In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Παρατίθησιν εὐθὺς ταῖς δίκαις τὰ πλημμελήματα, καὶ ταῖς τῶν δεινῶν ἀφηγήσεσι γείτονα ποιεῖται χρησίμως τὴν τῶν ἀνοσιουργημάτων ἔνδειξιν ἔνδειξιν ἐναργῆ, ὡς ἂν μὴ καταμωμησαιτό μήσαιτό τις, μήτε μὴν ἐπαιτιῷτο Θεὸν, ὡς ἀπηνεστέραν ἢ χρὴ ποινὴν ἐπαρτήσαντα τοῖς ἐξ Ἰσραήλ. τάδε γὰρ ἥξει [*](c) φησὶν ἐφ’ ὑμᾶς, καὶ τάδε. καὶ ἀνθ’ ὅτου λέγουσιν εἰς μέσον ἥξει, βοᾶ· εἰσήλθετε εἰς Βαιθὴλ καὶ ἠνομήσατε, ἔνθα [*](3 Reg. xii. 29.) δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ θεομισὴς Ἱεροβοάμ· ἐκεῖ δεινῶς καὶ ἐκτόπως παρανομοῦντες ἁλώσεσθε. νενομοθέτηκα [*](Ex. xx. 23.) μὲν γὰρ διὰ τοῦ πανσόφου Μωυσέως “Οὐ ποιήσεις [*](Deut. vi. 13.) “σεαυτῷ σεαυτῷ θεοὺς χρυσοῦς καὶ θεοὺς ἀργυροῦς,’ καὶ “Κύριόν [*](1. καὶ ὡς pro κἂν εἰ Α. ὁρῶντα Β. ὁρῶσι Α. ἐρῶντας Edd. 2. καὶ assumptum ex Α. αὐτοῖς Edd. 3. δὴ οὖν pro μὲν Α. 4. τουτέστιν deest in Edd. ἐρώντων] ἑτέρων = ἑταίρων Α. 5,6 κολακεύοντες ἀναπείθουσι omissis, οἳ καὶ ὑποκ.—τῆς εἰς σφᾶς (pro ὑμᾶς) ἡδονῆς ante ἀλλ’ ὑμᾶς (3) transponit B. ἐπικοριζόμενοι κολακεύουσι pro ὑποκοριζόμενοι θεραπεύουσι in rasura habet Α. ἡττᾶσθαι Α. ἡττῆσθαι Edd. 7. ὅμως pro ὠμῶς Α. 8. τοὺς prius om. Β. κατεμπορίσουσι Edd. 10. ‘Ρεμμᾶν Α. Ῥαμμὰν (sic) Β. Ῥεμνᾶν Edd. 11. εἰσήλθετε B.F. Edd. (XII.) εἰσήλθατε Α. Α.V.) ἠνομ.] ἠσεβήσατε Edd. (Vat.) ἐν pro εἰς Α. Γαλγαλὰ] + καὶ F. Edd. (62, 147.) 17. ἐχρῆν Edd. ἥξει φησὶν hoc ordine Α. 18. λέγουσιν assumptum ex A.B. τὸ post εἰς add. Α. 19. ἥξο βοῶν (sic) pro ἥξει βοᾶ Α. Statim εἰσήλθατε (ut supra) Α. 21. νενομοθετήκαμεν pro νεν. μὲν Α. 22. Haec τοῦ πανσόφου assumpta ex Α.Β. 23. ἑαυτῷ Α. καὶ alt. om. Β.)

441
“δὲ τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύ- “σεις.” αὐτοὶ δὲ τὸν ἐμὸν διαγελῶντες νόμον προσκεκυνήκατε, φησὶ, τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, καὶ χρυσῆν ὁρῶντες δάμαλιν καὶ ἄψυχον ὕλην, ἐκαρτερήσατε, λέγοντος [*](d) τοῦ τὴν πλάνην ἐξευρηκότος “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, [*](Εκ. xxxii. 4. cf. 3 Reg. xii. 28.) “οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. πλείστην δὲ ὅσην εἰργάσασθε τὴν ἀσέβειαν ἐν Γαλγάλοις· πόλις δὲ αὕτη τῶν Ἰορδάνου ναμάτων ἐπέκεινα, δεινῶς ἀπονεύσασα πρὸς ἀπόστασιν. καὶ γοῦν ἔφη περὶ αὐτῆς ὁ τῶν ὅλων Θεός “Πᾶσαι Πᾶσαι αἱ κακίαι αὐτῶν εἰς Γάλγαλα, ὅτι ἐκεῖ αὐτοὺς [*](Hos. ix. 15.) “ἐμίσησα διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν. οὐκοῦν ἧ φησὶν ὁ παροιμιαστής “Ἐνώπιόν εἰσι τῶν τοῦ [*](Prov. v. 21.) “Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχιὰς [*](e) “αὐτοῦ σκοπεύει.’’ καὶ ἀποδέχεται μὲν τοὺς ὀρθοποδεῖν μεμελετηκότας, ἀποσείεται δὲ τὸν ἔξω βαίνοντα τῆς εὐθείας, καὶ ἐφ’ ἃ μὴ προσῆκεν ἰέναι σπουδάζοντα.

Καὶ ἠνέγκατε εἰς τὸ πρωΐ θυσίας ὑμῶν, εἰς τὴν τριημερίαν ἐπιδέκατα ὑμῶν· καὶ ἀνέγνωσαν ἔξω νόμον, καὶ έπεκαλέσαντο [*](5) ὁμολογίας· ἀπαγγείλατε δὴ δυ’ ταῦτα ὴγάπησαν οἱ υἱοὶ Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός.

Πάνδεινον ἀληθῶς καὶ δυσσεβείας ἧκον εἰς λῆξιν τὴν ἀνωτάτω τὸ παρασημαίνειν ἀποτολμᾶν τὴν τοῦ Θεοῦ δόξαν, [*](a 290 A.) καὶ ἅπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι, ταῦτα ταῖς τῶν εἰδώλων ἀνάπτειν τιμαῖς. οἱ γὰρ τοῦτο δρᾶν εἰωθότες, τὸ ὅσον ἐφ’ ἑαυτοῖς τὴν θείαν τε καὶ ἀνωτάτω φύσιν τῶν [*](1. Haec δὲ τὸν Θεόν assumpta ex Α.Β. 7. εἴργασται Edd. 12. οὐκοῦν assumptum ex Α.Β. 13. πόσας om. Α. 16. προσήκει Edd. 17. τὸ om. F. Edd. (93.) θυσίαν F. Edd. (153.) τὰς θυσίας (42.) cf. infra. τριημέρειαν Β. 18. νόμου Α. 19. ὁμολογίαν F. Edd. (22. al.) δὴ ὅτι] δὴ assumptum ex Β. δὲ pro δὴ Α. διότι XII.] οἱ om. Edd. (91, 153.) 20.Haec ὁ Θεός assumpta ex Α.Β. (Alex. XII.) 21. δυσσεβὲς Edd. 22. παρασημαίνειν Α. Edd. παρασαλεύειν Β. 23. πρέποι Β. πρέπει Α. Edd. τῶν assumptum ex Β. 24. τιμαῖς—ἐφ’ ἐ- om. Α. 25. τῶν assumptum ex Α.Β.)

442
αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτων κατασείουσι θρόνων, καὶ τῶν ἱερῶν ἐκπέμπουσι θώκων, ἐνιδρύουσι δὲ ὥσπερ αὐτοῖς τοὺς ἀκαθάρτους δαίμονας.

Tοῖς οὖν οὕτω φρικτοῖς ἐγκλήμασιν ἐνισχημένον εὑρήσομεν [*](b) τὸν ἀπόπληκτον Ἰσραήλ. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς [*](Exod. xxix. 39.) ἐθεσμοθέτει διὰ Μωυσέως πῆ μὲν ὅτι δύο καταθύειν ἀμνοὺς προσῆκεν αὐτοὺς κατὰ πᾶσαν ἡμέραν ἐν τῇ ἁγίᾳ σκηνῇ, καὶ πρωὶ μὲν ἕνα, καὶ δείλης δὲ τὸν ἕτερον, τὸ οἱονεὶ συνεχὲς καὶ ἀδιάλειπτον εἰς εὐοσμίαν, δῆλον δὲ ὅτι τὴν πνευματικὴν, τῆς Ἐκκλησίας ὑποδηλῶν ὡς ἐν αἰνίγμασί τε καὶ τύποις· [*](Ib. xxiii. 17.) προσενομοθέτει δὲ πάλιν “Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφ- “θήσεται πᾶν ἀρσενικόν σου ἐνώπιόν μου.’’ καὶ ἐν τούτοις τοῖς τρισὶ καὶ διωρισμένοις κατὰ τὸν νόμον καιροῖς, [*](c) προσῆγον δεκάτας, ἀπαρχὰς ἀγρῶν, θυσίας, εὐχαριστήρια. [*](Ib. 15.) γέγραπται γὰρ ὅτι “Oὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.’’ ἀλλὰ τὰ οὕτως ὀρθῶς διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα θεσπισμένα μεθιστάντες αὐτοὶ πρὸς δόξαν εἰδώλων, ἐν τοῖς ἐκείνων τεμένεσιν ἀνέφερον εἰς τὸ πρωὶ τὰς θυσίας, προσεκόμιζον δὲ καὶ εἰς τὴν τριημερίαν τὰ ἐπιδέκατα αὐτῶν. τριημερίαν δὲ λέγει τὰς τρεῖς ἡμέρας τοῦ ἐνιαυτοῦ, καθ’ ἃς, ὡς ἔφην, ἔδει πᾶν ἀρσενικὸν ἐνώπιον ἔρχεσθαι Θεοῦ. καὶ οὐ μέχρι τούτων τὸ δυσσέβημα τῶν ἐξ Ἰσραὴλ, ἀλλὰ γὰρ [*](d) καὶ ἀνεγνωσαν ἔξω νόμον, τουτέστι, τετιμήκασι τὸν τῶν ἀλλοτρίων νόμον, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸν παρὰ Θεοῦ. προσεκόμιζον γὰρ τὰς θυσίας ἐν τοῖς τῶν [*](1. τε assumptum ex Α.Β. κατασείουσα — ἐκπέμπουσα Α. 2. θάκων Α. ἐνιδρύουσι Β. ἐνιδρύουσα Α. ἐνιδρεύουσι Edd. 4. οὖν assutnptum ex Β. φορτικοῖς pro φρικτοῖς Β. Statim ἀτοπήμασιν pro ἐγκλ. Α. ἐνισχυμένον (sic) Α. 6. ἐθεσμοθέτει Α.b. θεσμοθετεῖ Edd. 7. προσήκει Edd. invitis Α.Β. b. καὶ assumptum ex Α. Β. b. 8. καὶ assumptum ex Α. II. προσενομοθέτει Α. Β. b. προσενομοθέτησε Edd. 12. σου om. A.b. (Alex.) invito Β. 13. τὸν om. b. 14. δὲ καὶ τὰς pro δεκάτας Α. εὐχαριστίας b. invito Α. 15. ἐνώπιόν μου κενός Α. Β. b. κενὸς ἐναντίον μου Edd. 16. Haec τοῦ πανσόφου assumpta ex Α. Β. 17. μεθιστῶντες Edd. invitis A.B.b. 19. τριημέρειαν (ut supra) Β. 20 Haec ὡς ἔφην assumpta ex A.B.b. 21. ἔδει post ἀρσενικὸν tr. b. ἐνώπιον ἔρχεσθον hoc ordine A.b. 22. γὰρ assumptum ex A.b. 23. ἀνέγνωσον] + τῶν Edd. inv. A.B. b. νόμου Α. ut supra. 25. δὲ pro γὰρ b.)

443
εἰδώλων τεμένεσι κατὰ καιροὺς ὡρισμένους καὶ πλείστην ὅσην ἐποιοῦντο τὴν ἐπιτήρησιν τῶν ἐξ ἔθους αὐτοῖς ἑορτῶν. ἤγουν ἐκεῖνό φησιν, ὅτι τὰ εἰς δόξαν ἐμὴν τεθεσπισμένα, τοῖς ἔξω τεθείκασι, καὶ τὸν ἐμὸν τοῖς εἰδώλοις ἀνέθεσαν νόμον, αὐτοῖς ἀναφέροντες τὰς κατὰ πρωὶ θυσίας, καὶ ἐν ταῖς τριημερίαις ἀνατιθέντες τὰ ἐπιδέκατα αὐτοῖς. καὶ ἐπεκαλέσαντο ὁμολογίας. καὶ τὸ μὲν ἐπεκαλέσαντο ὅτι ηὔξαντο [*](e) δηλοῖ, τουτέστιν ὑπέσχοντο· ὁμολογίαι δέ εἰσι τὰ κατὰ νόμον ἑκούσια, καὶ ἅπερ ἄν τις ἐθελοντὴς προσκομίζοι Θεῷ. εἶτα τοῖς ἱερεῦσιν ἐπιφωνεῖ τὸ ἀπαγγείλατε καὶ διαμαρτύρασθε, ὅτι ταυτα ηγαπησαν οἱ υἱοὶ Ἰσραηλ, τουτεστιν, οὔχι μόνον εἰσάπαξ τετολμήκασι, ἀλλὰ καὶ ἠγάπησαν, τὰ Θεοῦ δηλονότι μεμισηκότες. δεῖ γὰρ εἶναι μονοτρόπους. τὸ γάρ τοι χωλεύειν, καὶ ἐπ’ ἄμφω βαίνειν ἐπείγεσθαι, πολλὴν ἂν [*](a 291 A.) ἔχοι παρὰ Θεῷ τὴν καταβοὴν, καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ Σωτῆρ’ “ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν [*](s.Matth. vi. 24.) “ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται “καὶ τοῦ ἑτέρου καταφρονήσει.” παγχάλεπον δὲ τὸ ἀποπλνᾶν ἑτέρωθι τὰ εἰς δόξαν Θεοῦ, καὶ τῆς αὐτῷ πρεπούσης τιμῆς ἀξιοῦν ἑτέρους. ἴδια γὰρ καὶ ἐξαίρετα τὰ Θεοῦ, πρέποι δ’ ἂν οὐχ ἑτέρῳ τῳ μᾶλλον, πλὴν αὐτῷ καὶ μόνω.

Καὶ ἐγὼ δώσω ὕμ’ γομφιασμὸν ὀδόντων ἐν πάσαις ταῖς πόλεσιν [*](6) ὑμῶν, καὶ ἔνδειαν ἄρτων ἐν πᾶσι τοῖς τόποις ὑμῶν, καὶ οὐκ [*](b) [*](1. ὡρισμένους assumptum ex B.b. ὡρισμένας . 2. αὐτῶν b 3. ὅτι assumptum ex A.b. 4. ἀνατεθείκασι pro τεθ. Β. 5, ναὸν pro νόμον et πατρίδα pro πρώι Edd. repugnantibus A.B. b. 6. τριημερείαις Β. Ut supra. Statim ἀναθέντες b. invito Α. αὐτῶν b. 7. ὁμολογίαν Edd. repugnantibus A.B. b. Statim καὶ assumptum ex A.B. b. ὅτι Α. Edd. τὸ b. 9. καὶ assumptum ex A.B. b. προσκομίζοι Β. b. προσκομίζει Α. Edd. 11. οἱ assumptum ex Α. Β. οἱ non habet b. τουτέστιν] + ὅτι Edd. invitis Α. Β. b. 13. τοιγάρτοι Α. Statim μὴ add. Edd. repiignantibus Α.Β. 14, χωλαίνειν Β. 15. κατακοὴν Edd. μαρτυρεῖ iid. αὐτοῖς (sic) Α. —18. Haec ἢ γὰρ — γὰρ—καταφρονήσει accesserunt ex Α. desunt in Β. Post δουλεύειν, addunt κοὶ ἑξῆς Edd. 18. ἀποπλανᾶν om. Β. lacuna patente. 19. ἑτέρωθι Β. ἑτέρως Α. ἑτέρωθεν Edd. 20. τοῦ pro τὰ Edd. 23. κἀγὼ Edd. 24. πᾶσι om. Edd. (Co.))

444
[*](7) ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. καὶ ἐγὼ ἀνέσχον ἐξ ὑμῶ τὸν ὑετὸν πρὸ τριῶν μηνῶν του τρυγητοῦ· καὶ βρέξω ἐπὶ πόλιν μὰ, ἐμ δὲ πόλιν μίαν οὐ βρέξω· μερὶς μὰ βραχήσεται, καὶ [*](8) μερὶς ἐφ’ ἣν οὐ βρέξω ἐπ’ αὐτὴν, ξηρανθήσεται. καὶ συναθροισθήσονται δύο καὶ τρεῖς πόλεις εἰς πόλιν μίαν τοῦ πιεῖν ὕδωρ καὶ οὐ μὴ ἐμπλησθῶσιν, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος.

[*](C)

Υπαντᾷ πάλιν οἰκονομικῶς ὁ λόγος τοῖς εἰωθόσι φιλοψογεῖν, καὶ τῆς ἐνούσης Θεῷ γαληνότητος ἀβουλότατα καταφλυαρεῖν ἐκ πολλῆς ἄγαν ἀποπληξίας. ἀνθ’ ὅτου γὰρ δή· φαῖεν ἂν ἴσως τινές· ἀτίθασον οὕτω καὶ δύσοιστον κομιδῇ τοῖς ἐξ Ἰσραὴλ ἐπιφέρει δίκην, καίτοι κατὰ φύσιν ὑπάρχων ὁ Θεὸς ἀγαθός; ἀπολογεῖται δὴ οὖν τρόπον τινὰ διὰ τούτων καὶ ἀποτόμου λοιπὸν ὀργῆς ἀποφαίνει δεδεη- [*](d) μένους· ἐν ταὐτῷ δὲ δείκνυσιν, ὅτι πλήττει μὲν ἐν ἀρχαῖς ἡμερώτερον τοὺς ἡμαρτηκότας, οὐ δίκας αἰτῶν, ἀλλ’ ἐξ ἐμφύτου φιλανθρωπίας ἐπιστρέφων εἰς ἑαυτὸν, καὶ οἱονεὶ [*](Hier. vi. 7.) “μάστιγί τε καὶ πόνῳ μετατιθεὶς ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὸ ἄμεινον. γεγονότας γὰρ ἐν οἷς ἔφην, καὶ οὐκέτι φορητὰ δεδυσσεβηκότας, γομφιασμῷ τε ὀδόντων ἐπαίδευε, καὶ μὴν καὶ ἄρτων ἐνδείᾳ, τουτέστι λιμῷ. καὶ οὐκ ἐπεστρέψατε πρὸς [*](e) με, λέγει Κυριος. ανεσχον ἐξ ὑμῶν τὸν ὑετὸν πρὸ τρῶν μηνῶν τοῦ τρυγητοῦ, ἤγουν· ὡς Ἑβραῖοι μᾶλλον ἐκδεδώκασι πρεπωδέστερον· πρὸ τριῶν μηνῶν τοῦ θερισμοῦ, ὅτε μάλιστα τοῖς ληίοις ἡ τοῦ καταρδεύεσθαι χρεία πολλή τε καὶ ἀναγκαία [*](1. ἐγὼ om. Edd. (Co.) 4, ἐπ’ αὐτὴν om. Edd. invitis A.B.D.F. (Alex. XII.) 6. οὐδ’ ὣς 13. (Alex. XII.) cf. Horn. Pasch. 24, 300 init. οὐκ XII mg.] οὐδ’ οὕτως A.F. Edd. πρὸς μὲ oin. Α. 8. Ἀπαντᾶ Edd. invitis Α. Β. φιλοψέγειν iid. g. γαληνότητος Α. ἀγαθότητος Edd. Statim ἀβούλητα iid. 10. ἐκ] + τῆς iid. 11. δή assumptum ex Α. Statim φαῖεν ἂν Α. ἂν φαῖεν inv. ordine Edd. 12. ἐπιφέρει] ἔτι φέρει Edd. 13. ὁ Θεὸς ἀγαθός hoc ordine Β. Statim haec ἀπολογεῖται — διὰ τούτων accesseruiit ex Α. qui Θεὸς (omittens ὁ) post ea ponit. 15. ὀρχῇ Edd. 16. ἡμερωτέρως iid. 22. τριῶν μηνῶν Α. τριῶν post μηνῶν tr. Edd. 23. ἐκδεδώκασι πρεπωδέστερον· πρὸ τριῶν μηνῶν τοῦ Α. Β. ἐκδεδώκασι τοῦ θερισμοῦ, πρεπωδέστερον δὲ πρὸ μηνῶν τριῶν Edd. 25. κατάρ- δεσθαι Α.)

445
πρὸς τελεσφόρησιν. γέγονε δέ φησι τοσαύτη σπάνις ὑδάτων, ὡς κράτει τε καὶ ψήφῳ Θεοῦ τοῦ πάντα εἰδότος, ὕεσθαι μὰ πόλιν, πόλιν, ἀφαυαίνεσθαι δὲ τὴν ἑτέραν· συναγείρεσθαι δὲ αὖ δύο τε καὶ τρεῖς εἰς μίαν, καὶ οὕτως ἔτι διψῆν. καὶ οὐκ ἐπεστρεψατε πρὸς μὲ, λέγει Κύριος. συμβέβηκε δὲ τὰ τοιαῦτα παθεῖν τοῖς ἐξ Ἰσραὴλ ἱστορικῶς τε ἅμα καὶ πνευ- [*](a 292 Α.) ματικως. ὡς γὰρ ὁ τοῦ Σωτῆρος εἴρηκε μαθητής Ἠλίας [*](S. Jac. v. 17.) “ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο “τοῦ. μὴ βρέξαι ὑετὸν ἐπὶ τὴν γῆν καὶ οὐκ ἔβρεξεν ἐπὶ “ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἔξ.” καὶ λιμὸς γέγονεν ἀπηνὴς οὕτως ἐν Σαμαρείᾳ, ὡς κεφαλὴν ὄνου πολλῶν πιπράσκεσθαι [*](4 Reg. vi. 25.) δηναρίων. ἀλλὰ καὶ ἐν χρόνοις τῆς Ἱερεμίου προφητείας ἀνεσχε τὸν ὑετὸν ὁ τῶν ὅλων Θεός. καὶ γοῦν τοὺς περὶ τῆς ἀβροχίας πεποίηται λόγους “Ἐπένθησεν ἡ Ἰουδαία, καὶ αἱ [*](b Hier. xiv. 2, 6.) “πύλαι αὐτῆς ἐκενώθησαν, καὶ ἐσκοτίσθησαν ἐπὶ τῆς γῆς, “καὶ ἡ κραυγὴ τῆς Ἰερουσαλὴμ ἀνέβη, καὶ οἱ μεγιστᾶνες “αὐτῶν ἀπέστειλαν τοὺς νεωτέρους αὐτῶν ἐφ’ ὕδωρ· ἤλθο- “’σαν ἐπὶ τὰ φρέατα, καὶ οὐχ εὕροσαν ὕδωρ, ἀπέστρεψαν “τὰ ἀγγεῖα αὐτῶν κενά. καὶ τὰ ἔργα τῆς γῆς ἐξέλιπον, ὅτι “οὐκ ἦν ὑετός. ᾐσχύνθησαν οἱ γεωργοὶ, ἀπεκάλυψαν τὴν “ κεφαλὴν αὐτῶν. καὶ ἔλαφοι ἐν ἀγρῷ ἔτεκον καὶ ἐγκατέ- ιιλίπον, ὅτι οὐκ ἦν βοτάνη. ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπας, “εἵλκυσαν ἄνεμον, ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ “ἦν χόρτος ἀπὸ λαοῦ ἀδικίας.” δεδυσσεβηκότων δὴ οὖν οὐ μετρίως τῶν ἐξ Ἰσραὴλ ἀνέσχε τὸν ὑετὸν καὶ γομφιασμὸν ὀδόντων καὶ εἴπειαν ἄρτων ἐν πάσαις αὐτοῦ ταῖς πόλεσιν ἐδίδου Θεός.

[*](1. τὸ τελεσφορῆσαι pro τελεσφόρησιν Edd. φησι assuraptum ex Α. Β. τοιαύτη Α. 3, αὐαίνεσθαι Β. 6. τοιαῦτα Α. τοιάδε Edd. ἱστορικῶς—πνευ ματικῶς Α. Β. συμβολικῶς—ἱστορικῶς Edd. 8. ἡμῖν] ἡμῶν ὡς γέγραπται Α. προσευχῇ προσηύξατο τοῦ μή βρέξαι ὑετὸν ὑετὸν om. Β.] ἐπὶ τὴν γῆν καὶ Α. Β. προσευξαμένου Edd. g. ἐπὶ alt. assumptum ex Α. deest in B. 12. τῆς Ἱ. προφητείας Α. Β. τῆς Ἱ. Προφήτου Pont. τοῖς Ἱ. Προφήτου Aub. 13. τῆς om. Β. 14, πεποίηται λόγους Α. λόγους ἐποιεῖτο λέγων Edd. Statim πενθήσει pro ἐπένθησεν ἡ Α. 15, Haec καὶ ἐσκοτίσθησαν ἐσκοτώθησαν Α.] ἐπὶ τῆς γῆς assumpta ex Α. B. 18 —24. Haec ἀπέστρεψαν — ἀπὸ λαοῦ ἀδικίας assumpta ex Α. Β. καὶ τὰ ἑξῆς habebantur Edd. 20. ὑετὸς] βοτάνη Β. ἐπεκάλυψεν Β.)
446

Αλλ’, ὡς ἔφην ἀρτίως, πεπονθότας αὐτὸ καὶ νοητῶς τροφὴ μὲν γὰρ καὶ ποτὸν τοῖς ἐκ γῆς σώμασι, τὰ [*](c) ἀπὸ τῆς γῆς, καὶ ὕδωρ τὸ αἰσθητόν· ψυχὴ δὲ ἀνθρώπου θείοις τε καὶ οὐρανίοις ἀποτρέφεται λόγοις. νᾶμα δὲ αὐτῇ τὸ πνευματικὸν, καὶ πηγὴ κατάρδουσα νοητῶς ἡ θεόπνευστος γραφὴ, τὸ Χριστοῦ λαλοῦσα μυστήριον. ἀλλ’ ὥσπερ ὀδόντες εἰ πάθοιεν τὸν γομφιασμὸν, ἀδρανέστεροί πὼς ἂν εἶεν εἴς γε τὸ δύνασθαι καταμασᾶσθαί τι, καὶ καταλεαίνειν τροφήν· οὕτως καὶ ἀνθρώπινος νοῦς κατολισθήσας ἐπὶ τὸ ἄναλκι, καὶ τὸ τῆς νωθείας ἀῤῥώστημα μὰ παθὼν, οὐκ ἃν [*](d) δύναιτο πνευματικῆς ἐφικέσθαι γνώσεως, καί τι καὶ τῶν ἐν θεωρίαις ταῖς ἄγαν ἰσχναῖς εἰς πέψιν ἑλεῖν. ἐπαχύνθη τοιγαροῦν ἡ καρδία τοῦ Ἰσραήλ· συνῆκε γὰρ οὐδαμῶς τὸ Χριστοῦ μυστήριον· ταύτῃτοι καὶ ἔνδειαν ἄρτων ἐσχήκασι τῶν πνευματικῶν καὶ ὕδατος σπάνιν, ἐπεὶ μὴ ἔχουσι τὸν [*](S. Joan. vi. 33.) τρέφοντα Λόγον τὸν ἐξ οὐρανοῦ καταβεβηκότα, καὶ ζωὴν διδόντα τῷ κόσμῳ, τὸν κατάρδοντα ψυχὰς τῆ τοῦ Πνεύματος χάριτι, τὴν ζῶσαν πηγὴν, τὸν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς [*](e) Υἱὸν, τὴν διὰ νόμου καὶ προφητῶν παράκλησιν. ὡς γὰρ ὁ [*](Es. v. 6.) προφήτης φησὶν Ἡσαΐας “Ἐνετείλατο ταῖς νεφέλαις τοῦ “μὴ βρέξαι ἐπ’ αὐτὸν ὑετόν.”

[*](9)

᾿Επάταξα ὑμᾶς ἐν πυρώσει καἰ ἐν ἰκτέρῳ ἐπληθύνατε κήπους ὑμῶν, ἀμπελῶνας ὑμῶν καὶ συκῶνας ὑμῶν καὶ ἐλαιῶνας ὑμῶν κατέφαγεν ἡ κάμπη, καὶ οὐδ’ ὥς ἐπεστρέψατε πρὸς μὲ, [*](10) λέγει Κύριος. ἐξαπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, [*](1. αὐτοὺς Edd. invitis Α. Β. 2. εὑρήσομεν] + καὶ iid. καὶ ποτὸν omissa hic, vacuo cum rasura relicto, post γῆς (ver. 3) transp. B. 3. τῆς om. Α. τὸ pro καὶ Β. τε pro δὲ Α. 6. τὸ] + τοῦ Edd. invitis A. Β. καλοῦσα Α. 7, εἶεν ἀν’ inv. ordine Α. 8. καταμασᾶσθαι τι καὶ καταλεαίνειν Α. Edd. καταλεαίνειν τε καὶ καταμάττειν Β. 10. ἀναλκες Α. 11, τῆς post δύνοιτο add. Edd. invitis Α. Β. κοὶ alt. assumptum ex Β. 18. καἰ assumptum ex . 21. αὐτὰς Α. 22. ἐν alt. om. F. Edd. (62, 147.) 23. ὑμῶν primum] + καὶ F. Edd. (22 al.) καὶ ἐλαιῶνος ὑμῶν om. Α. (228, 240.) Statim τούτους add. F. Edd. (Co.) 24. οὕτως pro ὣς F. Edd. (26. al.))

447
καὶ ἀπέκτεινα ἐν ῥομφαίᾳ τοὺς νεαωίσκους ὑμῶν μετὰ αἰχμα- [*](a 293 A.) λωσίας ἵππων ὅου, καὶ ἀνήγαγον ἐν πυρί τὰς παρεμβολὰς δμῶ’ ἐν τῇ ὀργῇ μου, καὶ οὐδ’ ὥς ἐπεστρέψατε πρόα μὲ, λέΓει Κύριος.

Tοῖς ἀναλγήτως ἔχουσι περὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα, καὶ πολὺ λίαν ὑπτιουμένοις, ἀναπίπτουσι δὲ καὶ οὕτω πρὸς τὸ ῥᾴθυμον ἔτι, ὥστε τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν ἔχειν ἀξιοῦν, ἀρκέσειεν ἂν οὐδεὶς τοῦ πλήττεσθαι τρόπος, [*](b) πλείους δὲ μᾶλλον καὶ ἀλλήλων χείρους καὶ πρὸς τὸ ἔτι μειζόνως καταλυποῦν ἔχοντες τὴν ἐπίδοσιν. οὐκοῦν ἐπειδήπερ τοῖς ἐξ Ἰσραὴλ μικρὸν ἦν τάχα πὼς πρὸς ἐπανόρθωσιν, τὸ ἐν ἐνδείαις ἄρτου παιδεύεσθαι καὶ ποτοῦ, ἐπενήνεκται τὸ παθεῖν καὶ τὰ ἔτι τοῦδε φορτικώτερα, ἡ αὐτῶν ἀσθένεια τῶν σωμάτων, ἡ ὡς ἐν πυρετῷ καὶ ἰκτέρῳ συμβαίνουσα. τοῦτο καὶ διὰ φωνῆς πάλιν τῆς Ἱερεμίου εἰρημένον εὑρήσομεν. ἔφη γὰρ ὅτι “Τάδε λέγει Κύριος [*](Hier. vi. 21.) “Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ “ἀσθενήσουσιν ἐν αὐτῇ πάτερες καὶ υἱοὶ ἅμα, γείτων καὶ [*](c) “ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.” ἐπειδὴ δὲ ἦσαν καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, καὶ πολὺ δὴ λίαν βλέποντες εἰς φιλοκερδείας, ταύτῃτοι πληθύνοντες κήπους τε καὶ ἀμπελῶνας, συκῶνάς τε καὶ ἐλαιῶνας, ἥψατο καὶ τῶνδε Θεὸς, δι’ ὧν ἦν εἰκος οὐ μετρίως κατηλγηκότας εἰς νοῦν ἐπανήκειν τὸν σώφρονα, καὶ ἀνθελέσθαι τοῦ χείρονος τὸ συμφέρον, [*](1. καὶ om. Edd. (Co.) 2. σου] ὑμῶν F. Edd. (Co.) 3, μου Α. (Alex. XII.) ὑμῶν Edd. (XII mg.) Neutrum habet Β. (86.) οὕτως pro ὣς F. Edd. (26. al.) 6. ἀναπίπτουσι Α. Edd. ἀποκλίνουσι Β. 7, ὥστε τὸ Α. ὡς τό τοι Β. ὡς τὸ Edd. 8. ἀρέσειεν Edd. 9, ἀλληλοχείρους Α. Statim καὶ assumptura ex Α. Β. 10, μεῖζον ὡς pro μειζόνως (sic) Α. οὐκοῦν] οὐκ Α. 11, Ἰσραὴλ] Ἱερουσαλὴμ Α. invito Β. πὼς assumptum ex Α. 12. τὴν pro τὸ Α. Statim ἐν assumptum ex Β. παιδεύεσθαι Α. γενέσθαι Β. πορεύεσθαι Edd. Statim καὶ ποτοῦ Β. κοὶ ποτῶν Edd. κατ’ αὐτῶν (sic) Α. 13, τὰ ἔτι τοῦδε φορτικώτερα Β. τὸ ἔτι τούτου τοῦδε Α.] φορτικώτερον Α. Edd. 14, ἡ assumptum ex Α. 15. πάλιν τῆς Ἱερ. Α. πάλιν post Ἱερ. tr. Β. Edd. τῆς deest in Edd. 16. εἰρημένον deest in Edd. 19. ἀπολεῖται Edd. 20. Haec δὴ λίαν assumpta ex B. 21. τε pro τοι Edd. τε assumptum ex A.B. 22. τούτων pro τῶνδε Α. Statim ὁ add. Α. 23. εἶκος assumptum ex Α.)

448
ἐπισωρεύων αὐτοῖς ἵνα πανταχόθεν πληττόμενοι σώζοιντο. [*](d) μικροῦ δὲ ὄντος καὶ τούτου, προσεπενήνεκται καὶ τὸ μεῖζον. ὅτε γὰρ, φησὶ, τὴν ἐμὴν ἀτιμάζοντες χεῖρα, μόνον δὲ οὐχὶ Θεοῦ τοῦ πάντα ἰσχύοντος τὸ ἄναλκι καθορίζοντες, τὴν ὁδὸν [*](Es. xxxi. 3.) πεποιῆσθε τὴν πρὸς Αἰγυπτίους, “ἵππων σάρκας” τῆς παρ’ ἐμοῦ φροντίδος ἀνθῃρημένοι, καὶ “Αἰγύπτιον ἄνθρωπον’ προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αιχμαλωτος ἢν, ἀπονευροῦντος Θεοῦ [*](e) καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς [*](4 Reg. xxiii. 29sqq.) ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ιουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ’ αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ [*](294 Α. a) Ἰσραήλ. οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τοῖς παρεμβολὰς ὑμῶν, ἀντὶ τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ [*](Hos. v. 13; viii. 14.) εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς “καὶ “ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε “πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις “αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν.” οὐκοῦν ἐξ αὐ- [*](b) τῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρεμβολὰς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος.

[*](1. ἐπισωρεύων αὐτοῖς om. Β. ἡττώμενοι pro πληττ. Α. 2. τοῦτο pro ὸ Α. 3, δὲ assumptum ex Α. Β. 4, ἄναλκες Α. 5, τὴν om. Α. ἐμῆς pro παρ’ ἐμοῦ Β. 7. δεδαπάνηνται Α. τῶν post τῆς add. Edd. invitis Α. Β. 8. ὑμῶν assnmptum ex Β. 9. πᾶς pro ἅπας Α. 11, ἀπέστειλα habent Α. Β. ὑμᾶς εἰς inv. ordine Β. 13. Ἰούδα b. 15. Ἰουδαίων] Αἰγυπτίων Edd. ante Migne. 19. ὡς assumptum ex A.b. 21. εὐπυργοτάτας [ἐνπ. Α.] καὶ τετειχ. ὑμῶν inv. ordine A.b. 22. ὀρχῇ Edd. 25. αὐτοῦ] αὐτῶν iid. θεμέλια sine τὰ Α. Β. Edd. 26. παρεμβολὰς Α. Β. πόλεις Edd. 27. ὣς Α. (26. al.) οὕτως Β. Edd. πρὸς μὲ assumpta ex Α.)
449

Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ [*](11) Γόμοῤῥα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ’ ὥς ἐπεστρέψατε πρὸς μὲ, γέγει Κύριος.

Oὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προστέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ’ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα [*](c) γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἰεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, [*](d) οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ’ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσ μένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι [*](e) πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ [*](1. Κύριος pro ὁ Θεὸς F. Edd. (Co.) 2. ἐγενήθητε F. (42.) ἀπεσπασμένος μένος Α. ἐκ πυρὸς] ἀπὸ καύσεως F. Edd. (Co.) 3, ὣς Α. οὕτως F. Edd. (26. al.) 5, αἰκίαις Α. ὀργαῖς Β. Edd. 8. ἡμῖν ἐν τούτοις hoc ordine A.b. 10. μὲν assumptum ex b. deest in Α. 11, καὶ] + αὐτὰς Α. αὐτῆς Α. αὐτοῖς Β. αὐτῇ Edd. 12. κατέσπασε Α. 13. ἐκ τοῦ πολέμου Α. ἐν τῷ πολέμω Β. Edd. 14, λαμπρῶς Edd. ὁμοῦ τοῖς ἅλ’. inv. ordine Α. Statim καὶ add. Edd. 19. Haec ὡς δαλὸς ἐκσπασθεὶς ἐκσπανθεὶς b.] ἐκ [+ τοῦ b.] πυρὸς accesserunt ex A.b. ὡς δαλός ἐξεσπασμένος· τὸ δὲ ἐκ πυρὸς Β. 20. δαλίον A.b. δᾳδίον Β. δαλίδιον Edd. 21. ὑποπτιοῦσθαι Edd.)

450
θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπῶ καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παραχωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς [*](295 Α. a) ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχίνους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον.

[*](12)

Δῶ τοῦτο οὕτως ποιήσω σοι Ἰσραήλ.

Επειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο πρόσ’. θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγαγόντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς [*](b) ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήτω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται.

Πλὴν ὅτι οὕτως ποιήσω σοι, ἑτοιμάζου ἐπικαλεῖσθαι τοι Θεόν σου, Ἰσραήλ.

Αλλ’ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι’ ἢν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις [*](c) ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς [*](4. assumptum ex Β. 6. ἀπηλγηκὼς Α. σμικρὰ Β. σμικρὰ (= μικρὰ) Α. μικρὰ Edd. 7. τε assumptum ex Α. 8. πρὸς Edd. 11, καὶ prius om. Α. ἐπαγάγοντος Β. ἐπάγοντος Edd. 12. δυσαλγήτως Α. δυ’ reliquis litteris, pagina finita, omissis Β.] ἀλλ’ ἀναλγήτως Edd. 14. ἠρκέσθην Α. Β. ἠρκέσθη Edd. προσεπήγαγε iid. 15. Σοδόμοις Α. Edd. Σοδόμων Β. 16. διὰ τῆς θείας ὀργῆς om. Β. 18. ὅτι om. Α. (42, 240.) 20. δὴ om. Α. ἀναμαθεῖν Α. μαθεῖν Edd. 21. πληττομένου ὑμῶν Edd. invitis Α.Β. 22. ἐπιβοῶντός Α. βοῶντός Edd. ἐκκαλεῖσθαι iid. 23.. φησὶν assumptum ex Β.)

451
λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραηλ, τουτέστιν, ὃν δι’ αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε- ποιημενα.

Διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων [*](13) εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιὼν ὄρθρον καὶ [*](d) ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ δόμα αὐτῷ.

Tῇ τοῦ προὔχοντος ἀντιπαραθέσει, τὸ ἐν ὑπολήψει τῆ χείρονι ῥᾳδίως ἐλέγχεται. ἵνα τοίνυν τῶν εἰδώλων τὸ ἀδρανὲς ἐκφαίνηται παρά γε τοῖς οἰηθεῖσιν ἐκ πολλῆς ἄγαν ἀβελτερίας ὡς θεοί τε εἶεν καὶ προσκυνεῖσθαι πρέποντες, χρησίμως ἡμῖν ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς ἐμφανῆ καθιστὰς, ποιητὴν εἰσφέρει καὶ τῶν ὅλων Δημιουργὸν, καὶ τῶν καθ’ ἡμᾶς [*](e) ἀνημμένον τὴν ἐξουσίαν, καὶ οἱονείπως τῶν ἀνθρωπίνων οἰακοστρόφον, ἐπέκεινά τε ὄντα παντὸς ὑψώματος καὶ ἁπάσης ὑπεροχῆς, καὶ ταμίαν ὥσπερ τινὰ τῆς ὅλης κτίσεως. Θεοῦ γὰρ φύσις τὸ πάντων ἐπέκεινα, καὶ οὐ τοπικοῖς ὑψώμασιν ἀλλὰ ταῖς τῆς εὐκλείας ὑπεροχαῖς, καὶ ἀσυγκρίτῳ δυνάμει παντὸς γενητοῦ μέτρον ὑπερκείμενον.

Ἐπικαλοῦ τοιγαροῦν τὸν Θεόν σου, φησὶν, Ἰσραὴλ, ἐπιγινώσκων τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς. ἐγὼ γάρ εἰμι, καὶ οὐχ ἕτερος, ὁ στερεῶν βροντὴν, τουτέστι [*](a 296 Α.) καὶ συννεφείαις καλύπτων τὸν οὐρανὸν, καὶ καθιεὶς ὑετοὺς, [*](2. Θεὸς assumptum ex Β. 3, ἀληθῶς Α. ἀληθὴς Β. ἀληθεία Edd. 4. ἐξηυρημένος Α. ἐξευρημ. Edd. Statim καὶ add. Α. κοὶ pro ἢ Edd. Statim λίθου Β. λίθοις Α. λίθων Α mg. Edd. 8. ὕψη A.B.F. (Alex.) sed cf. infra. ὑψηλὰ Edd. (Vat.) ὁ alt. om. Edd. (36, 97,310, 311.) 12. ἐλέγχηται pro ἐκφαίνηται Β. 14. ἑαυτὸν om. A. 15. τῶν prius Α. τὸν Edd. τὴν pro τῶν alt. iid. 16. ἀνημένον iid. 17, ὑψώματος om. Α. πάσης Α. 21.γενητοῦ] Sic correxi ex Α. γεννητοῦ Edd. 23, τὴν ἐξουσίαν αὐτοῦ, τὸ παναλκὲς τῆς ὑπεροχῆς Β. τὴν ἐξουσίαν, τὸ παναλκὲς, τὴν ὑπερβολήν Α. ἐξουσίας τὸ παναλκὲς κοὶ τὴν ὑπερβολήν Edd. 25. κοὶ prius assumptum ex A. Statim συννεφίαις Α.)

452
καὶ κτίζων πνεῦμα, τουτέστι πάλιν, ἀνέμων ποιητής. ἀπαγγελλων δὲ καὶ εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ. ὅμοιον ὡς εἰ [*](Prov. viii. 15,16.) λέγοι “Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. χριστον γὰρ ἐν τούτοις, οὐχὶ ’τον Εμμανουὴλ, τὸν κεχρισμένον δὲ μᾶλλον εἰς βασιλέα φησί· πνεῦμά τε ὁμοίως, οὐχὶ τὸ θεῖόν τε καὶ ἅγιον· κἂν εἰ μαί- [*](b) νοιντό τινες τῶν τὰ ὀρθὰ διαστρέφειν με μελέτη κότων· ἀλλὰ τουτὶ τὸ ἐν ἀέρι τε καὶ ἐγκόσμιον, περὶ οὗ φησι καὶ αὐτὸς [*](S. Joan. iii. 8.) ὁ Σωτῆρ’ “Τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ “ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· “οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος μένος ἐκ τοῦ Πνεύματος.” ἐγὼ τοίνυν, φησὶν, ὁ νεφέλας συνάγων καὶ στερεῶν βροντὴν, καὶ [*](Ps. cxxxiv.7.) “ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν,” ὁ φανερὸν καθιστὰς ὃν ἂν ἐθέλοιμι τοῖς τῆς βασιλείας ἐναβρύνεσθαι θώκοις. οὐκοῦν βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ φύσει Θεὸς, αὐτὸς ὁ ποιῶν ὄρθρον, τουτέστιν ἡμέ- [*](c) ρᾶν ἤτοι φῶς, αὐτὸς ὁ ποιῶν ὁμίχλην, τουτέστι, σκότος ἢ νύκτα· αὐτὸς ὁ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, ὁ παντὸς ἐπηρμένου καὶ ὑψηλοῦ κρείττων τε καὶ ὑπερκείμενος, ὄνομά τε πρέπον καὶ πολὺ λίαν ἐοικὸς τῇ ἑαυτοῦ δόξῃ φορῶν, τὸ Κύριος παντοκρατωρ.

Θέα δὴ οὖν, ὅσην ἐφ’ ἡμᾶς ποιεῖται τὴν ἡμερότητα καὶ φιλανθρωπίαν ὁ τῶν ὅλων Θεός. ἐπαρτήσας γὰρ τὴν ἀπειλὴν, καὶ τὰ μὲν ὡς ἤδη γέγονε, τὰ δὲ ὡς ἔσται προειρηκὼς, καλεῖ πρὸς ἐπίγνωσιν, καὶ μυσταγωγεῖ τὸν ἐκκε- [*](d) κλικότα, καὶ ἀνακομίζει πρὸς σύνεσιν τὸν ἐξ ἀμαθίας ὠλισθηκότα· καὶ τοῖς οὐκ εἰδόσι τὸν φύσει τε καὶ ἀληθῶς Δεσπότην, ἀπό γε τοῦ πάντα δύνασθαι κατορθοῦν καὶ κατ- [*](4. οὐ Edd. 5, βασιλείαν iid. 8. ἐν ἀέρι τε] ἐναέριόν τε Edd. invitis A.B.b. 9—11. Haec καὶ τὴν — ἐκ τοῦ Πνεύματος desunt in τῆς φωνῆς pro τὴν φωνὴν Α. 11. τοῦ om. Β. 12. συνάγων Β. συλλέγων Edd. 14. θέλοιμι Α. ἐναβρύνεσθαι Α. ἐνιδρύεσθαι Β. ἐναβρύνασθαι Edd. Statim θάκοις Α. 17, τὸ pro τοι Β. 18, ὁ prius assumptum ex A.B.b. 20. αὐτοῦ Α. 22. τὴν assumptum ex Α. Β. 28. τε pro γε Edd.)

453
ἄρχειν τῶν ὅλων, ἑαυτὸν καθίστησιν ἐναργῆ. τοῦτο δὲ ἦν “πόνῳ καὶ μάστιγι σωφρονίζοντος, μόνον δὲ οὐχὶ καὶ [*](Hier. vi. 7.) ἀνεθελήτως αὐτοὺς καταπαιδεύοντος εἰς ἐπιστροφὴν, καὶ τὰ δι’ ὧν ἦν εἰκὸς ἀναμαθεῖν δύνασθαι τὰ ἀμείνω φρονεῖν, χρησίμως ἐπάγοντος.

[*](e)

Ἀκούσατε τὸν λόγον Κυρίου τοῦτον, ὃν ἐγὼ λαμβάνω ἐφ’ ὑμᾶς [*](Κεφ. ε΄.) θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι οὐ μὴ προσθῇ τοῦ [*](2) ἀναστῆναι. παρθένος τοῦ Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀναστήσων αὐτήν.