In XII Prophetas
Cyril of Alexandria
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.
ποιῶν πάντα κω μετασκευάζων, κὼ ἐκτρέπων εἰς τὸ πρωΐ σκιάν, καὶ ἡμέραν εἰς νύκτα συσκοτάζων, ὁ προσκαλούμενος τὸ ἵδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐμ πρόσωπον τῆς [*](e) γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῶ. ὁ [*](9) συντριμμὸν ἐπὶ ἰσχὺν καὶ ταλαιπωρίαν ἐΜ ὀχύρωμα ἐπάγων.
Μυσταγωγικὸς ὁ λόγος, καὶ ὅτι μάλιστα πρέπων τοῖς καλουμένοις εἰς ἐπίγνωσιν Θεοῦ, καὶ πρὸς τὸ τῆς ἀληθείας φῶς ἰέναι σπουδάζουσι. πρόκειται γὰρ τῷ Προφήτῃ διδάξαι τοὺς πλανωμένους, πρῶτον μὲν ὅτι τῷ τῶν ὅλων τὸ κράτος ἀνῆπται Θεῷ, καὶ τοῖς αὐτοῦ νεύμασι πηδαλιουχεῖται τὰ σύμπαντα, καὶ νόμῳ δικαιοσύνης ἡ παμμακαρία τῶν ἀγγέλων [*](300 Α. a) ὑπενήνεκται πληθύς· καὶ ὅτι πάντη τε καὶ πάντως τοὺς ὄντας ἐπὶ τῆς γῆς ἀκόλουθόν τε καὶ ἀναγκαῖον τοῖς τῆς παρ’ αὐτοῦ δικαιοσύνης κατεζεῦχθαι νόμοις. εἰ γὰρ τὸ ἄμεινον ἐν τούτοις καὶ δουλεύει Θεῷ, καὶ ὑπέστρωται μετὰ φόβου τῶν ἐν ὕψει πνευμάτων ἡ ἁγία πληθὺς, πῶς ἂν ἢ πόθεν τὸ ἀνεπίπληκτον ἔχοι διανενευκὸς εἰς τὸ ἐξήνιον τὸ οὕτω μειονεκτούμενον φύσει τε καὶ δόξη, τουτέστιν, ὁ ἐκ γῆς τε καὶ εἰς γῆν ἄνθρωπος; ὁ τοίνυν, φησὶ, τῶν ὅλων Κύριος ὁ εἰς [*](b) ὕψος ποιῶν κρῖμα. ὅμοιον δὲ ὡς εἰ λέγοι Ὁ τοῖς ὑψοῦ καὶ ἄνω πνεύμασι τῆς αὐτοῖς πρεπούσης δικαιοσύνης ἐντιθεὶς τὸν τρόπον· κρῖμα γὰρ τὴν δικαιοσύνην φησίν· αὐτὸς τέθεικε καὶ εἰς γῆν δικαιοσύνην, τουτέστιν, ὡρίσατο καὶ τοῖς ἐν γῆ νόμους, καθ’ οὓς ἂν πρέποι διαζῆν αὐτοὺς, εἰ ἐν λόγῳ τέθειται παρ’ αὐτοῖς τὸ εὖ εἶναι καὶ ζῆν, καὶ τῆς παρ’ αὐτοῦ μετέχειν ἡμερότητος καὶ φιλανθρωπίας. ὅτι ’δε ἐστι παντοκράτωρ καὶ παναλκὴς ὡς Θεὸς, καὶ ἀμήχανον αὐτῷ παντεποιῶν] [*](1. ὁ ποιῶν Edd. (Vat.) κατασκευάζων F.(Co.) 2. σκοτάζων F. (Co.) 4. ὁ sec. om. F. Edd. (XII.) αὐτοῦ F. Edd. 6. Μυσταγωγὸς iid. 9. τῷ τῶν ὅλων .... Θεῷ Α. τῶν ὅλων .... Θεὸς Β. Edd. 15. μετὰ φόβου Α.Β. μὲν φόβῳ Edd. 16. πνευματικῶν pro πνευμάτων Edd. 17. ἔχῃ iid. εἰ pro εἰς iid. ante Migne. 18. καὶ εἰς γῆν] καὶ ἀπὸ γῆς τε Α. 19. ὁ τοίνυν φησὶ τῶν ὅλων Α. τοίνυν φησὶ τῶν ὅλων ὁ Β. ἐγὼ τοίνυν φησὶν ὁ τῶν ὅλων Edd. 21. αὐτῆς Edd. ἐντιθεὶς Β. συντιθεὶς Α. Edd. 23. τοῖς Α. τοὺς Β. Edd. 24. εἰ Α. καὶ Edd. 26. μετασχεῖν Α. 27. ὁ pro ὡς Edd. αὐτῷ παντελῶς οὐδὲν Α. οὐδὲν αὐτῶ παντελῶς Edd.)
Ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, κὼ λόΓοι ὅσιον ἐβδελύξαντο.
Αντέχεται πάλιν τῆς αὐτῷ πρεπούσης ἀκολουθίας ὁ λόγος. ἐπειδὴ γὰρ ὁ θεσπέσιος Προφήτης παντοκράτορά τε καὶ παναλκῆ κατωνόμαζε τὸν Θεὸν, προσετίθει δὲ ὅτι [*](Supra ver. 9. c) “διαιρεῖ συντριμμὸν ἐπὶ ἰσχὺν, καὶ ταλαιπωρίαν ἐπὶ ὁχύ- “ρωμα ἐπάγει,” ταύτῃτοι καὶ νῦν ἀναγκαίως, ἵνα οἴηται περιττῶς ἐπάγειν αὐτὸν τοῖς ὀλίγα πταίουσι τὰς ὀργὰς, ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ εἰς μέσον ἄγει τὰς αἰτίας, δι’ ἃς συντρίμματα καὶ ταλαιπωρίαν ἐπιμερίζει τισίν. μεμισήκασι γάρ φησι τοὺς σωφρονιστὰς, παρ’ οὐδὲν πεποίηνται τοὺς ἐλέγχοντας καὶ τοὺς ἀπορθοῦν εἰωθότας εἰς τὸ ἁνδάνον Θεῷ, Βδελυρὸν ἡγήσαντο πάντα λόγον ὅσιον, τὸν [*](d) καλοῦντα δηλονότι καὶ παραθήγοντα πρὸς ὁσιότητα καὶ ἁγιασμόν. τὸ δὲ ἐν πύλαις νοήσεις, ἐναργῶς καὶ ἀναφανδὸν καὶ ἐν παρρησίᾳ. ἔοικε δὲ τῆς εἰς προφήτας καὶ [*](1. αὐτοῦ Β. ἐπ᾿ αὐτῷ Α. ἐπ᾿ ἀντῶν Edd. 2. ei assumptum ex Α.Β. εται Edd. 4. ἐν assumptum ex Α.Β. 5. ὑπερηθανίας Β. ἀπειθείας Α. Pont. ἀπαθείας Aub. 8. φησὶν om. Α. Haec κατὰ τὸ γεγραμμένον desunt in Edd. 14. ἐλέγχοντας Β. invito Α. 17. προσετίθη Edd. 24. ἀπορθοῦν Α.Β. ἐπανορθοῦν Edd. 28. καὶ prius om. Β.)
Δῶ τοῦτο ἀνθ᾿ ὧι κατεκονδύλιζον εἰς κεφαλὰς πτωχὼ, κὼ
[*](11)δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ’ αὐτῶν, οἴκους ξυστοὺς ᾠκοδομήσατε κὼ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς, καὶ ἀμπελῶνας ἐπιθυμητοὺς ἐφυτεύσατε καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.
[*](b)Ἀληθὲς, ὅτι καὶ πάντη τε καὶ πάντως τὸ ἀποσχέσθαι τῶν ἀγαθῶν τὴν τῆς φαυλότητος ἔχει γένεσιν, καὶ ἡ τοῦ χρησίμου τε καὶ ὠφελεῖν πεφυκότος ἀποστροφὴ τοῖς οὐχ [*](1. νῦν pro νυνί Α. 2. ἤλεγχον Α. 3. καὶ prius om. Β. 5. Haec ὁ μακάριος assumpta ex Α.Β. 7. αἰσχίστων Α. ψυχῇ Α.Β. ψυχαῖς Edd. 13. ἁπλῶς] + καὶ Edd. ἵεται Β. ἵεται Α. Edd. 14. ἄθυρμα φαινομένη Α.Β. ἀθροίσματι φερομένη Edd. ἡμῖν Δαυεὶδ hoc ordine Α.Β. 16. αὐτοῦ prius om. Β. (39. al.) 19. εἰς κεφαλὰς πτωχῶν Α.Β. (Alex.) πτωχὸν F. Edd. (36. al.) πτωχοὺς Vat.] 20. αὐτοῦ V. Edd. (22. al.) ξυστοὺς Α.Β. (Alex.) ξεστοὺς Edd. (Vat.) Statim οἰκοδομήσατε Α. (62, 95, 147 153, 185.) 21. καὶ alt. assumptum ex Α.Β. (Alex. XII.) 22. Habet ἐφυτεύσατε Α. 23. καὶ prius assumptum ex Α. 24. γένεσιν ἔχει Α. 25. χρησίμου Α. χρηστοῦ Β. Edd.)
Ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν, [*](12) καταπατοῦντες δίκαιον, λαμβάνοντες ἀλλάγματα καὶ πένητας ἐν πύλαις ἐκκλίνοντες. Μᾶ τοῦτο ὁ συνιών ἑ τῷ καιρῷ [*](13) ἐκείνῳ σιωπήσεται, ὅτι καιρός πονηρός ἐστιν.
Οτι μὴ ἐπὶ σμικροῖς, μήτε μὴν ἐπὶ τοῖς τυχοῦσι τῶν [*](b) πλημμελημάτων ἀμύνεται Θεὸς τοὺς προσκεκρουκότας, ἀνεξικακήσας δὲ μᾶλλον ἐπὶ μετρίοις πταίσμασι, ταῖς ἀχαλίνοις εἰς φαυλότητα ῥοπαῖς λοιπὸν ἐπάγει τὴν κίνησιν, πειρᾶται διδάσκειν. ἀποπεσεῖσθαι γὰρ οἴκων τοὺς ἐν Σαμαρείᾳ φησὶ, [*](Supra (ver.) II) καὶ μέντοι καὶ ἀμπελώνων, καὶ παντὸς οἶμαι τοῦ κατευφραίνειν εἰδότος καὶ συνέχοντος εἰς εὐημερίαν. ἐπειδὴ τοίνυν δειναὶ καὶ μεγάλαι καὶ οὐκ ἔτι φορηταὶ γεγόνασιν αἱ παρ’ αὐτῶν ἁμαρτίαι· κατεδυνάστευον γὰρ δικαιον, ἢ ἄνδρα τυχὸν, ἤγουν, βλέποντες εἰς ἀνοσιότητα, ὀλίγα φροντίζειν ἠξίουν [*](c) ὀρθοῦ καὶ δικαίου κρίματος. ἔστι δὲ τοῦτο καταδυναστεύειν τρόπον τινὰ καὶ πλεονεκτεῖν ἀφυλάκτως τὸ δοκοῦν τῷ νόμῳ. ἐδέχοντο γὰρ καὶ ἀλλάγματα, τουτέστιν ἀντιδόσεις καὶ ἀντιμισθίας τῶν ἀδίκων κριμάτων· καὶ πρός γε τούτοις ἐξέκλινον πένητας ἐν πύλαις. καὶ τί δὴ τοῦτό ἐστιν; ἢ γὰρ ἐκεῖνό [*](2. Χριστὸς] Σωτῆρ’ Α. Statim ἀπετέλει Α. ἐπιτελεῖ Β. Edd. 3—5. ὅταν—τῆς ψυχῆς αὐτοῦ Α.Β. καὶ ἑξῆς Edd. 8. ἔγνω Edd. ante Migne. 9. ἀνταλλάγματα Β. πένητα F. (XII m. prima.) 10. τῷ om. Edd. (Co.) 11. καιρὸς om. F. Edd. 12. μικροῖς Β. 14. μετρίοις Α. Edd. μυρίοις Β. τῆς ἀχαλίνης εἰς φ. ῥοπῆς Edd. 17. ἀμπελῶνος iid. τοῦ κατευφραίνειν εἰδότος Α. κατευφραίνοντος lid. 18. ἐπειδὴ τοίνυν Α. ἐπείτοι Edd. 19. φορητοὶ Α. αἱ assumptum ex Α. 20. τυχόντα Edd. 22, τρόπον τινὰ καταδυναστεύειν inv. ordine Α. 25. ἐξέκλινον Α.)
Oὐκοῦν ἐπὶ μικροῖς ἔτι πταίσμασι μετανοεῖν ἀναγκαῖον, καὶ μὴ ταῖς τῶν μειζόνων ἐπαγωγαῖς μονονουχὶ καὶ ἄκοντα παροτρύνειν Θεόν. εἰ γὰρ ἰσχυραὶ γένοιντο καὶ πολλαὶ λίαν αἱ ἁμαρτίαι, τότε δὴ πάντως ἀνταποδώσει, καὶ τὰς τῆς ἀγανακτήσεως ἐποίσει φλόγας. ἱσχυρὰς δὲ εἶναί φαμεν τὰς [*](18.Joan. v17.) ἁμαρτίας, τὰς δεινάς τε καὶ ἀφορήτους· ὅτι “μὴ πᾶσα “ἁμαρτία πρὸς Θάνατον,” κατά γε τὴν σοφωτάτην τοῦ [*](b) Ἰωάννου φωνήν· εἰ δὲ μηδεμία νικᾶν ἰσχύει τὴν φιλανθρωπίαν Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
[*](2. φευκτικούς e suo Migne. 3. ὅτι assumptum ex Β. 4. πόθεν om. Β. ποθὲν Α. εὐσέβειαν Edd. 5. οἱονεὶ Α. οἷον iid. 10. οἰκονομίαν iid. 11. τοι assumptum ex b. 20. ἐναποπνίγειν Α.Β. ἀποπν. Edd. 23. παροτρύνειν Α. Edd. παροξύνειν Β. 24. ἀποδώσει Β. 25. ποινάς pro φλόγας Β. invito Α. 27. εἰς pro πρὸς Α. τοῦ om. Α. 28, 29. Haec εἰ δὲ μηδεμία—᾿Αμήν accesserunt ex Β.)Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καἰ ἔσται [*](14) οὕτως μεΘ’ ὑμῶ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἡγαπήκαμεν τὰ καλὰ, [*](15) καὶ ἀποκαταστήσατε ἐν πύλαις κρὶμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.
Εφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ c ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, [*](1 Par. v. 26.) τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ’ ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν [*](4 Reg. xvii.3.) Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, “πόνῳ [*](Hier. vi.7) “καὶ μάστιγι” παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετατιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν [*](d) [*](1, 2. Sic Β. τόμος β΄. λόγος τρίτος Α. 3. ζήσετε Α. (228.) 4. ὑμῶν] + Κύριος· οὕτως εἶπεν F. Edd. (Co.) 5. ἠγαπήκαμεν Α.Β. (Alex. XII.) ἠγαπήσαμεν Edd. (Vat.) 6. ἀποκαταστήσατε] ἀποκαταστήσεται F. Edd. (Co.) μικρὰ pro κρῖμα (sic) Α. ἐλεήσει Α. (Alex. 62, 147.) ἐλεήσῃ Β. Edd. 7. τοῦ om. Edd. (Co.) 9. δὲ] + καὶ Β. Edd. invito Α. Φουλὰ] Sic edidi. Φοῦλα Edd. Φούλας Β. 10. Ἀσσυρίων πρῶτος Α. Ἀσσύριος Edd. 11. πέρας Β. ἀναστατώσας Β. ἀναστήσας Α. ἀνασπάσας Edd. 12. μετ ἐκεῖνον] μετὰ τοῦτον Edd. Statim δὲ assumptum ex Β. 14. ἐποιεῖτο Α. ὁ assumptum ex Α. 16, ἐπείγετο pro ἐπί γε τὸ (sic) Α. περπωδέστατα Edd.)
Δεῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορθοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν.
[*](b)[*](16)Διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὀς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαιο ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· [*](1. γνωσικακοῦντας (sic) Α. 4. κατὰ pro ἐκ Α. ἠθῶν Α. Statim τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπ. τῷ Θεῷ hoc ordine καὶ et τῷ assumpta ex Α.] Α. τὴν ἐπανόρθωσιν post κοτεπαγγ. transp. Β. post Θεῷ Edd. 6, ἠγαπήσαμεν Edd. 10. δὲ assumptum ex Α.Β. 11. ψόφον Α. 17. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ] ἐπειδὴ γὰρ Edd. 20. δὴ om. Α. ἡμᾶς Α. 21. τὰ Θέῳ] τῷ Θεῷ τὰ Α. 26. πόσαις] + ταῖς Edd. (Vat.) ταῖς om. Β. (Alex.) erasura est in Α. 27. πόσαις] + ταῖς Edd. (Vat.) invitis A.B. (Alex. XII.) ῥηθήσεται] θρηνήσατε Α. (cf. 114.) Statim οὐαὶ prius om. B.)
Απογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε [*](Supra ver. 15.) μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον [*](c) ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαίνεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνάμεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν [*](d) ἤδη πὼς τὰς ἁμαρτίας, καὶ οὐ πόρρω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πὼς οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιρρίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ [*](e) τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν.
Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· ἵνα τί αὕτη ὑμῖν ἡ [*](18) ἡμέρα τοῦ Κυρίου; καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς. ὃν [*](19) τρόποι ὅταν φύγῃ ἄνθρωπος ἐκ προσώπου τοῦ λέοντος, καὶ [*](1. καὶ εἰς εἰδότας θρῆνον om. Α. (240.) 2. διελεύσομαι B.F. (XII.) cf. infra. ἐλεύσομαι Α. Edd. (Vat.) ἐπελεύσομαι Alex.] 3. Κύριος] + ὁ Θεὸς Β. 5. ἀπηλγηκότες Α. 8. ἀνεκλίνατε Α. 10. κῶμαι Edd. Statim τε pro δὲ Migne. πανταχῆ Α. 13. γὰρ pro καὶ Α. ἀγροικὸν Edd. 14. ὀδύρασθαι Β. ὀδύρεσθαι Α. Edd. 17. οὕτω pro οὔπω Edd. 18. καὶ ἀφεθῆναι pro οὐδὲ ἐφεστάναι Α. 19. παρέσται Α. 21. ἀφεστηκότος Α. invito Β. 24. αὕτη Β. αὐτὴ F. Edd. 25. τοῦ om. Α. (62, 147, 153.) αὐτή A.F. 20. ὅταν φύγῃ ἄνθρωπος] ἐόν τις φύγῃ F. Edd. (Co.) τοῦ om. Α. Edd. (26, 36 62, 86, 147.))
Tῶν ἁγίων προφητῶν προαγορευόντων αὐτοῖς τὰ ἐσόμενα, καὶ ὅτι πικραῖς καὶ ἀνιάτοις περιπεσοῦνται συμφοραῖς, διανενευκότες ἀσχέτως ἐπὶ τὰ τῆς πλανήσεως ἔργα, διαγελῶντές τε καὶ ὑπτιούμενοι, ποτὲ μὲν ἔφασκον, εἰς ὑπερθέσεις [*](Cf. Ezek xii 27.) καὶ χρόνους δραμεῖσθαι τὰς προφητείας· ποτὲ δὲ καὶ ολοτροως ἀπεγνωκότες, ἀπετόλμων λέγειν, κάτα γε τὴν [*](Hier.xvii. 15.) Ἱερεμίου φωνήν “Ποῦ ἐστὶν ὁ λόγος κυρίου; ἐλθέτω. ᾤοντο γὰρ, ὅτι καὶ ψευδοεποῦσιν οἱ προφήται, καὶ δειμάτων [*](b) αὐτοὺς ἀναπιμπλᾶσι κενῶν· ἤγουν εἰ καί τις ἀληθῶς κατ’ αὐτῶν ἴοι πόλεμος, ἀμείνους ἔσονται τῆς ἐκείνων χειρὸς, σκληρὰν καὶ δυσάντητον ἀντανιστάντες αὐτοῖς ἀλκήν τε [*](Prov. xviii. 3.) καὶ προθυμίαν. ἀληθὲς γὰρ ὅτι “Ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ, κατὰ τὸ γεγραμμένον. ἁλλ’ οἱ τοιοίδε τὴν ἕξιν, καθάπερ τὰ τῶν τραυμάτων ἀπεγνωσμένα, μονονουχὶ καὶ κεκράγασιν, ὅτι πυρὸς δέονται καὶ τομῆς, καὶ τῶν τοιούτων εἰσὶν ἐν ἐπιθυμίᾳ. διψῶσι γὰρ τρόπον τινὰ τὸ χρῆναι κολάζεσθαι, καὶ εἰ μὴ τῇ τοιᾷδε λοιπὸν κέχρηνται φωνῇ.
[*](c)Οὐαὶ τοίνυν, φησὶν, τοῖς οὐδὲν ἕτερον ἐπιθυμοῦσί τε καὶ ἐκδεχομένοις εἰ μὴ τὴν τῆς κολάσεως ἡμέραν· ἢν καὶ τοῦ κυροῦ φησίν· ἐπάγεται γὰρ παρὰ Θεοῦ. ἵνα τί τοίνυν αὐτὴ, [*](1. ἡ om. F. Edd. (311.) ἄρκος B.F. (A.V C.) ἄρκτος Α. Edd. αὐτοῦ om. F. Edd. (22. al.) 2. ἀπερείσῃ Α.Β. (XII. ἀπερισῃ Alex.) ἀπερείσηται Edd. εἰς pro ἐπὶ Α. (26. al.) πρὸς Alex.] 3. τοῦ om. Α. (Co.) οὐτῇ B.e. αὐτή Α. αὕτη Edd. [αὐτῆς XII.] Nihil habet F. (86.) 7. ἀσχέτως Α. Edd. ἐκτόπως Β. 8. τε assumptum ex Β. δὲ pro τε Α. 9. τὰς προφητείας] τοὺς προφήτας Edd. 11. ποῦ ἐστὶν Β. πότε ἐστὶν Α. ποῦ ποτέ ἐστιν Edd. 12. ὅτι καὶ Β. ὅτι Α. ὡς ἢ Edd. 13. ἀναπιμπλῶσι Edd. εἰ om. Α. ἀληθῶς assumptum ex Α. 14. εἴη pro ἴοι Α. 15. ἀντανιστῶντες Edd. 17. βάθη Α. (23, 296.) καταφρονήσει Β. Statim haec κατὰ τὸ γεγραμμένον assumpta ex Α. Β. 19. καὶ prius assumptum ex Β. 21. τῇ assumptum ex Α. λοιπὸν om. Α. 24. εἰ μὴ Α. ἢ Edd. Assumpta καὶ ex Α.Β. τοῦ ex Α. 25. αὐτὴ om. Α.)
Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶ, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν [*](21) ταῖς πανηγύρεσιν ὑμῶν· διότι ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα [*](22) κω θυσίας ὑμῶν, οὐ προσδέξομαι αὐτὰ κα σωτηρίου ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι.
Ἁρμόσειεν ἂν ὁ λόγος τοῖς ἐξ Ἰούδα μάλιστα καὶ Βενιαμίν. αἰ μὲν γὰρ ἐν τῆ Σαμαρείᾳ φυλαὶ ταῖς τῶν εἰδώλων λατρείαις ὁλοτρόπως προσκείμεναι, ῥᾴθυμοί τε σφόδρα καὶ πολὺ κατημεληκυῖαι τῶν διὰ Μωυσέως ἡλίσκοντο νόμων· οἱ δὲ ἐν τοῖς Ἱεροσολύμοις, ἔθυον μὲν ἐν [*](a 307 Α.) [*](1.πλείστοις ὅσαις ἀναπ. συμφοραῖς Edd. 2. φησι assumptum ex Β. 3. εἴη pro ἴοι Α. 6. ἄρκτον habent Α.Β. 7. εἴ τις om. Α. ἀσφαλείᾳ Α. ἀσφαλεῖ Β. Edd. 8. εἰσελεύσεται pro εἰσελάσαι τε Α. παραπεσεῖται Edd. 9. ὑπενηνεγμένοις (sic) Α. 11. τίς ὁ ἐπικουρήσων καὶ ἀπαλλάξων Β. τίς ἐπικουρήσει καὶ ἀπαλλάξει Edd. ἢ ποῖος— τῶν κακῶν om. Β. 16. τὰς assumptum ex Α. (22. al.) cf. infra 308 d. ἐν om. Α. 17. ἀνενέγκητέ F. Edd. (Co.) 18. θυσίαν Edd. (Co.) αὐτὰ assumptum ex A.B. (Alex. XII mg.) 20. Ἁρμόσοι Edd. In Α. ἐξ castigatur ad ἐν. 21. τῆ deest in Edd. 23. κατημεληκυῖαι Β. κατημεληκότες Edd. 24. τοῖς deest in Edd. μὲν om. Α.)