In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Oὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προστέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ’ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα [*](c) γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἰεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, [*](d) οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ’ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσ μένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι [*](e) πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ [*](1. Κύριος pro ὁ Θεὸς F. Edd. (Co.) 2. ἐγενήθητε F. (42.) ἀπεσπασμένος μένος Α. ἐκ πυρὸς] ἀπὸ καύσεως F. Edd. (Co.) 3, ὣς Α. οὕτως F. Edd. (26. al.) 5, αἰκίαις Α. ὀργαῖς Β. Edd. 8. ἡμῖν ἐν τούτοις hoc ordine A.b. 10. μὲν assumptum ex b. deest in Α. 11, καὶ] + αὐτὰς Α. αὐτῆς Α. αὐτοῖς Β. αὐτῇ Edd. 12. κατέσπασε Α. 13. ἐκ τοῦ πολέμου Α. ἐν τῷ πολέμω Β. Edd. 14, λαμπρῶς Edd. ὁμοῦ τοῖς ἅλ’. inv. ordine Α. Statim καὶ add. Edd. 19. Haec ὡς δαλὸς ἐκσπασθεὶς ἐκσπανθεὶς b.] ἐκ [+ τοῦ b.] πυρὸς accesserunt ex A.b. ὡς δαλός ἐξεσπασμένος· τὸ δὲ ἐκ πυρὸς Β. 20. δαλίον A.b. δᾳδίον Β. δαλίδιον Edd. 21. ὑποπτιοῦσθαι Edd.)

450
θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπῶ καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παραχωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς [*](295 Α. a) ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχίνους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον.

[*](12)

Δῶ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.

Επειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο πρόσ’. θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγαγόντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς [*](b) ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήτω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται.

Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τοι Θεόν σου, Ἰσραήλ.

Αλλ’ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι’ ἢν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις [*](c) ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς [*](4. assumptum ex Β. 6. ἀπηλγηκὼς Α. σμικρὰ Β. σμικρὰ (= μικρὰ) Α. μικρὰ Edd. 7. τε assumptum ex Α. 8. πρὸς Edd. 11, καὶ prius om. Α. ἐπαγάγοντος Β. ἐπάγοντος Edd. 12. δυσαλγήτως Α. δυ’ reliquis litteris, pagina finita, omissis Β.] ἀλλ’ ἀναλγήτως Edd. 14. ἠρκέσθην Α. Β. ἠρκέσθη Edd. προσεπήγαγε iid. 15. Σοδόμοις Α. Edd. Σοδόμων Β. 16. διὰ τῆς θείας ὀργῆς om. Β. 18. ὅτι om. Α. (42, 240.) 20. δὴ om. Α. ἀναμαθεῖν Α. μαθεῖν Edd. 21. πληττομένου ὑμῶν Edd. invitis Α.Β. 22. ἐπιβοῶντός Α. βοῶντός Edd. ἐκκαλεῖσθαι iid. 23.. φησὶν assumptum ex Β.)

451
λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραηλ, τουτέστιν, ὃν δι’ αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε- ποιημενα.

Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων [*](13) εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιὼν ὄρθρον καὶ [*](d) ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ δόμα αὐτῷ.

Tῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῆ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτερίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς [*](e) ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.

Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπιγινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι [*](a 296 Α.) καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, [*](2. Θεὸς assumptum ex Β. 3, ἀληθῶς Α. ἀληθὴς Β. ἀληθεία Edd. 4. ἐξηυρημένος Α. ἐξευρημ. Edd. Statim καὶ add. Α. κοὶ pro ἢ Edd. Statim λίθου Β. λίθοις Α. λίθων Α mg. Edd. 8. ὕψη A.B.F. (Alex.) sed cf. infra. ὑψηλὰ Edd. (Vat.) ὁ alt. om. Edd. (36, 97,310, 311.) 12. ἐλέγχηται pro ἐκφαίνηται Β. 14. ἑαυτὸν om. A. 15. τῶν prius Α. τὸν Edd. τὴν pro τῶν alt. iid. 16. ἀνημένον iid. 17, ὑψώματος om. Α. πάσης Α. 21.γενητοῦ] Sic correxi ex Α. γεννητοῦ Edd. 23, τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς Β. τὴν ἐξουσίαν, τὸ παναλκὲς, τὴν ὑπερβολήν Α. ἐξουσίας τὸ παναλκὲς κοὶ τὴν ὑπερβολήν Edd. 25. κοὶ prius assumptum ex A. Statim συννεφίαις Α.)

452
καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγγελλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ [*](Prov. viii. 15,16.) λέγοι “Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. χριστον γὰρ ἐν τούτοις, οὐχὶ ’τον Εμμανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί· πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- [*](b) νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν με μελέτη κότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς [*](S. Joan. iii. 8.) ὁ Σωτῆρ’ “Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ “ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· “οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος μένος ἐκ τοῦ Πνεύματος.” ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ [*](Ps. cxxxiv.7.) “ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν,” ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- [*](c) ρᾶν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ Κύριος παντοκρατωρ.

Θέα δὴ οὖν, ὅσην ἐφ’ ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προειρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- [*](d) κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- [*](4. οὐ Edd. 5, βασιλείαν iid. 8. ἐν ἀέρι τε] ἐναέριόν τε Edd. invitis A.B.b. 9—11. Haec καὶ τὴν — ἐκ τοῦ Πνεύματος desunt in τῆς φωνῆς pro τὴν φωνὴν Α. 11. τοῦ om. Β. 12. συνάγων Β. συλλέγων Edd. 14. θέλοιμι Α. ἐναβρύνεσθαι Α. ἐνιδρύεσθαι Β. ἐναβρύνασθαι Edd. Statim θάκοις Α. 17, τὸ pro τοι Β. 18, ὁ prius assumptum ex A.B.b. 20. αὐτοῦ Α. 22. τὴν assumptum ex Α. Β. 28. τε pro γε Edd.)

453
ἄρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν “πόνῳ καὶ μάστιγι σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ [*](Hier. vi. 7.) ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν, χρησίμως ἐπάγοντος.

[*](e)

Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς [*](Κεφ. ε΄.) θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ [*](2) ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.

Οἱ μακάριοι προφῆται τὰ κακὰ τὰ κατά τινων ἐσόμενα προαναμανθάνοντες, εἶτα δειμάτων ἐντεῦθεν ἀναπιμπλάμενοι [*](a 297 Α.) καὶ ὑπεραλγοῦντες ὡς ἀδελφῶν, θερμοτέρας ἔσθ’ ὅτε ποιοῦνται τὰς ἐπιπλήξεις, μονονουχὶ δάκνοντες ἐξ ἀγάπης, καὶ διανιστάντες εἰς νῆψιν τῇ προαγορεύσει τῶν ὅσον οὐδέπω συμβησομένων. τοιοῦτόν τι καὶ νῦν ὁ Προφήτης ἐπιτελεῖ, λέγων μὲν ὡς ἐξ ἰδίου προσώπου, πλὴν οὐχὶ τὰ ἀπὸ γνώμης ἰδίας, ἀλλ’ ὡς ἐκ θείων χρησμῳδημάτων. ταύτῃτοί φησιν Ἀκούσατε τὸν λόγον κυροῦ τοῦτον ὂν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς θρῆνον. λελάληκε μὲν γὰρ ἐν ἐμοὶ, φησὶν, ὁ τῶν ὅλων Θεὸς, [*](b) συντέθειται δέ μοι θρῆνος ἐφ’ ὑμᾶς τοὺς ἀποφοιτῶντας αὐτοῦ. καὶ τί δὴ ἄρα τὸ γοερόν ἐστι μέλος; τί τὸ θρήνημα; καὶ ἐφ’ ὅτῳπερ ἃν γένοιτο παρ’ ἐμοῦ τὸ δάκρυον; δεινὴ καὶ ἀνουθέτητος ἡ συμφορά. οἶκος Ἰσραὴλ ἔπεσε. συνειστήκει μὲν γὰρ, τιμωμένου τε καὶ ἀγαπωμένου Θεοῦ, καταπέπτωκε [*](2. σωφρονίζοντος] + καὶ Edd. δὲ assumptum ex Α. Β. 3, καταπαιδεύοντος Β. καταπαίοντος Α. Edd. 4, ἦν assumptum ex Α. ἀναμαθεῖν om. Β. retinui cum Α. 6. τὸν om. A. τοῦτον om. F. Edd. 7. θρηνῶν F. οἶκος] + τοῦ Edd. (XII.) προσθῇ Α.Β. (Alex. XII.) προστεθῇ Edd. προσθετῇ (sic) F. προσθήσει Vat.] Statim τοῦ om. Edd. (Co.) 8. τοῦ om. F. Edd. (91, 97, 153.) σφάλη F. Edd. αὐτῆς Α.Β. (XII.) αὐτοῦ Edd. (Vat.) [Neutrum habet ἐσφάλη 9. ἀνιστῶν F. αὐτῆς (22. al.) [oi ό ἀνιστῶν XII mg.] 10, Haec τὰ κακὰ assumpta ex Α. 13. διανιστῶντες Edd. 14. οὐδέπω Α. οὔπω Edd. 17. ἴδια Α. 18, τὸν om. Α. ut supra. 20. ἐφ’ Α. εἰς Β. Edd. 21. 8(1 pro δὴ Α. ἐστι om. Α. 23. ἡ assumptum ex Α. 24. τε assumptam ex Α.)

454
δὲ νυνὶ, ταῖς τῶν πλανωμένων ἀπονοίαις παρωτρυμμένου. εἶτα τίς ὁ ἐγερῶν τὸν τοῖς θείοις νεύμασι καταπίπτοντα ; ἔσφαλεν ἡ παρθένος, ἀντὶ τοῦ πεπόρνευκε. ποία δὲ αὕτη ; [*](C) πάντως που πάλιν ὁ Ἰσραὴλ, ἤγουν ἢ τῶν Ἰουδαίων [*](Hier. iii. 4.) Συναγωγὴ, πρὸς ἢν εἴρηται παρὰ Θεοῦ " οὐχ ὡς οἶκόν “με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; οὐκοῦν ἡ τῆς παρθενίας ἀρχηγὸν λαχοῦσα Θεὸν, ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, τουτέστι, πεπόρνευκε καὶ ἀπροφάσιστον ἔχει τὴν ἁμαρτίαν. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτέ· ἀλλ’ ἦν ἐν γῇ οὐκ ἰδίᾳ, καὶ τοῖς τῶν κρατούντων ὑπέστρωτο νόμοις, τάχα που καὶ ἀβουλήτως εἰς τὰ ἐκείνων ἔθη κατεβιάζετο [*](d) τῆς προγονικῆς εὐσεβείας ὡς ἐξ ἀνάγκης ἐξωθουμένη· νυνὶ δὲ μαχλὰς κατωθοῦντος οὐδενός· ἔστι γὰρ ἐπὶ τῆς ἰδίας, ἔνθα νόμος ὁ παιδαγωγὸς, ἀποκομίζων αὐτὴν εἰς ἐπίγνωσιν τοῦ φύσει τε καὶ ἀληθῶς ὄντος Θεοῦ, ἀνειμένη δὲ καὶ ἐλευθέρα καὶ ἀνεπίπληκτος παντελῶς ἡ εἰς πᾶν ὁτιοῦν τῶν ἀρίστων ὁδός. τίς οὖν αὐτῇ τῆς ἀπολογίας ἐκπορισθείη λοιπὸν ὁ τρόπος ; πεπόρνευκε γὰρ, οὐ βεβιασμένη· πόθεν ; ἀλλ’ ἑκοῦσα λοιπόν. ταύτῃτοί κατερραγμένη· οὐκ ἔστιν ὁ ἐγερῶν. εἰρήσθω δὴ οὖν εὖ μάλα καὶ πρός γε ἡμῶν αὐτῶν [*](Ps. lxxv. 8. e) τῷ πάντα ἰσχύοντι Θεῷ " Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστή- " σεταί σοι ἀπὸ τῆς ὀργῆς σου.”

Πέπτωκε δὲ καὶ ἑτέρως ἢ τῶν Ἰουδαίων πληθὺς, διὰ τῆς εἰς Χριστὸν παροινίας καταβιαζομένη πρὸς ὄλεθρον, καὶ κεῖται λοιπὸν ἐπαμύνοντος οὐδενὸς, περιμένουσα δὲ πάλιν τὴν τοῦ κατοικτείροντος χάριν, φημὶ δὴ Χριστοῦ. κληθή- [*](1. παροτρυνομένου A. 2. ἐγείρων Α. 3. ἐσφάλη Aubertus. Statim γὰρ add. Β. Edd. invito Α. παρθένος A.B.b. παρθένια Edd. Statim τουτέστι pro ἀντὶ τοῦ iid. invitis A.B.b. 6. κα alt. om. Ἁ. (23.) 7. ὲσφάλη Edd 8. ἐπόρνευσε Β. 9. πεπόρνευκε μὲν γὰρ ἐν Αἰγύπτῳ ποτε] πάλοι μὲν γὰρ πεπόρν. ἐν Αἰγύπτῳ b. 13. νυν Α. nivitis Β.b. Hoc μαχλὰς accessit ex b. μάλα post δὲ add. Α. τῆς] Sic edidi ex B. γῆς Edd. 15. ἀληθοῦς Edd. invitis A.B.b. 18. Haec λοιπὸν ὁ accesserunt ex Α. βεβιασμένη· πόθεν] Sic correxi. βεβιασμένη ποθεν Α.Β. Edd. 19. κατερῥαγμένη· οὐκ Α. κατερραγμένην οὐκ Edd. 20. ἐγείρων Α. γε om. Α. 24. ἔλεγχον pro ὄλεθρον Edd. invitis Α.Β. 25. πάλιν Α. μόνην Edd.)

455
σεται γὰρ καὶ αὕτη πρὸς ἐπίγνωσιν διὰ πίστεως ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς.

[*](a 298 Α.)

Διότι τάδε λέγει Κύριος Ἡ πόλις ἐξ ἧς ἐξεπορεύοντο χίλιοι, [*](3) ὑπολειφθήσονται ἑκατόν· κω ἕε ἧς ἐξεπορεύοντο ἑκατὸν, ὑπολειφθήσονται δέκα τῷ οἴκῳ Ἰσραήλ.

Διατρανοῖ δὴ λίαν ἐν τούτοις τὸ τίνα πεσεῖται τρόπον. κένανδροι γὰρ, φησὶν, ἀπομενοῦσιν αἱ πόλεις, δαπανῶντος τοῦ πολεμοῦ τοὺς ἐν αὐταῖς, καὶ ἀθλιότητος εἰς τοῦτο μετακομίζοντος, ὡς μόλις αὐταῖς τὴν δεκάτην ἀπομεῖναι μοῖραν. ἐπειδὴ γὰρ αὐτοὶ παροτρύνοντες ἀνενηνόχασι τοῖς ἀκαθάρτοις δαίμοσιν εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν, καὶ αὐτοὶ [*](b Supra iv. 4.) μόλις ὡς ἐν μοίρᾳ δεκάτη περιλειφθήσονται, μονονουχὶ ταλαντεύοντος Θεοῦ τὸ πλημμέλημα, καὶ ταῖς δυσσεβείαις αὐτῶν ἀντεπάγοντος τὴν ἰσόρροπον δίκην.

Φοβερὸν οὖν ἆρα τὸ ἐν θυμῷ παιδεύεσθαι· ταύτῃτοι καὶ ἐλιπάρει Θεὸν ὁ προφήτης λέγων “Παίδευσον ἡμᾶς, Κύριε, [*](Hier. x. 24.) “πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς “ποιησῃς.

Διότι τάδε λέγει Κύριος πρὸς τὸ οἴκοι Ἰσραήλ Ἐκζητήσατέ με [*](4) κὼ ζήσεσθε· καὶ μὴ ἐκζητεῖτε Βαιθήλ καὶ εἰς Γάλγαλα μὴ [*](c) εἰσπορεύεσθε, καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε, ὅτι [*](5) Γάλγαλα αἰχμαλωτευομένη αἰχμαλωθευθήσεται, καὶ Βαιθὴλ ἔσται ὡς οὐχ ὑπάρχουσα. ἐκζητήσατε τὸν κύρω καὶ ζήσατε, [*](6) [*](1. αὕτη Β. αὐτὴ Edd. 5. οἴκῳ om. Α. 8. κατακομίζοντος b. 10. παροτρύνοντες Α. παροτρύνοντες Edd. Fit vacuum in Β. Statim ἀνηνέγκασι Α. 11. πνεύμασιν pro δαίμοσιν Α. τριημέρειαν Β. αὐτῶν assumptum ex Α. 12. δεκατέρᾳ pro δεκάτῃ Edd. 15. οὖν om. Α. 19. πρὸς] ἐπὶ F. Edd. (42.) οἶκον] + τοῦ Edd. (Co.) ἐμὲ Edd. (Co.) 20. ζήσετε F. Edd. (Co.) 21. ἀναβαίνετε A.B. (Alex. XII.) cf. infra 299 a. διαβαίνετε Edd. (Vat.) Statim διότι F. Edd. (Co.) 22. αἰχμαλωτιζομένη F. Statim αἰχμαλωτευθήσεται Α.Β. αἰχμαλωτισθήσεται Edd. ἔσται ὡς desunt in Edd. 23. ζήσατε Α. Edd. (Vat. XII ante corr.) ζήσετε F. (Alex. ΧΙΙ supra lineam) ζήσεσθε Β.)

456
ὅπως μὴ ἀναλάμψῃ ὡς πῦρ ὁ οἶκος Ἰωσὴφ καὶ καταφάγεται αὐτὸ, καὶ οὐκ ἔσται ὁ σβέσων τῷ οἴκῳ Ἰσραήλ.

[*](d)

Οὐκ ἐᾷ πάλιν τοὺς ἡμαρτηκότας κατολισθεῖν εἰς ἀπόγνωσιν, καίτοι δειναῖς καὶ ἀφορήτοις πλημμελείαις ἐνειλημμένους· προΐσχεται δὲ τὰ παρὰ τοῦ Θεοῦ, σαγηνεύων εἰς μετάγνωσιν· εἰσκεκόμικέ τε καὶ νῦν ἀναγκαίως αὐτὸν ἀνήσειν αὐτοῖς ὑπισχνούμενον τὰ ἐγκλήματα, ἀπαλλάξειν δὲ καὶ ποινῆς καὶ τῶν εἰς τοῦτο δειμάτων. φύσει γὰρ [*](Joel ii. 13.) ἀγαθὸς ὁ Δημιουργὸς, “Μακρόθυμος καὶ πολυέλεος καὶ “μετανοῶν ἐπὶ ταῖς κακίαις,” καθὰ γέγραπται, καὶ ᾗ φησὶν [*](Ezek. xviii. 23.) αὐτὸς διὰ φωνῆς Ἰεζεκιήλ “Οὐ θέλει τὸν θάνατον τοῦ [*](e) “ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ “αὐτοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν.” εἴπερ οὖν περὶ πολλοῦ ποιεῖσθε τὸ ζῆν, καὶ ἀξιόληπτον ὑμῖν τὸ χρῆμα φαίνεται, καταλήγετε τῆς ἀπάτης, καὶ τῆς οὕτω μακρᾶς ἀμαθίας ἀποπηδήσαντες, ἐκζητήσατέ με φησὶ, τουτέστιν, ἐμοὶ λατρεύσατε τῷ φύσει Θεῷ, τῷ ζωοποιῷ, τῷ σώζειν ἰσχύοντι, ἔξω τε παντὸς τιθέντι κακοῦ τοὺς σεβομένους αὐτόν. δεῖ δὲ δὴ, φησὶ, προαπονίπτειν ἑαυτοὺς, τῆς ἑαυτῶν ψυχῆς [*](299 Α. a) ἐξωθοῦντας τῆς ἀποστασίας τὸν ῥύπον, καὶ προεκτήκειν εὖ μάλα τὴν ἐκ τοῦ πεπλανῆσθαι κηλῖδα, κολλᾶσθαί τε οὕτω λοιπὸν τῷ παναγάθῳ Θεῷ.

Τί δὲ δὴ καὶ δρᾶν ἔδει μετανοεῖν ἑλομένους, διεσάφει λέγων Μῆ ἐκζητεῖτε Βαιθὴλ καὶ εἰς Γάλγαλα μὴ εἰσπορεύεσθε, καὶ εἰς τὸ φρέαρ τοῦ ὅρκου μὴ ἀναβαίνετε. φρέαρ δὲ ὅρκου τὰ [*](1. ὁ om. Edd. (Co.) καταφάγεται Α. (Alex. ΧΙΙ.) cf. infra 299 c. καταφάγῃ Edd. (Vat.) κατέδεται Β. (86 mg.) 4. ἐπειλημμένους Α. 5. τοῦ assumptum ex Β. 7. τὰ deest in Edd. 9. μακρόθυμός] + τε Α. 10. καθὼς Edd. 11. φωνῆς assumptum ex Α.Β. 12. ἀποθνήσκοντος Α. cf. in S. Joannem 725. e. ἁμαρτωλοῦ Β. Edd. τὸ] τοῦ Α. ἀποστρέψαι Α.Β. ἐπιστρέψαι Edd. 13. αὐτοῦ assumptum ex Α. (Alex.) 14. ἡμῖν ante Migne. 16. ἀθυμίας iid. 17. λατρεύσατε Α. λατρεύητε Β. λατρεύετε Edd. Statim τῷ φύσει τε Θεῷ κοὶ ζωοπ. καὶ σώς. Β. 18. ἔξω τε παντὸς Β. καὶ π. ἵξω Edd. 19. δεῖ Β. δεῖν Α. Edd. δὴ om. Β. 20. ἐξωθοῦντας om. Α. ἀποστάσεως Edd. 21. δὲ pro τε Α. 22. Haec λοπόν τῷ παναγάθῳ πανάγνῳ Α.] accesserunt ex Α.Β. 23. διασαφεῖ Edd.)

457
Γέραρά φησι· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἤτοι τῶν Παλαιστίνων. ἐπειδὴ γὰρ ὤμοσαν ἀλλήλοις ὅ τε θεσπέσιος [*](Gen. xxi. 31, 32.) Ἁβραὰμ καὶ Ἀβιμελὲχ, καὶ συνθήκας εἰρηνικὰς ἔθεντο ἐπὶ τοῦ φρέατος, μετωνόμαστο λοιπὸν ἡ πόλις εἰς τὸ φρέαρ τοῦ [*](b) ὅρκου. Γάλγαλα δὴ οὖν καὶ Βαιθὴλ καὶ μέντοι καὶ Γέραρα πόλεις ἦσαν πολὺ λίαν πρὸς ἀσέβειαν ἐκτετραμμέναι, καὶ πολυειδῆ τοῖς ἀπατωμένοις παρατιθεῖσαι τὴν πλάνην. τούτων ἀναγκαίως ἀποφοιτᾶν προστέταχεν, ἀναπλέξας τῷ λόγῳ καὶ ἀπειλὴν, ἵνα πανταχόθεν συνελαύνῃ πρὸς τὸ συμφέρον. οἰχήσονται γάρ φησι Βαιθήλ τε καὶ αἱ λοιπαί. καὶ ἢ μὲν αἰχμάλωτος βαδιεῖται πρὸς ἐχθροὺς, ἡ δὲ οὕτω καταπρησθήσεται, ὡς δοκεῖν ἤδη πὼς μηδὲ ὑπάρξαι ποτέ. οὐκοῦν ζητείσθω Θεὸς, ἵνα ζήσητε, φησὶ, πρὶν ἀναλάμψαι τὸν οἶκον [*](c) Ἰωσὴφ καὶ καταφάγεται αὐτὸν, καὶ οὐκ ἔσται ὁ σβέσων. τὸ μὲν οὖν ἀναλάμψαι τὸ ἐμπρησθῆναί φησιν, οἶκον δὲ Ἰωσὴφ ὀνομάζει τὸν Ἐφραΐμ, ἤτοι τοὺς ἐν τῆ Σαμαρείᾳ· γὰρ ἐξ Ἰωσὴφ Ἐφραΐμ τε καὶ Μανασσῆς. ὥσπερ οὖν ὅταν αὐτοὺς Ἰσραὴλ ὀνομάζῃ, νοούμεν ὡς ἐκ πατρὸς κεκλῆσθαι τοὺς ἐξ αὐτοῦ, οὕτω κἂν λέγῃ τυχὸν Ἰωσὴφ, κατὰ τὸν ἶσον συνήσεις τρόπον.

Καλὴ τοιγαροῦν ἢ μετάγνωσις, ἀποσοβοῦσα τὰς δίκας, καὶ τὰ ἐξ ὀργῆς ἀνακόπτουσα, ἔξω τε τιθεῖσα τοὺς ἐπιτηδεύοντας [*](d) αὐτὴν τῶν δεσποτικῶν κινημάτων, καὶ ἁπάσης ἡμᾶς ἀπαλλάττουσα συμφορᾶς.

Κύριος ὁ ποιῶν εἰς ὕψος κρῖμα, καὶ δικαιοσύνην εἰς γῆν ἔθηκεν·

[*](7)[*](1. τοῦ φιλιστιεὶμ Edd. τῶν alt. om. Α. 2. ὅ τε θεσπέσιος accesserunt ex Α.Β. 3. εἰρηνικὰς A. b. εἰρήνης Edd. 4. μετωνόμαστο B. μετωνόμασται Edd. εἰς om. Α. b. habet Β. 5. ἐν ante Γαλγ. add. Α. 6. λίαν assumptum ex Β. deest in Α. 7. ἀπατωμένοις] πανωμένοις ἀπατωμένοις] Statim περιτιθεῖσαι Edd. 8. προσέταξεν Edd. invitis Α. b. 16. τῇ aeent in Edd. 18. Ἰσραὴλ αὐτοὺς inv. ordine iid. 19. λέγῃ B. et a. m. alia Α. λέγοι Edd. καὶ pro κατὰ Edd. ante Migne. 21. καλὸν Edd. 22. τε om. Α. 23. οὐτῇ Edd. 24. ἀπαλλ. συμφορᾶς hoc ordine Α. 25. Κύριος accessit ex A.B. (Alex. XII.))
458
[*](8)