In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι [*](a 297 Α.) καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ’ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, [*](b) συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε [*](2. σωφρονίζοντος] + καὶ Edd. δὲ assumptum ex Α. Β. 3, καταπαιδεύοντος Β. καταπαίοντος Α. Edd. 4, ἦν assumptum ex Α. ἀναμαθεῖν om. Β. retinui cum Α. 6. τὸν om. A. τοῦτον om. F. Edd. 7. θρηνῶν F. οἶκος] + τοῦ Edd. (XII.) προσθῇ Α.Β. (Alex. XII.) προστεθῇ Edd. προσθετῇ (sic) F. προσθήσει Vat.] Statim τοῦ om. Edd. (Co.) 8. τοῦ om. F. Edd. (91, 97, 153.) σφάλη F. Edd. αὐτῆς Α.Β. (XII.) αὐτοῦ Edd. (Vat.) [Neutrum habet ἐσφάλη 9. ἀνιστῶν F. αὐτῆς (22. al.) [oi ό ἀνιστῶν XII mg.] 10, Haec τὰ κακὰ assumpta ex Α. 13. διανιστῶντες Edd. 14. οὐδέπω Α. οὔπω Edd. 17. ἴδια Α. 18, τὸν om. Α. ut supra. 20. ἐφ’ Α. εἰς Β. Edd. 21. 8(1 pro δὴ Α. ἐστι om. Α. 23. ἡ assumptum ex Α. 24. τε assumptam ex Α.)

454
δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα ; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη ; [*](C) πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἢ τῶν Ἰουδαίων [*](Hier. iii. 4.) Συναγωγὴ, πρὸς ἢν εἴρηται παρὰ Θεοῦ " οὐχ ὡς οἶκόν “με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ’ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο [*](d) τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος ; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν ; ἀλλ’ ἑκοῦσα λοιπόν. ταύτῃτοί κατερραγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν [*](Ps. lxxv. 8. e) τῷ πάντα ἰσχύοντι Θεῷ " Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- " σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.”

Πέπτωκε δὲ καὶ ἑτέρως ἢ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- [*](1. παροτρυνομένου A. 2. ἐγείρων Α. 3. ἐσφάλη Aubertus. Statim γὰρ add. Β. Edd. invito Α. παρθένος A.B.b. παρθένια Edd. Statim τουτέστι pro ἀντὶ τοῦ iid. invitis A.B.b. 6. κα alt. om. Ἁ. (23.) 7. ὲσφάλη Edd 8. ἐπόρνευσε Β. 9. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτε] πάλοι μὲν γὰρ πεπόρν. ἐν Αἰγύπτῳ b. 13. νυν Α. nivitis Β.b. Hoc μαχλὰς accessit ex b. μάλα post δὲ add. Α. τῆς] Sic edidi ex B. γῆς Edd. 15. ἀληθοῦς Edd. invitis A.B.b. 18. Haec λοιπὸν ὁ accesserunt ex Α. βεβιασμένη· πόθεν] Sic correxi. βεβιασμένη ποθεν Α.Β. Edd. 19. κατερῥαγμένη· οὐκ Α. κατερραγμένην οὐκ Edd. 20. ἐγείρων Α. γε om. Α. 24. ἔλεγχον pro ὄλεθρον Edd. invitis Α.Β. 25. πάλιν Α. μόνην Edd.)

455
σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.

[*](a 298 Α.)

Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, [*](3) ὑπολειφθήσονται ἑκατόν· κω ἕε ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολεμοῦ τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ [*](b Supra iv. 4.) μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.

Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων “Παίδευσον ἡμᾶς, Κύριε, [*](Hier. x. 24.) “πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς “ποιησῃς.

Διότι τάδε λέγει Κύριος πρὸς τὸ οἴκοι Ἰσραήλ Ἐκζητήσατέ με [*](4) κὼ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθήλ καὶ εἰς Γάλγαλα μὴ [*](c) εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι [*](5) Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν κύρω καὶ ζήσατε, [*](6) [*](1. αὕτη Β. αὐτὴ Edd. 5. οἴκῳ om. Α. 8. κατακομίζοντος b. 10. παροτρύνοντες Α. παροτρύνοντες Edd. Fit vacuum in Β. Statim ἀνηνέγκασι Α. 11. πνεύμασιν pro δαίμοσιν Α. τριημέρειαν Β. αὐτῶν assumptum ex Α. 12. δεκατέρᾳ pro δεκάτῃ Edd. 15. οὖν om. Α. 19. πρὸς] ἐπὶ F. Edd. (42.) οἶκον] + τοῦ Edd. (Co.) ἐμὲ Edd. (Co.) 20. ζήσετε F. Edd. (Co.) 21. ἀναβαίνετε A.B. (Alex. XII.) cf. infra 299 a. διαβαίνετε Edd. (Vat.) Statim διότι F. Edd. (Co.) 22. αἰχμαλωτιζομένη F. Statim αἰχμαλωτευθήσεται Α.Β. αἰχμαλωτισθήσεται Edd. ἔσται ὡς desunt in Edd. 23. ζήσατε Α. Edd. (Vat. XII ante corr.) ζήσετε F. (Alex. ΧΙΙ supra lineam) ζήσεσθε Β.)

456
ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸ, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.

[*](d)

Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπόγνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνειλημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ [*](Joel ii. 13.) ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ “μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν [*](Ezek. xviii. 23.) αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ [*](e) “ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς [*](299 Α. a) ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.

Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μῆ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ [*](1. ὁ om. Edd. (Co.) καταφάγεται Α. (Alex. ΧΙΙ.) cf. infra 299 c. καταφάγῃ Edd. (Vat.) κατέδεται Β. (86 mg.) 4. ἐπειλημμένους Α. 5. τοῦ assumptum ex Β. 7. τὰ deest in Edd. 9. μακρόθυμός] + τε Α. 10. καθὼς Edd. 11. φωνῆς assumptum ex Α.Β. 12. ἀποθνήσκοντος Α. cf. in S. Joannem 725. e. ἁμαρτωλοῦ Β. Edd. τὸ] τοῦ Α. ἀποστρέψαι Α.Β. ἐπιστρέψαι Edd. 13. αὐτοῦ assumptum ex Α. (Alex.) 14. ἡμῖν ante Migne. 16. ἀθυμίας iid. 17. λατρεύσατε Α. λατρεύητε Β. λατρεύετε Edd. Statim τῷ φύσει τε Θεῷ κοὶ ζωοπ. καὶ σώς. Β. 18. ἔξω τε παντὸς Β. καὶ π. ἵξω Edd. 19. δεῖ Β. δεῖν Α. Edd. δὴ om. Β. 20. ἐξωθοῦντας om. Α. ἀποστάσεως Edd. 21. δὲ pro τε Α. 22. Haec λοπόν τῷ παναγάθῳ πανάγνῳ Α.] accesserunt ex Α.Β. 23. διασαφεῖ Edd.)

457
Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστίνων. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος [*](Gen. xxi. 31, 32.) Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ [*](b) ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἢ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πὼς μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον [*](c) Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραΐμ, ἤτοι τοὺς ἐν τῆ Σαμαρείᾳ· γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοούμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον.

Καλὴ τοιγαροῦν ἢ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας [*](d) αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς.

Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·

[*](7)[*](1. τοῦ φιλιστιεὶμ Edd. τῶν alt. om. Α. 2. ὅ τε θεσπέσιος accesserunt ex Α.Β. 3. εἰρηνικὰς A. b. εἰρήνης Edd. 4. μετωνόμαστο B. μετωνόμασται Edd. εἰς om. Α. b. habet Β. 5. ἐν ante Γαλγ. add. Α. 6. λίαν assumptum ex Β. deest in Α. 7. ἀπατωμένοις] πανωμένοις ἀπατωμένοις] Statim περιτιθεῖσαι Edd. 8. προσέταξεν Edd. invitis Α. b. 16. τῇ aeent in Edd. 18. Ἰσραὴλ αὐτοὺς inv. ordine iid. 19. λέγῃ B. et a. m. alia Α. λέγοι Edd. καὶ pro κατὰ Edd. ante Migne. 21. καλὸν Edd. 22. τε om. Α. 23. οὐτῇ Edd. 24. ἀπαλλ. συμφορᾶς hoc ordine Α. 25. Κύριος accessit ex A.B. (Alex. XII.))
458
[*](8)

ποιῶν πάντα κω μετασκευάζων, κὼ ἐκτρέπων εἰς τὸ πρωΐ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ἵδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐμ πρόσωπον τῆς [*](e) γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῶ. ὁ [*](9) συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐΜ ὀχύρωμα ἐπάγων.

Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων [*](300 Α. a) ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ’ αὐτοῦ δικαιοσύνης κατεζεῦχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξη, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς [*](b) ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῆ νόμους, καθ’ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ’ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ’ αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι ’δε ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντεποιῶν] [*](1. ὁ ποιῶν Edd. (Vat.) κατασκευάζων F.(Co.) 2. σκοτάζων F. (Co.) 4. ὁ sec. om. F. Edd. (XII.) αὐτοῦ F. Edd. 6. Μυσταγωγὸς iid. 9. τῷ τῶν ὅλων .... Θεῷ Α. τῶν ὅλων .... Θεὸς Β. Edd. 15. μετὰ φόβου Α.Β. μὲν φόβῳ Edd. 16. πνευματικῶν pro πνευμάτων Edd. 17. ἔχῃ iid. εἰ pro εἰς iid. ante Migne. 18. καὶ εἰς γῆν] καὶ ἀπὸ γῆς τε Α. 19. ὁ τοίνυν φησὶ τῶν ὅλων Α. τοίνυν φησὶ τῶν ὅλων ὁ Β. ἐγὼ τοίνυν φησὶν ὁ τῶν ὅλων Edd. 21. αὐτῆς Edd. ἐντιθεὶς Β. συντιθεὶς Α. Edd. 23. τοῖς Α. τοὺς Β. Edd. 24. εἰ Α. καὶ Edd. 26. μετασχεῖν Α. 27. ὁ pro ὡς Edd. αὐτῷ παντελῶς οὐδὲν Α. οὐδὲν αὐτῶ παντελῶς Edd.)

459
λῶς οὐδὲν, εἴκει δὲ καὶ αὐτὴ τῶν στοιχείων ἡ φύσις, καὶ [*](c) μεθίσταται τὰ ὄντα πρὸς τὸ αὐτῷ δοκοῦν, ἀποδείκνυσι, λαβὼν εἰς παράδειγμα τὸ ἐκτρέπειν μὲν εἰς τὸ πρωὶ σκιὰν, ἡμέραν δὲ αὖ συσκοτάζειν εἰς νύκτα· καὶ πρός γε δὴ τούτοις, ὅτι καὶ ἐξ ἁλὸς ὕδωρ, ἀφάτῳ δυνάμει πρὸς τὸ ὑψοῦ τε καὶ ἄνω καλῶν, γλυκὺ καθίησι τοῖς ἐπὶ τῆς γῆς, τοῖς τοῦ κρατοῦντος νεύμασι μεταχωροῦν εἰς τὸ παρὰ φύσιν. ἐκτρέπεσθαι δέ φησιν εἰς τὸ πρωὶ· σκιὰν, τουτέστι, τὴν νύκτα ἤγουν τὸ σκότος μεταφοιτᾶν εἰς ἡμέραν. ὡς γὰρ ὁ μακάριος γράφει Μωυσῆς “Σκότος ἦν” ἐν ἀρχαῖς “ἐπάνω τῆς ἀβύσ- [*](Gen. i. 2.) “σιυ,” τουτέστιν ἡ σκιά· ἁλλ’ “Εἶπεν ὁ Θεὸς, φησὶ, καὶ [*](d Ιb. 3.) “ἐγένετο φῶς” οὕτως εἰς τὸ πρωὶ, τουτέστιν εἰς ἡμέραν, μετατετράφθαι φαμὲν τὴν σκιὰν, τουτέστι τὸ σκότος. ἁλλ’ ἡμέρας γεγενημένης ἐπελάβετο αὖθις ἡ νύξ· τοῦτό ἐστι τὸ ἡμέραν εἰς νύκτα συσκοτάζειν. ὠφελεῖ δὴ οὖν ὁ Προθήτης τοὺς πεπλανημένους, οὐκ ἄψυχον ὕλην, τὸν φύσει τε καὶ ἀληθῶς ὄντα Θεὸν καταδεικνὺς, οὔτε μὴν ἐν ἴσῳ ταῖς δαμάλεσι ταῖς χρυσαῖς, ἤγουν κατά τινας ὄντας τῶν ἐκ τέχνης ἀνθρωπίνης ἐξηυρημένων θεῶν, ἀλλὰ καὶ τῶν ἄνω πνευμάτων [*](e) βασιλέα καὶ νομοθέτην, καὶ τῶν ἐπὶ γῆς ὁμοίως, καὶ δεσπόζοντα τῶν στοιχείων, καὶ πρὸς τὸ αὐτῷ δοκοῦν μετακλίνοντα τῶν ὄντων τὴν φύσιν. ταύτῃ γὰρ δὴ, καὶ μάλα δικαίως, φησὶν ὄνομα πρέπον αὐτῷ τὸ Κύριος ὁ Θεὸς ὁ Παντοκράτωρ. ἐπειδὴ δὲ ταῦτά ἐστι φύσει τε καὶ ἀληθῶς, διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, ἐπάγει δὲ καὶ ταλαιπωρίαν ἐπ’ ὀχύρωμα· καταδράττεταί φησι τῶν ὑπερηφάνων, καὶ τοῖς [*](2. μεθίστανται Β. πάντα pro ὄντα Α. 4. δὲ pro δὴ Edd. 5. ὅτι om. A. 6. καθίησι Β. καθί..ησι η in rasura Α. καθίστησι Edd. 7. ῥεύμασι iid. invitis Α.Β. τὸ] τὰ Edd. 8. σκιὰν] + θανάτου b. (XII mg. 22. al.) invitis Α.Β. τὸ pro τὴν Edd. repugnantibus Α.Β. b. 9. τὸν σκότον Α. Statim καταφοιτᾶν Edd. repugn. A.B.b. Haec ὁ μακάριος accesserunt ex A.B.b. 10. γράφει post Μ. tr. Edd. ἀρχῇ iid. 11. ἡ accessit ex A.b. 13. μὲν pro φαμὲν Edd. inv. A.B.b. τὸν σκότον A.b. 14. ἐπελάβετο Α.Β. ἐπέλαβεν b. ἐπελαύνετο Edd. τοῦτό ἐστι b. τουτέστι Α.Β. Edd. 16. τε] δὲ Edd. 17. ἀληθῆ iid. 18. τινας ὄντας] τινα ὄντα iid. 19. ἐξηυρημένων Α. ἐξευρ. Edd. 20. νομοθέτην] Δεσπότην Α. 22. τὰς φύσεις Α. 23. τὸ assumptum ex Α. 24. ἀληθῶς Α. ἀληθείᾳ Edd.)
460
ἀποσειομένοις τὸν αὐτοῦ ζυγὸν ἐπιμερίζει συντριβάς. ἀλλὰ [*](301 A. a) κἂν εἰ τις οἴηται τυχὸν ἐξ ἀποπληξίας ἰσχυρὸς εἶναι καὶ μέγας, καὶ τούτῳ ταλαιπωρίαν ἐπάγει. τοῦτο δὲ ἦν ὑπεμφαίνοντος εὐφυῶς, ὡς εἰ ἕλοιντο ῥᾳθυμεῖν, καὶ ἐν τοῖς τῆς ὑπερηφανίας ἐγκλήμασι διαμένειν ἔτι, καὶ μέγα φρονεῖν ἐπί γε σφίσιν αὐτοῖς, εἰς ἐσχάτην πεσοῦνται ταλαιπωρίαν, τῇ τοῦ πάντων κρατοῦντος χειρὶ λοιπὸν ὁσίως περιθραυόμενοι. [*](Prov. iii. 34.) “Κύριος γὰρ, φησὶν, ὑπερηφάνοις ἀντιτάσσεται,” κατὰ τὸ [*](b) γεγραμμένον, καὶ πολέμιον ἡγεῖται τὸν ἀλαζόνα καὶ ἀπειθῆ [*](Es. lxvi. 2.) καὶ δυσάγωγον· ἐπιβλέπει γεμὴν “ἐπὶ τὸν ταπεινὸν καὶ “ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους’’ αὐτοῦ. καὶ ἀγαθὸν τὸ χρῆμα, καὶ ἀξιοζήλωτον ἀληθῶς παρά γε τοῖς ἄριστα διαζῆν ἑλομένοις.

[*](10)

Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, κὼ λόΓοι ὅσιον ἐβδελύξαντο.

Αντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι [*](Supra ver. 9. c) “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὁχύ- “ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι’ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ’ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, Βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν [*](d) καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παρρησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ [*](1. αὐτοῦ Β. ἐπ᾿ αὐτῷ Α. ἐπ᾿ ἀντῶν Edd. 2. ei assumptum ex Α.Β. εται Edd. 4. ἐν assumptum ex Α.Β. 5. ὑπερηθανίας Β. ἀπειθείας Α. Pont. ἀπαθείας Aub. 8. φησὶν om. Α. Haec κατὰ τὸ γεγραμμένον desunt in Edd. 14. ἐλέγχοντας Β. invito Α. 17. προσετίθη Edd. 24. ἀπορθοῦν Α.Β. ἐπανορθοῦν Edd. 28. καὶ prius om. Β.)

461
νόμον ἀπονοίας αὐτῶν καὶ ἀποστροφῆς διαμεμνῆσθαι νυνί. ἤλεγχον μὲν γὰρ οἱ προφῆται, προσιόντες ἀκρύπτως. ὅσος δὲ λόγος ὁ νόμος ἦν, ὅτι καὶ Θεοῦ καὶ δικαιοσύνης πρύτανις, καὶ παιδαγωγὸς εἰς εὐσέβειαν, καὶ τοῦ φύσει τε καὶ ἀληθῶς Θεοῦ δεικτικός. διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, “ἁγίαν [*](e Rom. vii. 12.) “καὶ δικαίαν καὶ ἀγαθὴν” τὴν διὰ Μωυσέως εἴρηκεν ἐντολήν. οὐκοῦν νοσημάτων αἴσχιστον, καὶ τῶν ἐν ψυχὴ παθῶν ῥίζα τις ὥσπερ καὶ γένεσις τὸ ἀποσείεσθαι συμβουλὰς, καὶ μισεῖν ἐλέγχους, καὶ δοκεῖν τὸν θεῖον μηδὲ εἰδέναι νόμον. ὁ γάρ τοι πρὸς τοῦτο φαυλότητος καθιγμένος, νηί που πάντως ἔσται προσεοικὼς πηδαλίων ἐρήμῃ, καὶ οὐκ ἐχούσῃ τὸν ἐφεστηκότα, ἢ παντὶ πνεύματι περιφέρεται, καὶ πρὸς τὸ ὠθοῦν ἁπλῶς ἀπερισκέπτως ἵεται, μονονουχὶ καὶ μεθύουσα, καὶ κυμάτων ἄθυρμα φαινομένη λοιπόν. ἀλλ’ ὅ γε σοφὸς ἡμῖν [*](a 302 Α. Ps. xxxvu, 31.) Δαυεὶδ μακαρίζει τὸν δίκαιον ἐκεῖνον λέγων “Ὁ νόμος τοῦ Ps. “Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ “διαβήματα αὐτοῦ·” ἀπορθοῖ γὰρ ὁ νόμος εἰς τὸ ἀρέσκον Θεῶ.

Δῶ τοῦτο ἀνθ᾿ ὧι κατεκονδύλιζον εἰς κεφαλὰς πτωχὼ, κὼ

[*](11)

δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε κὼ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, καὶ ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.

[*](b)

Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ [*](1. νῦν pro νυνί Α. 2. ἤλεγχον Α. 3. καὶ prius om. Β. 5. Haec ὁ μακάριος assumpta ex Α.Β. 7. αἰσχίστων Α. ψυχῇ Α.Β. ψυχαῖς Edd. 13. ἁπλῶς] + καὶ Edd. ἵεται Β. ἵεται Α. Edd. 14. ἄθυρμα φαινομένη Α.Β. ἀθροίσματι φερομένη Edd. ἡμῖν Δαυεὶδ hoc ordine Α.Β. 16. αὐτοῦ prius om. Β. (39. al.) 19. εἰς κεφαλὰς πτωχῶν Α.Β. (Alex.) πτωχὸν F. Edd. (36. al.) πτωχοὺς Vat.] 20. αὐτοῦ V. Edd. (22. al.) ξυστοὺς Α.Β. (Alex.) ξεστοὺς Edd. (Vat.) Statim οἰκοδομήσατε Α. (62, 95, 147 153, 185.) 21. καὶ alt. assumptum ex Α.Β. (Alex. XII.) 22. Habet ἐφυτεύσατε Α. 23. καὶ prius assumptum ex Α. 24. γένεσιν ἔχει Α. 25. χρησίμου Α. χρηστοῦ Β. Edd.)

462
ὧδε ἔχουσι περιπταίειν ἡμᾶς ὡς ἐξ ἀνάγκης ποιεῖ. ὅνπερ γὰρ τρόπον φωτὸς ἀπεληλασμένου, κατ’ ἴχνος εὐθὺς καὶ κατὰ πόδας εἶσι τὸ σκότος, οὕτως ἀρετῆς ἀποφοίτησις ἑπομένην ἔχει τὴν τῆς φαυλότητος εἰσδρομήν. οὐκοῦν, Supra ἐπειδήπερ μεμισήκασι μὲν “ἐν πύλαις ἐλέγχοντα, κατε- “βδελύξαντο δὲ καὶ λόγον ὅσιον,” εἰς πολυειδῆ κατώλισθον [*](c) ἁμαρτίαν, ἐτράποντό τε πρὸς πλεονεξίαν, καὶ τὴν ὅτι μάλιστα κατεστυγημένην Θεῷ καταδυναστείαν ἐπιτηδεύοντες, [*](Es. lviii.) ἔτυπτον μὲν “Πυγμαῖς ταπεινὸν,” καὶ ἐκονδύλιζον κεφαλὰς πτωχῶν, οἱ ἁδροί που πάντως καὶ τῶν ἄλλων ὑπερκείμενοι δόξη τε καὶ πλούτῳ· διήρπαζον δὲ δωρεᾶς ὀνόματι, παρ’ οὐχ ἑκόντων δεχόμενοι τὰ τῶν ἐνόντων αὐτοῖς τιμιώτερα. πλὴν ἀποφαίνει χρησίμως, ὅτι τοῖς τὰ τοιαῦτα δρᾶν εἰωθόσιν ἀνόνητος ἡ πλεονεξία, καὶ τὸ αἰσχρῶν ἡττᾶσθαι [*](d) λημμάτων εἰς λύπας ἐκτελευτᾷ, καὶ δίκην ἔχει τὸ πέρας. εἰ γὰρ μήτε οἴκων ἀπολαύσουσι τῶν ὡς ἐν σπουδῇ καὶ φιλοτίμως ἐξειργασμένων, εἰκῇ εἰκῆ δὲ αὐτοῖς πονεῖται τὰ ἐν ἀγροῖς, οἴχεται δὲ πρὸς ἀδόκητον ἔκβασιν τῶν ἠγαπημένων ἡ μέθεξις, δι’ ἃ γέγονεν ἡ πλεονεξία, καὶ τὸ φιλοχρήματον εἰσέδυ πάθος, πῶς οὐκ εἰκαῖος καὶ ἀκερδὴς ἀναφανεῖταί τισιν, ὁ ἐπί γε τῷ χρῆναι πλεονεκτεῖν τρόπος; σοφὸν οὖν ἐκεῖνο περινοεῖν, [*](Prov. xxi) 8 ὅτι καθά φησιν ὁ Παροιμιαστής “Κρείσσων ὀλίγη λῆψις [*](e) “μετὰ δικαιοσύνης ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.” [*](Col. iii). εἰδωλολατρείαν δὲ καὶ ὁ Παῦλος τὴν πλεονεξίαν καλεῖ, καὶ μάλα εἰκότως· ἀθεότης γὰρ τὸ χρῆμα λοιπὸν, καὶ ἐν ἴσῳ τέθεινται τοῖς τὸν φύσει Θεὸν οὐκ ἐπεγνωκόσιν οἱ τὸν τῆς Rom. εἰς ἀδελφοὺς ἀγάπης νόμον πατοῦντες, ἣ καὶ τοῦ νόμου τὴν πλήρωσιν ἔχει. ὁ δὲ νόμον οὐκ εἰδὼς, ἀρνεῖται τὸν Νομοἀπεληλασμένου [*](2. Α. ἀπεληλαμένου Edd. 3. εἴη pro εἰσι Α. ἐστὶ e suo Migne. 7. τε assumptum ex B. 8. κατεστυγμένην Edd. ante Migne. 9. καὶ ἐκονδύλ.] ἐκονδύλιζον δὲ Α. 10. που Α. πὼς Edd. 12. οὐχ ἑκόντων Β. οὐκ ἐχόντων Α. οὐκ ἀκόντων Edd. ἐνόντων Α.Β. ἐόντων Edd. 13. τοιάδε Α. 15. λημμάτων] χρημάτων Α. δίκην] λύπην Α. 16. ἀπολαύουσι Α. 19. τὸ om. Α. 21. παρανοεῖν Edd. 22. καθώς iid. κρεῖσσον iid. Statim μικρὰ μερὶς pro ὀλίγη λῆψις Α. 20. φύσει assumptum ex Α.Β. ἐγνωκόσιν Α. 27. πατοῦντες νόμον inv. ordine Α. τὴν om. Α. XIII. )
463
θέτην. σωφρονεστέρους δὲ ἡμᾶς καὶ ἀδίκου φιλοχρηματίας κρείττονας καὶ αὐτὸς ὁ Χριστὸς ἀπετέλει λέγων “Τί γὰρ [*](S.Matth. xvi 26) “ὠφεληθήσεται ἄνθρωπος ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, [*](a 303 Α.) “τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος “ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ·” “Θησαυροὶ γὰρ ἀνόμους [*](Prov. x.) “οὐκ ὠφελήσουσι, κατὰ τὸ γεγραμμένον· δικαιοσύνη δὲ “ῥύσεται ἐκ θανάτου.

Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, [*](12) καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. Μᾶ τοῦτο ὁ συνιών ἑ τῷ καιρῷ [*](13) ἐκείνῳ σιωπήσεται, ὅτι καιρός πονηρός ἐστιν.

Οτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν [*](b) πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀνεξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, [*](Supra (ver.) II) καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευφραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ’ αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δικαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν [*](c) ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό [*](2. Χριστὸς] Σωτῆρ’ Α. Statim ἀπετέλει Α. ἐπιτελεῖ Β. Edd. 3—5. ὅταν—τῆς ψυχῆς αὐτοῦ Α.Β. καὶ ἑξῆς Edd. 8. ἔγνω Edd. ante Migne. 9. ἀνταλλάγματα Β. πένητα F. (XII m. prima.) 10. τῷ om. Edd. (Co.) 11. καιρὸς om. F. Edd. 12. μικροῖς Β. 14. μετρίοις Α. Edd. μυρίοις Β. τῆς ἀχαλίνης εἰς φ. ῥοπῆς Edd. 17. ἀμπελῶνος iid. τοῦ κατευφραίνειν εἰδότος Α. κατευφραίνοντος lid. 18. ἐπειδὴ τοίνυν Α. ἐπείτοι Edd. 19. φορητοὶ Α. αἱ assumptum ex Α. 20. τυχόντα Edd. 22, τρόπον τινὰ καταδυναστεύειν inv. ordine Α. 25. ἐξέκλινον Α.)

464
φησιν, ὅτι τοὺς τὰ μέτρια φρονεῖν ἀναπείθοντας, καὶ ἐν παῤῥησίᾳ περὶ τούτου συμβουλεύοντας ἐποιοῦντο φευκτούς· [*](d) ἤγουν ὅτι τὰ τῶν πενήτων κρίματα παρακρίνειν ἀπετόλμων, οὐ λεληθότως· πόθεν; οὐδὲ οἱονεὶ σοφιζόμενοι τὴν ἀσέβειαν, ἀλλ’ οἱονεὶ ἐν πύλαις, τουτέστιν ἀναφανδὸν καὶ ἐν ὄψει πολλῶν, οὐδὲν ἔτι κατερυθριῶντες ὅλως, οὔτε μὴν αἰδῶ τινὰ τοῦ θείου ποιούμενοι νόμου. εἰς τοῦτο δὲ ἤδη φαυλότητός τε καὶ πονηρίας κατεβίβασαν τὸν καιρὸν, ὡς καὶ αὐτοῖς ἄμεινον ὁρᾶσθαι τοῖς σοφοῖς, καὶ τοῖς συνιέναι δυναμένοις οἰκονομίας πραγμάτων, τὸ μήτε ἐλέγχειν ἔτι, μήτε μὴν [*](e) ἐπανορθοῦν τοὺς δυσσεβεῖν ἑλομένους, διάτοι τὸ τοῖς οὐκ ἔχουσιν ὠτία προσεοικέναι λοιπὸν τοὺς ἐλεγχομένους, καὶ κυνηδὸν ἐπιθρώσκειν τοῖς ἐθέλουσιν ὠφελεῖν, καὶ ἐν ἐχθρῶν ποιεῖσθαι μοίρᾳ τοὺς τῶν καλλίστων εἰσηγητάς. ἐπετίμων γὰρ τοῖς ἁγίοις προφήταις, καὶ πραγμάτων αὐτοὺς πειρᾶσθαι παρεσκεύαζον εἰς μέσον ἰόντας ἔσθ’ ὅτε, καὶ τοὺς ἄνωθεν αὐτοῖς διακομίζοντας λόγους. καὶ γοῦν Σεδεκίας ἀπαγγέλλοντα [*](Hier. xliv. 15 16; xlv.6. 304 A. a). τὰ παρὰ Θεοῦ τὸν προφήτην Ἱερεμίαν ποτὲ μὲν ἐδέσμει, ποτὲ δὲ καὶ εἰς λάκκον καθίει, καὶ τοῖς ἐν αὐτῶ τέλμασιν ἐναποπνίγειν ἤθελεν.

Oὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἱσχυρὰς δὲ εἶναί φαμεν τὰς [*](18.Joan. v17.) ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι “μὴ πᾶσα “ἁμαρτία πρὸς Θάνατον,” κατά γε τὴν σοφωτάτην τοῦ [*](b) Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρωπίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](2. φευκτικούς e suo Migne. 3. ὅτι assumptum ex Β. 4. πόθεν om. Β. ποθὲν Α. εὐσέβειαν Edd. 5. οἱονεὶ Α. οἷον iid. 10. οἰκονομίαν iid. 11. τοι assumptum ex b. 20. ἐναποπνίγειν Α.Β. ἀποπν. Edd. 23. παροτρύνειν Α. Edd. παροξύνειν Β. 24. ἀποδώσει Β. 25. ποινάς pro φλόγας Β. invito Α. 27. εἰς pro πρὸς Α. τοῦ om. Α. 28, 29. Haec εἰ δὲ μηδεμία—᾿Αμήν accesserunt ex Β.)