπιθαρσήσαντες, καὶ μεγαλοφρονεῖν εἰωθότες ἐπὶ τοῖς τῶν ἀνοσίων συλλογισμῶν εὑρήμασι καὶ σοφίᾳ [*](312 Α. a) τῇ κοσμικῇ. πρέποι δ’ ἂν αὐτοῖς καὶ πρό γε τῶν ἄλλων το ουαι.

Ἀπετρύγησαν ἀρχὰς ἐθνῶν, καὶ εἰσῆλθον αὐτοί. οἶκος τοῦ Ἰσαὐτῶν [*](1. alt. om. Α. 3. χαυῶνας Α. (Alex.) cf. S. Cyr. in Es. II. cc. χαβωνὰς Β. χάβωνας v. l. in Es. 346 a.] Edebatur χελώνας. 4. Α. ἐξουδενήκασι Β. ἐξουδενώκασι Edd. 5. τοῖς deest in Edd. 6. ἐπενήνοχεν αὐτοῖς Α. ἐπενήνοχε τούτοις Β. ἐπενήνοχα τούτοις Edd. 12—19. πικρὸν—καὶ ἀρωγόν om. Β. 12. Hoc 14. δὲ assumptum ex Α. 18. δὴ] + οὖν Edd. 20. ἐξουθενοῦσι Α. ἐξουδ. Β. Edd. τῆς pro τῶν (sic) Edd. 22. μεγαλοφρονεῖν Α. μέγα φρ. iid. 23. συλλογισμῶν Β. λογισμ. Α. Edd. Statim εὑρέμ. Β. σοφίᾳ τῇ κοσμικὴ Β. σοφίᾳ κοσμικῇ Α. σοφίας κοσμικῆς Edd.)

479
ραὴλ, διάβητε πάντες καὶ ἴδετε, καὶ διέλθετε ἐκεῖθεν εἰς Αἰμὰθ [*](2) Ῥαβὰ, καὶ κατάβητε εἰς Γὲθ ἀλλοφύλων, τὰς κρατίστας ἐκ πασῶν τῶν βασιλείων τούτωι, εἰ πλείονα τὰ ὅρια αὐτῶ ἐστὶ τῶν ὑμετέρων ὁρίων.

Ἀχαρίστους ὄντας ἀποφαίνει, καὶ τῆς παρ’ αὐτοῦ μεγαλοδωρίας ἀμνημονεῖν ᾑρημένους, καίτοι δέον ἀεί τε καὶ [*](b) πλείστην ὅσην ὁμολογεῖν τὴν χάριν, καὶ χαριστηρίους ἀνάπτειν ᾠδὰς, ὅτι μὴ μόνον σκληρᾷ τε καὶ ἀφορήτῳ δουλείᾳ κατηχθισμένους παραδόξως ἐξείλετο, ἀλλὰ γὰρ καὶ εἰσκεκόμικεν εἰς τὴν γῆν, ἢν ὤμοσε τοῖς πατράσιν· εἰσκεκόμικε δὲ, πολλὰ καὶ δυσκαταγώνιστα καὶ οὐκ ἀμελέτητον ἔχοντα τὸ νικᾶν ἐν μάχαις ἀποκείρας ἔθνη. οὕτω γὰρ καὶ ὁ μακάριος Δαυεὶδ ἔφη που πρὸς Θεὸν περὶ τῶν ἐξ αἵματος Ἰσραήλ “Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη [*](Ps. lxxix. 9.) “καὶ κατεφύτευσας αὐτήν.” ὀνειδίζονται δὴ οὖν, καὶ μάλα [*](c) εἰκότως, ὡς ἀχάριστοι κομιδῆ καὶ ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομαῖς λυποῦντες τὸν Εὐεργέτην. τετρυγήκασι μὲν γὰρ ἀρχάς φησιν μνῶν, καὶ κλῆρον ἴδιον ἐποιήσαντο τὴν ἐκείνων χώραν, Θεοῦ κατασείοντος τοὺς ἀνθεστηκότας, καὶ ἀφάτῳ δυνάμει τὴν τῶν ἀντανισταμένων ἰσχὺν παραλύοντος. ἀλλ’ ὅτι πίονα καὶ εὔβοτον καὶ παντὶ μεθύουσαν ἀγαθῷ κεκληρονομήκασι γῆν, καὶ τῶν ἄλλων χωρῶν ἀμείνω [*](d) τε καὶ εὐρυτέραν, ἀναμαθεῖν ἐπιτάττει, τὰς τῶν ὁμόρων, ἢ καὶ τῶν ἐπέκεινα πολυπραγμονοῦντας ἀρχὰς ἤγουν βασιλείας. βαδίζετε γὰρ, φησὶν, εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· [*](1. ἴδετε] + εἰς χαλάνην Β. (22. al.) sed cf. infra 313 b. Αἰμὰθ Ῥαβὰ B.F. Edd. Ἀμbθ Ῥαββὰ Α. Αιμαθραββα Alex.] γρ. τὴν μεγάλην Β mg. (cf. 22 al.) 2. κατάβητε] + ἐκεῖθεν Edd. (A.V.) invitis Α.Β. (42. al.) 3. πασῶν om. F. Edd. (Co.) πάντων τῶν βασιλέων pro πασῶν τῶν βασιλείων Α. (cf. 228.) εἰ πλείονα] ἐπεὶ πλείονά F. (Co.) ἐστι τὰ δρία αὐτῶν inv. ordine F. Edd. (22. al.) ὅ ante ἐστι (sic) add. Α. 4. τῶν ὁρίων ὑμῶν pro τῶν ὕμ’. ὁρίων F. Edd. (Co.) 5. παρ’ om. Β. μεγαλοδωρίας] Sic correxi. μεγαλοδωρεᾶς Edd. 8. τε assumptum ex Β. 9. κατηχθημένους Edd. 12. ἐν μάχαις om. Β. 13. Haec ὁ μακάριος assumpta ex A.B. 18. ἀρχάς φησιν hoc ordine Α. 20. ἀντανιστανομένων Α. 21. καὶ pro ἁλλ’ Α. εὐόποτον pro εὔβοτον (sic) A. 22.καὶ] + τὴν Edd. 24. καὶ] + τὰς Edd. πολυπραγμονεῖν τὰς pro πολυπρ. (sic) Α. 25. Ῥαββὰ Α.)

480
αὗται γὰρ αἱ τῶν ἄλλων βασιλειῶν περιφανεστέραν ἔχουσαι τὴν δόξαν· κἀκεῖ ζητεῖτε, φησὶν, εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν υμετερων ὅρων. ἦσαν μὲν οὑν πολλαί τε καὶ ἄνα μέρος αἱ βασιλεῖαι τῶν ἐθνῶν, ἡ Μωαβιτῶν, ἡ Ἰδουμαίων, ἡ τῶν υἱῶν Ἀμμών. ἀλλ’ οὐδὲν ἐν αὐταῖς τὸ μέγα. λαμπροτέρα [*](e) δὲ τῶν ἄλλων ἡ Δαμασκηνῶν καὶ Παλαιστίνων. καὶ δύο μὲν ἦσαν πόλεις ὑπὸ τὴν Δαμάσκου βασιλείαν, εἰς ἠῶ κείμεναι, αἷς ὄνομα τὸ Αἰμάθ· ὧν ἡ μὲν εὐρυτέρα καὶ μείζων, ἡ δὲ λαχοῦσα τὸ μεῖον· ἑρμηνεύεται δὲ τὸ Ῥαβὰ, μεῖζον ἢ πλατυτέρα. πορεύεσθε δὴ οὖν εἰς Αἰμὰθ Ῥαβὰ, τουτέστιν, εἰς τὴν Αἰμὰθ τὴν μείζω τε καὶ εὐρυτέραν· ἦν γὰρ, ὡς ἔφην, ὁμώνυμος ἑτέρᾳ, λαχοῦσα τὸ μεῖζον. φασὶ δὲ τὴν μὲν Αἰμὰθ τὴν πλατεῖαν ταύτην εἶναι τὴν νῦν Ἀντιόχειαν, [*](313 Α. a) τὴν δὲ μείω καὶ στενοτέραν, τὴν γείτονά τε καὶ ὅμορον Ἐπιφάνειαν· Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν μὲν Ἀντιόχειαν, Ἐπιφάνειαν δὲ τὴν ἑτέραν εἰς δόξαν ἰδίαν ὠνομακότος. ἡ δὲ Γὲθ πόλις ἦν τοτηνικάδε τῆς νυνὶ Παλαιστίνης λαμπροτέρα. ἐν ταύτῃ μεμενήκασιν οἱ Ἐανκεὶμ καὶ οἱ καλούμενοι Φιλιστιεὶμ, οὐκ ὀλοθρευσάντων αὐτοὺς τοτηνικάδε τῶν υἱῶν Ἰσραήλ. ταύτῃτοί φησι περὶ αὐτῆς Εἰς Γὲθ ἀλλοφύλων· βαδίσατε τοίνυν φησὶν εἰς Αἰμὰθ Ραβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων· καὶ περιεργάσασθε λεπτῶς, [*](b) εἰ μὴ μᾶλλον ὑμεῖς εὐρυτέραν οἰκεῖτε χώραν, τῶν ἄλλων ἁπασῶν τὴν ἀμείνω καὶ προὔχουσαν.

Εἰδέναι δὲ ἀναγκαῖον, ὅτι τῶν Ἑβραίων ἡ γραφὴ προτεπεριφανεστέραν [*](1. ἔχουσαι τὴν δόξαν Α.Β. περιφανέστεροι Edd. 3. ἡμετέρων iid. ante Migne. μὲν A.B. γὰρ Edd. 4. Ἰδουμαῖα Α. 5. αὐτοῖς B. αὐτοῖς Edd. 6. Παλαιστηνῶν Β. 7. ὑπὸ τὴν Δαμάσκου βασιλείαν A.B. ὑπὸ τῇ Δαμ. βασιλεία̣ Pont. Migne. ὑπὸ τοῦ ’δαμ’. βασιλείᾳ Aub. 8. ἕω Α. ὀνόματα pro ὄνομα τὸ Α. 9. λαβοῦσα τὸ μεῖζον pro λάχ’. τὸ μύον (sic) Α. δὲ alt. assumptum ex Α.Β. Ῥαββὰ Α. 10. μείζων Β. Statim haec ἢ πλατυτέρα assumpta ex Α.Β. πορεύεσθε δὴ Α.Β. διάβητε Edd. 11. μειζοτέραν Α. 12. ὡς ἔφην Α.Β. ἔφη Edd. ἑτέρᾳ om. Α. μεῖζον Α. μεῖον Edd. Statim φησὶ Α. 13. δὲ ante πλατεῖαν add. Α. 18. λαμπροτέρα] προτέρα Edd. 21. Haec βαδίσατε—ἀλλοφύλων desunt in Edd. 22. Ῥαββὰ Α. 23. χώραν] + καὶ Edd. invito Α.)

481
ταγμένην ἔχει τὴν Χαλάνην. πορεύεσθε γὰρ, φησὶν, εἰς Χαλάνην καὶ εἰς Αἰμὰθ καὶ εἰς Γέθ· Χαλάνη δέ ἐστιν ὑπὸ τὴν Περσῶν βασιλείαν, ἣ νῦν καλεῖται Λυσίππων. ἐπειδὴ δὲ καὶ τῆς Περσῶν βασιλείας ἐμνημόνευσεν τῶν Ἐβραίων ἡ ἔκδοσις, ταύτῃτοί φαμεν καὶ τὸν μακάριον Στέφανον ἀντὶ τοῦ Μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμάσκου, τὸ Ἐπέκεινα Βαβυλῶνος [*](c) εἰπεῖν.

Ἀχαριστίας οὖν ἔγκλημα τοῖς ἐξ Ἰσραὴλ, ὅτι πίονα καὶ εὐήροτον, καὶ πλατεῖαν οὕτω κατακληρονομήσαντες γῆν, οὐχὶ Θεῷ μᾶλλον ἀνῆπτον τὰ χαριστήρια, ἀλλ’ οἱ μὲν ἐξουθένουν [*](Supra ver. i.) τὴν Σιῶν, οἱ δὲ, πεποιθότες ἐπὶ τὸ ὄρος Σαμαρείας, οὐδένα τῆς εἰς αὐτὸν αἰδοῦς ἐποιοῦντο λόγον.

Χρήσιμον δὲ, ὡς ἔοικε, καὶ τοῖς μετὰ τὴν πίστιν τὴν Ἑλλήνων σοφίαν τεθαυμακόσιν, ὡς ἀμείνους τῶν παρ’ ἡμῖν 5 τὰς ἐκείνων ἡγεῖσθαι δόξας, καὶ τοῖς ἀπονεύουσιν εἰς τὸ [*](d) προσκεῖσθαι ζητεῖν τοῖς παραχαράττουσι τὴν ἀλήθειαν, καὶ τῶν ἐκκλησιαστικῶν δογμάτων τὴν ὀρθότητα παραλύουσι τὸ Πορεύεσθε εἰς Αἰμὰθ Ῥαβὰ καὶ εἰς Γὲθ ἀλλοφύλων καὶ ἴδετε εἰ πλείονα τὰ ὅρια αὐτῶν ἐστὶ τῶν ὑμετέρων ὁρίων. εύρυτέρα γὰρ τῆς Ἑλλήνων στενολεσχίας ἡ θεόπνευστος γραφὴ, τὸ τῆς ἀληθείας καταγγέλλουσα φῶς καὶ δογμάτων ἐπωφελῶν[*](e) εἰσφέρουσα γνῶσιν, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαινουμένων τὸν τῶν πιστευόντων ἀναβιβάζουσα νοῦν.

Εὐρύτερος δὲ πάλιν τῆς αἱρετικῶν στενότητος ὁ περὶ τῆς ἀληθείας ἐστὶ λόγος. οἱ μὲν γὰρ αὐτῇ μαχόμενοι, μονονουχὶ καταπνίγονται, ψυχροῖς τε καὶ ἀτρανέσιν ἐπινηχόμενοι λογισμοῖς· οἱ δὲ τοῖς τῆς εὐσεβείας συναγορεύοντες δόγμασι, καὶ τὸ λαμπρὸν τῆς ἁληθείας περιαθροῦντες κάλλος, εἰς [*](1. Χαλάνῃν Β. Χαλα.νην (hic) Α. Χαλάννην Edd. 2. Χαλάνη alt.] Χαλάννη habet b. 3. Λυσίππων Β. Λυσίππων Α. Λύσιππος b. Λυσίππη Edd. 4. τῶν pro τῆς Edd. invitis Α.Β. τῶν Ἑβρ. ἡ hoc ordine Β. 8. Haec τοῖς ἐξ Ἰσραὴλ desunt in Edd. πλείονα pro πίονα iid. 10. ἐξουθένουν Α. ἐξουδ. Edd. 12. αὐτὴν pro αὐτὸν iid. 13. τὴν alt. om. Aubertus. 14. ὑμῖν Edd. 17. ἐκκλησιῶν iid. 19. ἐστιν οὕτων inv. ordine B. 21. Hoc ἐπωφελῶν accessit ex Α. 22. πόντων pro πᾶν iid. 24. περὶ deest in Edd. 26. ἀδρανέσιν e suo correxit Migne.)

482
[*](2 Cor. x. 5.) πλατὺ θεωρημάτων ἐκτρέχουσι πέλαγος, “αἰχμαλωτίζοντες ”πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,” τῇδέ τε κἀκεῖσε [*](314 Α. a) διάττοντες, καὶ τὰ εἰς γνῶσιν ἀληθινὴν ἀπὸ τῆς θεοπνεύστου γραφῆς εὖ μάλα συλλέγοντες. καὶ γοῦν Κορινθίοις ἀποφοιτᾶν [*](2 S. Pet. ii. 21.) ἑλομένοις ”τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς,” προσκειμένοις δὲ ἀμαθῶς τοῖς ἑτεροδιδασκαλεῖν εἰωθόσιν, [*](2 Cor. vi. 11—14.) ἐπιστέλλει λέγων ὁ θεσπέσιος Παῦλος “Τὸ στόμα ἡμῶν “ἀνέῳγε πρὸς ὑμᾶς, ὦ Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλά- “τυνται· ου στενοχωρεῖσθε ἐν ἥμιν, στενοχώρει δε ἐν “τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν· ὡς “τέκνοις λέγω· πλατύνθητε καὶ ὑμεῖς. μὴ γίνεσθε ἑτεροζυ- “γοῦντες ἀπίστοις.”

[*](3)

Οὐαὶ εὐχόμενοι εἰς ἡμέραν κακὴν, οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι [*](b) σαββάτων ψευδῶν.

[*](Supra ver. 1.)

Ἐφασκεν ὅτι “Οὐαὶ τοῖς ἐξουδενοῦσι Σιῶν, καὶ τοῖς πε- “ποιθόσιν ἐπὶ τὸ ὄρος Σαμαρείας.’ καὶ ἐπειδὴ δύο τινῶν ἐποιεῖτο μνήμην, τῶν τε ἐξουθενούντων φημὶ τὴν Σιῶν καὶ τῶν πεποιθότων ἐπὶ τὸ ὄρος Σαμαρείας, πολυπραγμονοῦντες ἀναγκαίως τῶν ἐννοιῶν τὴν δύναμιν, ἐφηρμόσαμεν ἡμεῖς τοῖς [*](Supra 311 b.) ἐξ Ἰούδα καὶ Βενιαμὶν τὴν αἰτίαν τοῦ ἐξουθενεῖν τὴν Σιῶν, [*](Supra 311 d.) τοῖς γεμὴν ἐξ ἐφραΐμ τὸ πεποιθέναι ἐπὶ τὸ ὄρος Σαμαρείας. εἶσι δὴ οὖν ὥσπερ ἀνόπιν ὁ λόγος, καὶ τὰ ἀμφοῖν ἐγκλήματα καταλέγει πάλιν, αὐτοῖς ἐπιφέρων τὸ οὐαί. ἔθος δὲ τῆ θείᾳ γραφῆ κατὰ τῆς εὐθείας πτώσεως τὴν τοῦ Οὐαὶ φωνὴν ἐπιφέρειν· [*](Supra v. 18.) οἷόν τι φημί “Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν [*](Es.v. 11.) “Κυρίου·” καὶ πάλιν “Οὐαὶ” οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ [*](2. τὴν deest in Edd. κἀκεῖ pro τε κἀκεῖσε Β. 7. Haec λέγων ὁ θεσπέσιος assumpta ex Α.Β. ὅτι pro Τό Edd. 8. ἀνεῴγει (sic) Edd. 9—11. οὐ στενοχωρεῖσθε—πλατύνθητε καὶ ὑμεῖς] ἕως Edd. 10. ἡμῶν 13. οὐαὶ] Sic recte F. Edd. cf. infra c. οἱ A.B. (A.V. c. οὐαὶ οἱ 36, 49, 228.) Statim εὐχόμενοι Α. (Alex. XII manu prima) ἐρχόμενοι B.F. Edd. (Vat.) 15. τοῖς prius deest in Edd. 23. δὴ pro δὲ Α.)

483
“σίκερα διώκοντες.’’ οὐαὶ τοίνυν φησὶν οἱ εὐχόμενοι εἰς ἡμέραν κακὴν, τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις. τὸ γὰρ μὴ ἀνέχεσθαι μετανοεῖν, μήτε μὴν τὸν ἐπὶ τοῖς ἔσεσθαι προαπηγγελμένοις εἰσδέξασθαι φόβον, μονονουχὶ καὶ ἐπιθυμεῖν [*](d) ἐστὶν εἰς ὀλέθρου πεσεῖν ἡμέραν. οἷον ὡς εἴ τις περί τινος τῶν φιλαμαρτημόνων λέγοι τυχόν Ἐπιθυμεῖ τεθνάναι, καίτοι τοῦτο παθεῖν οὐκ ἐθέλοντος ἐκείνου, πόθεν; ἀλλ’ ὅσον ἧκεν εἰς τὸ βούλεσθαι δρᾶν, καὶ τοῦτο ἀκαταλήκτως, τὰ τοῖς νόμοις ἀπᾴδοντα, μονονουχὶ καὶ ἐρᾷ τῆς τοῖς φιλαμαρτήμοσιν ἀεί πως ὀφειλομένης κολάσεως τε καὶ δίκης. μετανοεῖν οὖν ἄρα μὴ ἀνεχόμενοι, μονονουχὶ καὶ ἐπιθυμοῦσι πεσεῖν εἰς ἡμέραν κακὴν, καὶ ταῖς ἤδη προαπηγγελμέναις ἐναλῶναι συμφοραῖς, [*](e) οἱ ἐγγίζοντες καὶ ἐφαπτόμενοι σαββάτων ψευδῶν. ἦν μὲν γὰρ ἔτι συνεστηκὼς ὁ νεὼς καὶ τὰ ἐν αὐτῷ θυσιαστήρια. καὶ προσῆγον μὲν τῷ Θεῷ τὰς κατὰ νόμον θυσίας, ἐπετέλουν δὲ καὶ τὰς ἐν σαββάτοις ἀργίας, πλὴν οὐκ εἰσάπαν ἠκριβωμένως, ἀτημελῶς δὲ σφόδρα καὶ ῥᾳθύμως κομιδῇ. καὶ γοῦν ᾐτιᾶτο διὰ φωνῆς προφητῶν, ὡς σάββατα μὴ τετηρηγοῦν [*](Ezek xx. 13,16,21,24. ) οὐαὶ τοίνυν, φησὶ, τοῖς προσποιουμένοις ἐγγίζειν Θεῷ διά τοι τοῦ προσποιεῖσθαι τιμᾶν τὰ Μωυσέως ἔτι, καὶ [*](a 315 Α.) ψευδῶν σαββάτων ἀποθιγγάνειν. ὁρᾷς ὅπως διαβέβληκεν ὡς οὐκ ὀρθῶς ἢ πεφροντισμένως τὴν τῷ σαββατίζειν πρέπουσαν τηροῦντας ἀργίαν;

Ἄλλως τε· χρῆναι γὰρ ὑπολαμβάνω καί τι τῶν ἀναγκαιοτέρων ἐπὶ τούτοις εἰπεῖν· ψευδῆ σάββατα, τὰ παρὰ τοῖς Ἰουδαίοις· εἴπερ ἐστὶ σκιὰ μὲν ὁ νόμος, καὶ τύπος κατὰ τὸ ἀληθὲς τὰ διὰ Μωυσέως. ὁ δὲ τύπος οὐκ ἀλήθεια, [*](b) [*](1. εὐχόμενοι Α. ἐρχ. Edd. 2. Haec τουτέστιν οἱ ἐν τοῖς Ἱεροσολύμοις desunt in Edd. 3. τὸν Β. τὸ Edd. Neutrum habet Α. 7. τὸ pro τοῦτο Β. ἐκείνου, πόθεν;] Sic edidi ex Β. ἐκείνου ποθὲν, Α. Edd. ἥκει Edd. 9. ἀποδόντα Α. ἀρετῆς pro ἐμ τῆς Α. 10. ὀφειλομένης Α.Β. ἀποκειμένης Edd. 12. ἁλῶναι Α. 13. οἱ Α. ὡς Edd. 15. ἐπετέλουν] ἐπετρίβουν Edd. [Correxit ἐπετήρουν Migne.] 17. σφόδρα Α.Β. πάμπαν Edd. 18. σάββατον iid. 20. τοι assumptum ex Α. 21. ὡς οὐκ Α. οὐχ ὡς (sic) Β. Edd. 25. τὰ om. Α. 27. ἀληθὲς] + καὶ Edd. Statim τὰ διὰ Μ. om. Β.)

484
μόρφωσιν δὲ μᾶλλον τῆς ἀληθείας εἰσφέρει. τοιγάρτοι καὶ ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις, καί φησι περὶ [*](Heb. iv. 9.) τῶν ἀρχαιοτέρων “Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ [*](Ib. 8.) “τοῦ Θεοῦ.’’ οὐ γὰρ κατέπαυσεν ἐκείνους Ἰησοῦς, οὔτε μὴν εἰσεληλάκασιν εἰς τὴν κατάπαυσιν τοῦ Θεοῦ· σαββατίζομεν δὲ πνευματικῶς ἡμεῖς ἐν Χριστῷ, καταλύοντες καὶ ἀποφοιτῶντες μὲν ἁμαρτίας, καταλήγοντες δὲ παντὸς φθαρτοῦ καὶ γηίνου πράγματος. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος [*](Ιb. 10.) “Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς [*](c) “κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ “τῶν ἰδίων ὁ Θεός.

[*](4)

Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶι, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων [*](5) καὶ μοσχάρια ἐκ μέσου βουκολίου γαλαθηνά· οἱ ἐπικροτοῦντες πρὸς τὴν φωνὴν τῶν ὁργάνων, ὡς ἑστῶτα ἐλογίσαντο καὶ [*](6) οὐχ ὡς φεύγοντα· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ [*](d) πρῶτα μύρα χριόμενοι, καὶ οὐκ ἔπασχον οὐδὲ ἐμ τῇ συντριβῇ Ἰωσήφ.

Οὐαὶ πάλιν ἀπὸ κοινοῦ τοῖς καθεύδουσιν ἐπὶ κλινῶν ἐλεφαντίνων, τοῦτό τε κἀκεῖνο δρᾶν εἰωθόσιν. ἐπαιτιᾶται δὲ λίαν τῶν ἐν τῇ Σαμαρείᾳ τοὺς ἐν δόξῃ περιφανεστέρους, καὶ ταῖς τῶν χρημάτων περιουσίαις τῶν ἄλλων ὑπερηρμένους, ὡς ἐκ πολλῆς ἄγαν εὐημερίας μονονουχὶ καὶ μεθύοντας, καὶ τῷ [*](e) τῆς τρυφῆς πλάτει παρενηνεγμένους μένους εἰς τὸ μηδὲν ὅλως ὑποκατηγόρει [*](1. in litura pro εἰσφέρει Β. 2. ὁ θεσπέσιος Παῦλος ἐπιστέλλει τοῖς Ἑβραίοις] Παῦλος Ἑβραίοις ἐπιστέλλει Edd. 3. σαββατισμὸς] + ἐν Β. iid. 5. τὴν deest in Edd. 6. καταλύοντες Β. Edd. καταδύοντες Α. 8. Haec ὁ μακάριος desunt in Edd. Statim γράφει Παῦλος hoc ordine A.B. 9. γὰρ assumptum ex Α. 13. ἐπὶ habet Α. καὶ ἔσθοντες Α.Β. καὶ ἐσθίοντες F. Edd. (42. al.) 14. βουκολίου Α.Β. βουκολίων Edd. (A. V. c.) 15. ἑστῶτα A.B. (Alex. XII.) infra et Hom. Pasch. 24. 297 b. ἑστηκότα Edd. (Vat.) 17. συντριβῇ] + τοῦ Β. Edd. (22. al.) invito Α. cf. in Es. 339 d. Hom. Pasch. l. c. 19. ἀπὸ κοινοῦ Α.Β. ἀπὸ κακοῦ Edd. Jam dixit sic corrigendum Cotel. (Mon. Gr. ii. 590) a Migne cit. 20. τε A.B. δὲ Edd. 21. τῇ deest in Edd. 22. ὡς om. Α.)

485
βλέπεσθαι τῶν δεινῶν, μήτε μὴν οἴεσθαι τὸν τῶν ὅλων Θεὸν τοῖς οὕτω διακειμένοις ἐπιθήγεσθαί ποτε, καὶ ποινὰς ἐπάγειν τοῖς φιλαμαρτήμοσιν. ἐξηγεῖται δὲ ἀκριβῶς τὸ ἀνειμένον αὐτῶν καὶ ἄφετον εἰς τρυφάς. κλῖναί τε γὰρ αὐτοῖς ἐξ ἐλέφαντος, φησὶν, αἱ πολυτελεῖς τε καὶ μαλακαὶ μὲν εὐναὶ, τὰ δὲ ἀπόλεκτα τῶν ἀμνῶν, μόσχοι τε ὑπότιτθοι τὰ ἐδώδιμα, ᾠδαί τε καὶ μέλη, καὶ πάντα τὰ δι’ ἀργάνων συνεισθέοντα ταῖς τρυφαῖς, κῶμοί τε καὶ κρότοι, καὶ τὸ ἔτι φορτικώτερον, ὅτι τὰ τοιάδε τῶν κακῶν ὡς ἑστῶτα ἐλο- [*](a 316 A.) γίσαντο καὶ οὐχ ὡς φεύγοντα. καθόλου μὲν γὰρ παρίπταται τὰ τοιάδε, καὶ ἀπάτη κοσμικὴ τὸ ἱδρυμένον οὐκ ἔχει. λύεται γὰρ ἐν ἴσῳ σκιαῖς, καὶ “παράγει τὸ σχῆμα τοῦ κόσμου κοσμου [*](1 Cor. vii. 31.) “τούτου,’’ κατὰ τὸ γεγραμμένον· συγκαταλήγει δὲ πάντως τοῖς τεθνεῶσιν ἡ τρυφή. ἐπὶ δέ γε τῶν ἐν Σαμαρείᾳ καὶ καθ’ ἕτερον ἂν νοοῖτο τρόπον τῶν εἰρημένων ὁ νοῦς. ἐπειδὴ γὰρ ἔμελλον ἁλώσεσθαι, καὶ οὐκ εἰς μακρὰν, φεύγοντά τε καὶ οὐχ ἑστῶτ‘ι λέγει τὰ εἰς τρυφὴν αὐτοῖς ἐξιτήλως ἐξηυρημένα, ὡς ὅσον οὐδέπω παρελευσόμενα. ἐπικροτοῦσι δὴ οὖν τοῖς ὀργάνοις, οἶνον πίνοντες τάχα που τὸν ἀνθοσμίαν, καὶ λεπτῶς εὖ μάλα διυλισμένον· καταχρίονται δὲ καὶ μύρῳ, συντιθέντες τὰ ἐξαίρετα, καὶ λόγον οὐδένα πεποίηνται παντελῶς τοῦ συντρίβεσθαι μέλλειν τὸν Ἰωσήφ. ὡς γὰρ ἔφην ἀρτίως, καίτοι προεγνωκότες τὴν ὅσον οὐδέπω παρεσομένην συμφορὰν, καὶ τῆς Σαμαρείας τὴν ἅλωσιν, καὶ τὴν τοῖς ἐξ Ἰωσὴφ γενησομένην συντριβὴν, τῆς αὐτοῖς κατειθισμένης οὐ κατημέλουν τρυφῆς.

Πάνδεινον οὖν ὡς ἀληθῶς τὸ σωματικῆς ἡττᾶσθαι τρυφῆς [*](c) [*](4. ἄνετον Edd. 5. τε assumptum ex Α. Statim κοὶ μάλα καὶ pro καὶ μαλακαὶ Edd. 6. μὲν] μὴν correxit Migne. μὲν εὐναὶ om. Α. invito Β. ἐπίλεκτα Edd. ἑπότιτθοι Β. ὑποτίτθιοι Α. ἐπίτιτθοι Edd. 8. κρότος Α. ἐπιφορτικώτ. pro ἔτι φορτ. Α. 10. περίπταται Α. 11. τοιαῦτα Α. 13.γεγραφέναι (sic) Edd. 17. ἐξηυρημένα Α. ἐξευρ. Edd. 18. οὔπω iid . invitis Α.Β. Statim παρεσόμενα Α. δὲ pro δὴ οὖν Α. 19. ἀντοσμίαν Aubertus. 22. ὡς γὰρ ἔφην ἀρτίως καίτοι] καίτοι γὰρ Edd. 23. προεγνωκότας Α. οὔπω Edd. 24. τοῖς ἐξ Β. ἐξ Α. ἐν τῷ Edd. 25. γενομένην Α. αὐτῆς Α. 27. ὡς om. Α. ἡττῆσθαι Edd.)

486
τοὺς χωρῶν ἢ πόλεων ἣ λαῶν ἡγεῖσθαι λαχόντας. δέον γὰρ ὃν μᾶλλον ταῖς καθηκούσαις νήψεσιν εὖ μάλα χρωμένους περιαθρεῖν τὰ συμφέροντα, καὶ κατ’ εὐθὺ τοῦ πρέποντος ἀποφέρειν τοὺς ὑπεστρωμένους, καὶ διὰ παντὸς τρόπου λελυπημένον ἐκμειλίσσεσθαι Θεὸν, πῶς οὐκ ἀπόπληκτον κομιδῇ τὸ κατολισθεῖν εἰς τρυφὰς, καὶ τῆς βεβήλου φιλοσαρκίας οὐδὲν ἡγεῖσθαι τὸ ἄμεινον; περὶ τῶν τοιούτων τάχα που [*](Hier. xxiii. 1.) φησὶν διὰ φωνῆς ἁγίων “Ὦ οἱ ποιμένες οἱ διασκορπίζοντες [*](d) “καὶ ἀπολλύντες τὰ πρόβατα τῆς νομῆς.” ὅτι γὰρ ταῖς τῶν ποιμένων ῥᾳθυμίαις κινδυνεύσει τὸ ὑπήκοον, σαφὲς ἃν [*](Ib.x. 21.) γένοιτο, πάλιν Θεοῦ λέγοντος ἐναργῶς “Ὅτι οἱ ποιμένες “ἠφρονεύσαντο, καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν· διὰ τοῦτο “οὐκ ἐνόησε πᾶσα ἡ νομὴ, καὶ διεσκορπίσθησαν.

[*](7)

Διὰ τοῦτο νῦν αἰχμάλωτοι ἔσονται ἀπ᾿ ἀρχῆς δυναστῶν, καὶ ἐξαρθήσεται χρεμετισμὸς ἵππων ἐξ Ἐφραΐμ.

[*](e)

Ἐπειδὴ γὰρ, φησὶ, τετρυφήκασι, τὴν εἰς Θεὸν ἀφέντες [*](Supra ver. 1.) ἀγάπησιν, τεθαρσήκασι δὲ καὶ ἐπὶ τὸ ὄρος Σαμαρείας, τουτέστι, τοῖς οὖσιν ἐν Σαμαρείᾳ, μεγάλην ὀφρὺν ἀνασπῶντες οἱ ἡγούμενοι, ὡς ἀμετρήτου πληθύος ἐξάρχοντες καὶ ἀριθμοῦ κρεῖττον ἔχοντες τὸ μάχιμον γένος, ταύτῃτοι, φησὶν, ἥξει μὲν ἥξει, καὶ μάλα γοργῶς, κατὰ πάντων ὁ τῆς αἰχμαλωσίας καιρὸς, πρωτόλειον δὲ ποιήσεται τοὺς δυνατωτέρους· ἀεὶ γὰρ [*](317 Α. a) πολέμιοι καταδῃοῦντες πόλιν ἐπὶ τοὺς τῶν ἐπισημοτέρων τρέχουσιν οἴκους, τὰ ἐν αὐτοῖς διαρπάσοντες.

Ἐπειδὴ δὲ ἦν ἔθος τοῖς ἐν Σαμαρείᾳ λαμπροῖς, τοῖς ἐξαιρέτοις τῶν ἵππων ἐποχεῖσθαι φιλεῖν, οἱ δὲ, κατὰ τὸ [*](1. ἰδίων pro ἢ λαῶν Α. 2. ὂν Β. Pont. ὂν Aub. ἦν Α. 4. ἐπεστρωμένους Edd. ante Migne. 8. φησὶν om. Α. οἱ prius assumptum ex Α.Β. (Alex.) 9. νομῆς] + μου Α. (Alex.) sed αὐτῶν legitur infra 620 c. 756 e. 10. κινδυνεύσει Β. κινδυνεύει Edd. 13. διεσκορπίσθησαν] + τὰ πρόβατα Β. 17. ἀγάπην Edd. 19. καὶ pro οἱ iid.)

487
εἰκὸς, διὰ μέσων ᾔεσαν τῶν πλατειῶν, ἔννουν τι καὶ σοφὸν καὶ οἷον ἐξ ἐπιστήμης ὑποχρεμετίζοντες· ἕτοιμον γὰρ ἀεί πὼς τὸ ζῷον εἰς εἴδησιν εὐκοσμίας καὶ τῆς αὐτῷ πρεπούσης ἐπιστήμης εἰς παραδοχήν· καὶ τοῦτο πεπαύσεται, φησίν. ἐξαρθήσεται γὰρ χρεμετισμὸς ἐξ ἵππων Ἐφραΐμ. ὅμοιον ὡσεὶ [*](b) λέγοι Πεπαύσεται τῆς ἀγερωχίας τῶν ἐν Σαμαρείᾳ τὸ προκριτὸν, καταλήξουσι δὲ καὶ οὐχ ἑκόντες τοῦ περιφανεῖς ποιεῖσθαι τὰς προόδους, ὑποχρεμετιζόντων αὐτοῖς τῶν ἵππων, οἳ λαμπροῖς φαλάροις κατεστεμμένοι, τὸν ἐπιβάτην τάχα που καὶ ἐπιγινώσκουσι, μόνον δὲ οὐχὶ καὶ φυσῶσι μέγα, σεπτόν τε καὶ ἀξιάγαστον ἐπαναθέμενοι τὸν ἡνίοχον. ἀλλ’ ὅτι τὸ νήφειν τοῖς ἡγουμένοις ἀσφαλὲς, τὸ γεμὴν ὑπτιοῦσθαι φιλεῖν ἐπιζήμιον, κἀντεῦθεν ἃν μάθοις. ἐπ’ αὐτοὺς γὰρ ἔσται καὶ πρό γε τῶν ἄλλων τὰ ἐξ ὀργῆς· καὶ [*](c) ἁπάσης μὲν εὐκλείας ἐξωσθήσονται, κείσονται δὲ καὶ αὐτοὶ τοῖς ἄλλοις ὁμοῦ, πικρόν τι καὶ δυσαχθὲς ἔχοντες κρῖμα, καὶ ὅτι μὴ μόνον ἑαυτοὺς ἀπολωλέκασι, Προσέθεσαν δὲ καὶ ἑτέρους ταῖς ἑαυτῶν παρανομίαις, ἀπολογήσονται.

Ὅτι ὤμοσε Κύριος καΘ’ ἑαυτοῦ διότι βδελύσσομαι ἐγὼ πάσαν τὴν [*](8) ὕβριν Ἰακὼβ, καὶ τὰς χώρας αὐτοῦ μεμίσηκα.

Τὸ ἀμετάθετον τῆς ὀργῆς ἀποφαίνει, δεικνὺς ὀμωμοκότα [*](d) Θεὸν, ὡς εἴη μεμισηκὼς τὴν ὕβριν τοῦ Ἰακώβ. καὶ οὐ δήπου φαμὲν ὅτι τοῦ προπάτορος ἡμῶν Ἰακὼβ ὁ θεῖος ἡμῖν λόγος ποιεῖται κατάῤῥησιν· κομιδῇ γὰρ εὔηθες τὸ τῇδε νοεῖν, ὅτι καὶ ἠγάπησε τὸν Ἰακὼβ ἐκ μήτρας, καὶ ἀπόλεκτον ἐποιεῖτο καὶ ἐν ἐμβρύοις ὄντα Θεός· Ἰακὼβ δὲ πάλιν φησὶ τοὺς ἐξ [*](4. εἰς assumptum ex Α 5. γὰρ] + φησι Edd. invitis Α.Β. ἐξ ἵππων Α.Β. ἵππων ἐξ Edd. ἐξ om. b. 6. Πεπαύσεται τῆς ὅγ’. τῶν ἐν Σ. τὸ πρόκριτόν Β. πεπαύσονται τῆς ὅγ’. τῶν ἐν Σ. πολλοὶ Edd. 8. προσόδους Α. 9. ἐμβάτην Α. 10. δὲ assumptum ex Α.Β. καὶ alt. om. Α. 13. ἃ pro ἂν Α. 15. Haec δὲ κα assumpta ex Α.Β. 16. δὲ pro τι Α. 23. Assumpta ἡμῶν ex Β. θεῖος ex Α.Β. ἥμιν ex Α. 24. εὐθὺς pro εὔηθες Α. 20. ἐν ἐμβρύοις (ἐμβρίοις Α.) Α.Β. ἔμβρυον Edd. ἁλλ’ Ἰακὼβ pro Ἰακὼβ δὲ Β.)

488
Ἰακὼβ, ὧν τὴν ἐπάρατον ἀλαζονείαν· ὕβριν γὰρ ἔθος τὴν ὑπεροψίαν ὀνομάζειν τῇ θείᾳ γραφῆ· μεμισηκέναι φησίν. [*](e) ἢ γὰρ οὐχὶ τὸ χρῆμά ἐστιν ὑπεροψία λοιπὸν, τὸ παρωθεῖσθαί - φημι τὸ εἰς Θεὸν σέβας, εἰδώλοις δὲ ἀπονέμειν τὴν αὐτῷ πρεπωδεστάτην ὅτι μάλιστα δόξαν, καὶ προσέτι τούτοις μήδε’ ἐπαΐειν ἀξιοῦν ὧν ἂν ἕλοιτο δηλοῦν διὰ προφητῶν ἁγίων, ἄθυρμα δὲ ὥσπερ ποιεῖσθαι τὴν ἀπειλὴν, καὶ πλήθει συμμάχων ἐπιθαρσήσαντας, ἀλογῆσαι παντελῶς τῆς παρ’ αὐτοῦ φειδοῦς καὶ ἐπικουρίας; εἶτα, πῶς τοῦτο ἀμφίβολον;

[*](318 Α. a)

Ὀμώμοκε τοίνυν καθ᾿ ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. [*](Heb. vi.13.) καθ᾿ ἑαυτοῦ δὲ, ὅτι “κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι.” τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἢν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἃν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ’ αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν [*](Hier. v. 1. b) ἔφη ἔφη διὰ φωνῆς Ἱερεμίου “Περιδράμετε ἐν ταῖς ὁδοῖς “Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις “αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν “πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῆ τοῦ βίου [*](c) φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα [*](1. ὧν τὴν om. Α. 3. ὑπεροψίας Edd. παρωθῆσθαι iid. ante Migne. 6. μὴ pro μηδὲ Β. Statim ἐπαϊέναι (sic) Α. 11, μείζονα Edd. 13. Haec τοῦ Ἰακὼβ assumpta ex Α.Β. Statim καὶ ἁπάσας δὲ αὐτοῦ om. Α. αὐτῶν pro αὐτοῦ Edd. 14. Haec ἐν αὐταῖς αὐτοῖς Α.] ὁ τῶν θείων θελημάτων ἐκπληρωτής θεραπευτής Α.] οὐκ ἦν accesserunt ex Α.Β. 18. ἁνδάνον Edd. 19. φησὶ pro ἔφη iid. 21. ἀγαπῶν habent Α.Β. 22. αὐτῇ Α. (XII.) αὐτοῖς Β. Edd. (A.V. XII mg.) 26. χώρα pro χρεία (sic) Α.)

489
τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα.