In XII Prophetas

Cyril of Alexandria

Cyril of Alexandria. Cyrilli Archiepiscopi Alexandrini In XII Prophetas, Vol 1-2. Pusey, Philip Edward, editor. Oxford: Clarendon Press, 1868.

Tίς οὖν ὁ τῶν εἰρημένων ἀληθέστερος νοῦς; ἐφθέγξατό φησιν ἐκ Σιῶν ὁ Κύριος, ὡς ἐξ ἰδίου τόπου, καὶ ἐξ Ἱερουσαλὴμ, [*](d) ὡς ἐκ νεμηθείσης αὐτῷ· ἔστι μὲν γὰρ οὐκ ἐν τόπῳ τὸ ἀσώματον, ἐπειδὴ δὲ ἦν ἐν τοῖς Ἰεροσολύμοις ὁ διαβόητος ἐκεῖνος ναὸς, ἐδόκει πὼς ἴδιος ὑπάρχειν ὁ χῶρος αὐτοῦ, κατά γε τὴν τῶν ἀρχαιοτέρων ὑπόληψιν μικρὰ φρονούντων ἔτι περὶ Θεοῦ. ἀντὶ δὲ τοῦ ἐφθέγξατο, τέθεικε τῶν Ἑβραίων ἡ ἔκδοσις Ὠρύσατο, ἤτοι ἐβρυχήσατο, τὸν τῶν λεόντων νόμον. οὗ δὴ γεγονότος, ἐπέθησάν φησιν αἱ νομαὶ τῶν ποιμνίων· νομὴ δὲ ποιμνίων τὰ τῶν ἀλλοφύλων ἔθνη φησὶ, καθάπερ τισὶ ποιμέσι τοῖς ἑαυτῶν κρατοῦσιν ὑπεστρωμένα, οἳ πρὸς πᾶν [*](e) ὁτιοῦν τῶν κατὰ γνώμην αὐτοῖς ἄγουσί τε καὶ φέρουσι τοὺς ὑπὸ χεῖρα λαούς. ἐπένθησαν τοίνυν, τουτέστιν ἐν κατηφείαις καὶ ἐν παντὶ γεγόνασι κακῷ· γίνεται γὰρ πένθος ἐπὶ νεκροῖς. αἴτιον δὲ τῆς συμφορᾶς αὐτοῖς τὸ καταβρυχήσασθαι τὸν Θεὸν, καὶ οἷον ἀπειλῆσαι τὸν ὄλεθρον. “Λέων γάρ φησιν [*](Infra. iii. 8.) “ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται ” πλὴν οὐ μόνον ἐπένθησαν αἱ νομαὶ τῶν ποιμνίων, ἐξηρανθη δὲ πρὸς τούτῳ καὶ ἡ [*](a 253 Α.) κορυφὴ τοῦ Καρμήλου· Καρμηήλου δὲ κορυφὴν τὰ Ἱεροσόλυμά φησι. Κάρμηλος μὲν γὰρ ὄρος ἐστὶν ἐν τῇ τῶν Ἰουδαίων κείμενον χώρᾳ, ἐν ᾧ καὶ κατῴκηκεν ὁ Θεσβίτης Ἠλίας. κατασημαίνεται μαίνεται δὲ πολλάκις ἡ πᾶσα τῶν Ἰουδαίων γῆ διὰ τῆς τοῦ Καρμήλου μήλου προσηγορίας. ὁποῖόν ἐστι τὸ διὰ φωνῆς ἑτέρου προφήτου πρὸς τοὺς υἱοὺς Ἰσραὴλ εἰρημένον παρὰ Θεοῦ “Καὶ εἰσήγαγον ὑμᾶς εἰς τὸν Κάρμηλον τοῦ φαγεῖν [*](Hier. ii. 7.) [*](1. παρατροπὴν Α. Β. τροπὴν Edd. 2. προβάτων pro θρεμμάτων Β. 10. ὠρύσατο] ὡρίσατο Α. ὡρίσατο Pont. II. τῶν assumptum ex Α. 12. ποιμνίων· νομὰς δὲ ποιμνίων Β. cf. e infra. ποιμένων· νομὸς δὲ ποιμένων Efld. 14. ἑαυτῶν Α. αὐτῶν Edd. 16. ὑπὸ χεῖρα A.D. ὑπὸ χειρὸς Edd. 19. φησιν deest in Edd. 22. Καρμήλου δὲ κορυφὴν A.B.D. τουτέστι Edd. 23. φησι assumptum ex A.B.D. 24. καὶ om. Α. Statim κατῴκησεν Edd. invitis Α. B. 25. ’δε] γὰρ Α. πᾶσα assumptum ex Α. 28. ὐμᾶς] ἡμᾶς Edd.)

380
“τὰ ἀγαθὰ αὐτοῦ καὶ τοὺς καρποὺς αὐτοῦ, καὶ εἰσήλθετε [*](b) “καὶ ἐμιάνατε τὴν γῆν μου, καὶ τὴν κληρονομίαν μου ἔθεσθε “εἰς βδέλυγμα.” ἐπειδὴ τοίνυν ἡ τῶν ἄλλων πόλεων τῶν κατὰ τὴν Ἰουδαίαν ἐπισημοτέρα καὶ διαφανὴς ὠνόμαστο τὰ Ἱεροσόλυμα, κορυφὴν αὐτὰ τοῦ Καρμήλου φησὶν, ὡς ἐπηρμένην ἐν δόξη, ὡς προὔχουσαν ἐν ὑπεροχῇ, ὡς περίοπτον παρὰ τὰς ἄλλας, διάτοι τὸν θεῖον ἔχειν ναὸν, καὶ τοὺς ἐκ φυλῆς Ἰούδα κατὰ καιροὺς βασιλεύοντας. ἔθος δὲ τοῖς ἁγίοις προφήταις κατακρύπτειν οἰκονομικῶς ταῖς ἀσαφείαις τοὺς λόγους, διὰ τὸ ἀχάλινον εἰς ὁρμὰς τῶν ἀκροωμένων. [*](C) οὐ γὰρ ἂν ἠνέσχοντο λαλούντων ἀναφανδὸν πολὺ λίαν ἀνεπτοημένοι πρὸς θράσος, καὶ τοῖς ἁγίοις προφήταις ἐπιτι- [*](Es. xxx. 10.) μῶντες καὶ λέγοντες “Ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε “ἡμῖν ἑτέραν πλάνησιν.”

[*](3)

Καὶ εἶπε Κύριος Ἐπὶ ταῖς τρῶ ἀσεβείαις Δαμασκοῦ κὼ ἐΜ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτὸν, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι [*](4) σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶ ἐν Γαλαάδ. καὶ [*](d) τελῶ πῦρ εἰς τὸν οἶκον Ἀζαὴλ, καὶ καταφάγεται θεμέλια υἱοῦ [*](5) Ἄδερ. κω συντρίψω μοχλοὺς Δαμασκοῦ, κω ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου Ὢν, καὶ κατακόψω φυλὴν ἕε ἁδρῷ χρῤῥὰν, καὶ αἰχμαλωτευθήσεται λαὸς Συρίας ἐπίκλητος, λέγει Κύριος.

Ὁ θεσπέσιος Μωυσῆς ὡς ἀγαθόν τε καὶ ἀνεξίκακον καταθαυμάζει Θεὸν, καὶ μάλα εἰκότως. ἐπειδὴ γὰρ μεμοσχοποίηκε μὲν κατὰ τὴν ἔρημον ὁ Ἰσραὴλ, ἔφη τε φληνάφως [*](Exod. xxxii. 4.) “Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵ τινες ἀνήγαγόν σε ἐκ γῆς [*](2. ἐμιάνατε Β. ἐμιάνετε Edd. 3, ἡ assumptum ex Α. 4, ὠνόμαστο] ὠνόμασται Edd. 5, αὐτὴν pro αὐτὰ Α. 7, τοι] τε Edd. ἔχειν deest in Edd. 8. καιροὺς Α. καιρὸν Edd. 9, οἰκονομικῶς assumptum ex Α. 10, ὁρμὰς Α. ὀργὴν Edd. 11. ἀνεπτοημένοι] ἐπτοημένοι Α. 13, Ἀλλὰ ] Sic correxi. cf. infra 278 a. ἄλλα Edd. 14. ἡμῖν deest in Edd. 17. τῶν om. Α. (Co.) ἐξαποστελῶ Α. Β. (Alex. XII.) ἐξανατελῶ F. Edd. ἀποστελῶ Vat.] 21. αἰχμαλωτευθήσεται Α. Β. (Vat.) αἰχμαλωτισθήσεται F. Edd. (Alex.) 25. μὲν assumptum ex A.B.D. ὁ om. B.)

381
“Αἰγύπτου,” προσκέκρουκε μὲν ἀναγκαίως· ἐπειδὴ δὲ ὀλοθρεύσειν [*](e) αὐτοὺς εἰσάπαξ ἠπείλει Θεὸς, εἶτα προσέπιπτε τε καὶ ἐλιπάρει Μωυσῆς καὶ δὴ καὶ ἀνεῖναι αὐτοῖς ἡμαρτηκόσιν τὴν δίκην ἀνέπειθε τὸν Δημιουργὸν, χαριστηρίους ᾠδὰς ἀνετίθει λέγων “Κύριος ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, [*](Exod. xxxiv. 6,7.) “μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην “διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ “ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων “ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων, ἐπὶ [*](a 254 Α.) “τρίτην καὶ τετάρτην γενεάν.” τοῦτο νενοήκασιν οὐκ ὀρθῶς τῶν Ἰουδαίων οἱ δῆμοι. ᾤοντο γὰρ εἶναι τὸν Θεὸν σκληρὸν οὕτω καὶ ἀτεράμονα καὶ μακρὸν εἰς ὀργὰς, ὡς τέκνοις τέκνων ἐπιφέρειν τὰ τῶν πατέρων ἐγκλήματα. καὶ γοῦν αὐτὸ δὴ τουτὶ διαγελῶντες ἔφασκον„ Οἰ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.” ταύτῃτοι Θεὸς τῷ προφήτῃ φησὶν Ἰεζεκιήλ “Υἱὲ ἀνθρώπου, τίς ὑμῖν ἡ [*](Ezek. xviii. 2—4.) “παραβολὴ αὕτη ἐν τῷ Ἰσραὴλ λέγοντες Οἱ πατέρες ἔφα- [*](b) “γον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν; ζῶ “ἐγὼ, λέγει Κύριος, ὅτι οὐ μὴ γένηται ἔτι ἡ παραβολὴ “αὕτη λεγομένη ἐν τῷ Ἰσραὴλ ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμᾶι “εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς οὕτω καὶ τοῦ υἱοῦ, “ἐμαί εἰσι. ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. ὁ δὲ [*](Ib. 20.) “υἱὸς οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ πατρὸς αὐτοῦ, οὐδὲ [*](3. δὴ Α. μὴν Edd. Statim καὶ om. Α. αὐτοῖς Α. του Edd. 4, τὴν δίκην ἀνέπειθε hoc ordine Α. Β. Δημιουργὸν] + καὶ Edd. invitis Α. Β. 8. καὶ οὐ καθαριεῖ] οὐ om. Β. rasura duorum litt. facta. 9. ἁμαρτίας Β. (Alex.) ἀνομίας Edd. (Vat.) Quae sequuntur citantur in Nicephori Catena Patrum; in Exod. xx. col. 771. 10. νενοήκασιν] νενοσήκασιν η postea exarato) Α. forte prius i. q. e. habens. νενοσίκασιν e. 11. τὸν assumptum ὥ B. 13. καὶ γοῦν αὐτὸ δὴ Β. καὶ δὴ γοῦν Α. καὶ γοῦν αὐτό γε Cat. Niceph. καὶ γοῦν Edd. 14, τουτὶ Α.Β. τοῦτο Cat. Εdd. διαγελῶντες Α. Cat. Niceph. διαγγέλλοντες Edd. 15. ᾑμωδίασαν Α. Cat. Niceph. ἐμοδίασαν Β. ἐμωδίασαν D. ἐγομφίασαν Edd. (A.V.) ταυτῃτοι] + ὁ Cat. Niceph. 16. φησὶν τῷ πρ. inv. ord. Cat. τίς Α. Β. τί Cat. Niceph. Edd. Statim ἡμὶν (sic) Β. 17. τῇ pro τῷ Edd. ante Migne. Neutrum habet Cat. 18. ᾑμωδίασαν] Sic Cat. Niceph. ἐμοδίασαν Β. ἐγομφίασαν D.A. (e sil.) Edd. 19. ἔτι om. Α. Cat. Niceph. Statim ἡ παραβολὴ αὕτη post λεγομένη transp. D. Edd. (A.V.) invitis A.B. λεγομένη ἐν τ. Ἰ. om. Cat. Nic. Nic. 22. ἐμοί accesserunt ex A.D. Cat. Nic. ἐμή ἐστι Β. ἡ assumptum ex A.B.D. Cat. Nic. οὕτη Β. Cat. Nic. αὐτὴ D. Edd.)
382
“ὁ πατὴρ οὐ μὴ λήψεται τὴν ἁμαρτίαν τοῦ υἱοῦ αὐτοῦ. πῶς γὰρ ἔτι μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς ὁ τῶν ὅλων Δεσπότης, εἰ μὴ ἀνίησιν ἁμαρτίας, καὶ καθαρίζει τὸν ἔνοχον, παρατείνει δὲ μᾶλλον τὴν ἀγανάκτησιν ἐπὶ τρίτην [*](C) καὶ τετάρτην γενεάν; τίς οὖν ὁ λόγος; ἔστι μὲν, ὡς ἔφην, ἀνεξίκακός τε καὶ ἀσυγκρίτως ἀγαθὸς, καὶ οὐκ εὐθὺς τοῖς ἡμαρτηκόσιν ἐπάγει τὴν κόλασιν. ὑπερτίθεται δὲ, καὶ εἰς δευτέραν γενεὰν, ἵνα τάχα τις μεταξὺ πάρεισ’ βάλλουσα μετά- γνωσις ἀνακόψειε τὴν ὀργήν. ἀλλ’ εἰ μὴ τοῦτο γένηται τυχὸν, οἱ δὲ ἐκ τοῦ πρώτου τρίτοι τε καὶ τέταρτοι τοῖς ἴσοις, ἢ καὶ τοῖς ἔτι χείροσιν ἐναλοῖεν κακοῖς, καὶ προγονικῆς δυσσεβείας εὑρίσκοιντο μιμηταὶ, τότε δὴ τότε λοιπὸν ἐπάγει τὰς [*](d) δίκας, ἀποχρῶσαν τῷ γένει τὴν ἐπὶ τοῖς ἤδη παρῳχηκόσιν ἀνεξικακίαν ἐπιδιδούς· τοῦτό ἐστι τὸ ἐπιφέρειν ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. Ἀρ᾿ οὖν φησὶ, μακροθυμήσας τῇ Δαμασκῷ πλειστάκις, οὐκ ἀγανακτήσαιμι λοιπὸν, καὶ σφόδρα εἰκότως, ἐπὶ τρισὶ καὶ τέσσαρσιν ἁμαρτίαις; τί γὰρ δεδράκασι; πολλὰ μὲν καὶ ἕτερα. πλὴν τῆς ἄγαν ὠμότητος ἀποτιοῦσι δίκας· ἀποστραφήσομαι γὰρ αὐτοὺς, ἀνθ᾿ ὧν ἔπριζον πρίοσι σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας [*](e) τῶν ἐν Γαλαάδ. ἔστι μὲν οὖν ἡ Γαλαὰδ πολίχνη τῆς Ἰουδαίας, ἐν μεθορίῳ τῆς Παλαιστίνων κειμένη. ταύτην οἱ Σύροι προκατελάβοντο, καὶ πανωλεθρίᾳ διέφθειραν, πρίοσι τέμνοντες σιδηροῖς τοῖς ἐν γαστρὶ ἐχούσας, καὶ ὁμοῦ νηπίοις ὠμὰ γυναικῶν ἐκτήκοντες ἔμβρυα. πρίονας δὲ σιδηροῦς τοὺς τῶν [*](1. οὐ μὴ suprascripta in Α. unde assumpta. λήψεται τὴν ἁμαρτίαν accesserunt ex Α.Β. αὐτοῦ accessit ex Α. Β. (Alex. XII.) 2. Haec καὶ ἀληθινός accesserunt ex Α. Β. Cat. Nic. 5. μὲν] + οὖν Edd. invito Α. ὡς ἔφην ἀνεξίκακός τε Α. ἀνεξίακακος ὡς ἔφην Edd. 7, ὑπερτίθεται Α. Β. ὑποτίθεται Edd. 8. ἵνα τάχα] A.D. [ἱά ( =ut vid. ἵνα) suprascriptum εἴ που Β. τάχα εἰ μὴ Cat. abbrevians. εἰ τάχα Edd. μεταξὺ accessit ex Α.Β. Cat. Statim παρεισβαλοῦσα Edd. invitis Α. Cat. 9. γένηται Α. Cat. γένοιτο Edd. 11. δυσσεβείας] ἀσεβείας B. 12. εὑρίσκονται Α. invita Cat. 14. ἐπιδούς A.B. ἐπιδιδούς Cat. Edd. 14. τοῦτό ἐστι Α.Β. τουτέστι Edd. 15. Haec ἐπὶ τέκνα accesserunt ex Β. 16. μακροθυμήσας om. Α. 17. τέσσαρσιν] τέτρασιν e. 19. ἀποστραφήσομαι A.B.D. οὐκ ἀποστραφήσομαι Edd. 24. ὠμὰ] σώματα Α. 25. κτείνοντες pro ἐκτήκοντες Edd. invitis Α.Β.)
383
ἁμαξῶν ὀνομάζει τροχοὺς, οἷς καταλεπτύνειν ἔθος τὴν ἅλω τοῖς Σύροις. καὶ γοῦν καὶ διὰ φωνῆς Ἡσαΐου φησί που ’ς πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγήν “Ἴδου ἐποίησά [*](Es. xli. 15.) “σε ὡς τροχοὺς ἁμάξης, ἀλοῶντας, καινοὺς, πριστηροει- [*](a 255 Α.) “δεῖς.” ὅμοιον οὖν ὡς εἰ λέγοι τυχὸν πρὸς τὴν Δαμασκόν καθοριῶ σου τὴν δίκην, ἀνθ’ ὧν κατηλόησας καὶ συνέτριψας τοὺς ἐν Γαλαὰδ, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν ἔτι κατὰ γαστρὸς, οἷς ὁ παρὰ πάντων ἔλεος ἀκολουθεῖ καὶ ὀφείλεται. Ὅτι δὲ ὠμῶς καὶ ἀγρίως τοῖς ἐξ Ἰσραὴλ κατεχρήσαντο τῶν ἐκ Δαμασκοῦ τινὲς, ἀναμάθοις ἂν ἀκονιτὶ τοῖς Ἐλισσαιὲ τοῦ προφήτου λόγοις προσεσχηκώς. ἀφίκετο μὲν γὰρ [*](b) εἰς τὴν Δαμασκόν. ἐπειδὴ δὲ συνήντησε τῷ Ἀζαὴλ, ἀῤῥωστοῦτος ἔτι τοῦ Ἄδερ “Ἔκλαυσέ φησιν ὁ ἄνθρωπος τοῦ [*](4 Reg. viii. 11, 12.) “Θεοῦ, καὶ εἶπεν Ἀζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ “εἰπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ “ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρὶ, καὶ τοὺς ἐκλεκ- “τοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν “ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναῤῥήξεις.” ἐπειδὴ δὲ ταῦτα δέδρακε κατὰ τῆς Γαλαὰδ ἡ Δαμασκὸς, μᾶλλον δὲ καὶ κατὰ πάσης τῆς Ἰουδαίων χώρας, καταφλέξειν [*](c) ἀπειλεῖ τὸν οἶκον Ἀζαὴλ καὶ Ἄδερ, καὶ συντρίψειν μαλοὺς Δαμασκοῦ. πέπρακται δὲ ταῦτα διὰ μὲν Ὀζίου καὶ Ἱεροβοὰμ ἀνὰ μέρος καὶ κατὰ καιρούς· εἷλον γὰρ καὶ αὐτοὶ τὴν Συρίαν καὶ νενικήκασι κατὰ κράτος· χρόνου δὲ προἰόντος, καὶ παρὰ τοῦ βασιλέως Ἀσσυρίων. εἶτά φησι καὶ ἐξολοθρεύσω κατοικοῦντας ἐκ πεδίου ὥν. ὢν οἱ προφῆται τὴν Βαιθὴλ ὀνομάζουσιν, ἐν ἧ τὴν δάμαλιν ἀπέθετο τὴν χρυσῆν ὁ ἐπάρατος Ἱεροβοάμ. ἀλλ’ ὡς ἐξ ἐκείνου λοιπὸν [*](d) πᾶσαν χώραν εἰδωλολατροῦσαν, οὕτω καλεῖν ἔθος ἦν αὐτοῖς. [*](2. καὶ alt. om. Α. 5, οὖν assumptum ex Α.Β. 6. καθοριῶ B.D. καθοριῶ Α. καταλοήσω Edd. ἀνθ᾿ ὧν pro καθὸ iid. invitis Α.Β. 10, ἂν om. Α. Statim ἀκονητὶ (sic) Α. 12, τὴν Α. τὸν Edd. 15. ὃτι assumptum ex Α. (Vat.) 20. καὶ om. Α. τῆς] + τῶν Edd. invitis A.b. κατασφάξειν b. 22. δὲ Α. b. μὲν Edd. 23. εἶλον] + τε Edd. invitis A.b. 25. τοῦ assumptum ex A.B.b. 26. καὶ om. Α. ὢν alt. om. Α. post ὀνομάζουσιν transp. b. 29. ἦν om.)
384
τοὺς κατοικοῦντας τοίνυν ἐν γῆ καὶ πεδιῳ ὢν, ἤτοι τῶν ματάίων, ὅ ἐστιν εἰδώλων· οὕτω γὰρ ἡρμήνευσαν οἱ λοιποί· καταφθερῶ καὶ ἐξολοθρεύσω φησὶ, κατακόψω δὲ οὐδὲν ἧττον καὶ φυλὴν ἐξ ἀνδρῶν χαῤῥὰν, ἥ ἐστι πολίχνη που πάντως προσοικοῦσα τῆ Δαμασκῷ, μαχιμωτάτους ἔχουσα τοὺς οἰκήτορας. αἰχμαλωτευθήσεσθαι δέ φησι καὶ τὸν ἐπίκλητον τῆς [*](e) Συρίας λαόν. ἐπίκλητον λέγων, ἢ τὸν σφόδρα διαβόητον, ἢ τὸν μισθοφόρον καὶ συνειλεγμένον αὐτοῖς πρὸς ἐπικουρίαν· κατεμισθοῦντο γὰρ, ὡς ἔφην, τοὺς τῶν ἀλλοφύλων ὁμόρους, τῆς Ἰουδαίων καταστρατευόμενοι χώρας· ἤγουν ἐπίκλητον τὸν ἔξωθεν κεκλημένον καὶ μέτοικον. ἰστέον γὰρ ὅτι τῶν Εβραίων ἡ ἔκδοσις, ἀντὶ τοῦ λαὸς Συρίας, Κυρήνης φησίν· ἄποικοι γὰρ Κυρηναίων οἱ Σύροι. μεμνήμεθα δὲ ὅτι καθὰ γέγραπται πάλιν ἐν τῇ τετάρτη τῶν βασιλειῶν, ἐβασίλευε [*](256 Α. a) μὲν ὁ Ἄχαζ τῶν Ἱεροσολύμων, Φακεὲ δὲ καὶ Ῥαασσὼν οἱ [*](4 Reg. xvi. 1.) Συρίας τε καὶ Δαμάσκου βασιλεῖς, κατὰ τῶν Ἱεροσολυμῶν ἤεσαν, καταδῃοῦντες τὰς ὑπ’ αὐτὴν τοῦ Ἰούδα πόλεις. ἐπειδὴ δὲ ἦν ἐν δείμασιν οὐ φορητοῖς ὁ Ἄχαζ, βασιλεύων ἐπὶ τὸν Ιούδαν, κατεμισθοῦτο χρήμασι πρὸς ἐπικουρίαν Θεγλαφα- [*](Ib. 9.) λασὰρ τὸν Ἀσσύριον “Καὶ ἤκουσεν φησιν αὐτοῦ ὁ βασι- “λεὺς Ἀσσυρίων, καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δα- “μασκὸν καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ [*](b) “τὸν Ῥαασσὼν ἐθανάτωσε.”

[*](6)

Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτοὺς, ἕνεκεν τοῦ αἰχμαλω- [*](2. ἑρμήνευσαν A.b. 3, καταφθερῶ Α.Β. b. καταφερῶ (sic) Edd. 6. αἰχμαλωτευθήσεσθαι] αἰχμαλωτισθήσεσθαι Edd. invitis Α. Β. b. sic infra. 8. συνειλεγμένον Β. b. συνηλεγμ. Edd. 13. καθὰ Α.Β. καθὼς Edd. 15. ὁ Ἄχαζ Α. Ἄχατζ Edd. ῥασσὼν Β. et infia. 17. ὑπ’ αὐτὴν αὐτῇ Α.) τοῦ Ἰούδα Α.Β. ὑπ’ αὐτοὺς τῆς Ἰουδαίας Edd. 19. Haec πρὸς ἐπικουρίαν accesserunt ex Α.Β. 20, φησιν αὐτοῦ Α. φησι transp. post βασιλεὺς Β. post αὐτοῦ Edd. ὁ assumptum ex Α. 21, κοὶ ἀνέβη om. Β. Statim haec βασιλεὺς Ἀσσυρίων accesserunt ex Α. 22. αὐτὴν prius] αὐτὸν Β. κατῴκησεν pro ἀπῴκισεν Α.)

385
τεῦσαι αὐτοὺς αἰχμαλωσίαν του Σαλομῶν, του συγκλεἳσαι εἰς Τήν Ἰδουμαίαν· καὶ ἐξαποστελῶ πῦρ ἐμ τὰ τείχη Γάζης, καὶ [*](7) καταφάγεται τὰ θεμέλια αὐτῆς· καὶ ἐξολοθρεύσω κατοικοῦντας [*](8) ἐξ Ἀζώτου, καὶ ἐξαρθήσεται φυλὴ ἐξ᾿ Ἀσκαλῶνος, καὶ ἐπάξω τὴν χεῖρὰ μου ἐπ᾿ Ἀκκαρὼν, καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν [*](c) ἀλλοφύλων, λέγει Κύριος.

Αναγκαῖον ἡγοῦμαι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο εἰπεῖν, ὡς οὔτε τῶν Ἑβραίων ἡ ἔκδοσις, οὔτε μὴν ἡ τῶν ἑτέρων μέμνηται τοῦ Σαλομῶν, ἀλλ’ εἰρήκασιν Ἑβραῖοι μὲν Ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν, οἱ δὲ λοιποὶ προσέθεσαν ἀντὶ τοῦ Σαλομῶν, ἀπηρτισμένην ἤτοι τελείαν. ἑψόμεθα δὲ ἀναγκαίως ἡμεῖς καὶ τῇ τῶν ἑβδομήκοντα γραφῆ. ἐγκαλεῖται δὴ οὖν ἡ Γάζα· πόλις δὲ αὕτη τῶν Φυλιστιεὶμ, ἢ νῦν ἐστι Παλαιστίνη· ὡς αἰχμαλωσίαν αἰχμαλωτεύσασα [*](d) τοῦ Σαλομῶν, τοῦ συγκλεῖσαι εἰς τὴν Ἰδουμαίαν. κἂν μὲν οὕτω νοῶμεν, ὡς γοῦν οἱ ἕτεροι ἐκδεδώκασιν ἑρμηνευταὶ, οὐ τὴν τυχοῦσαν πεποίηνται κάτα τῆς Ἰουδαίας τὴν πόρθησιν, ἀλλ’ αἰχμαλωσιαν ἑλόντες ἱκανὴν, ὑπὸ χεῖρα δεδώκασι τῶν Ἰδουμαίων αὐτήν. Ἰδουμαῖοι δὲ γεγόνασι μὲν ἐξ αἵματος Ἡσαῦ, ἐχθρὰ γεμὴν πεφρονήκασιν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, οἷς συνεργασάμενοι καὶ σύνοπλοι γενόμενοι [*](e) Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ Ἀσκαλωνίται, καὶ οἱ τῆς λεγομένης Ἀκκαρὼν καὶ ἕτεροι δὲ τῶν ἀλλοφύλων τινὲς, κατὰ κράτος ἑλεῖν τῆς Ἰουδαίας τὰς πόλεις παρεσκεύασαν. εἰ δὲ δὴ καὶ κατὰ τὴν τῶν ἑβδομήκοντα γραφὴν αἰχμαλωτευσαι λέγοιμεν αὐτοὺς αἰχμαλωσίαν τοῦ Σαλομῶν, ἐκεῖνό που πάναὐτοὺς [*](1. Om. Α. (240.) Σαλομῶν e. Σαλομὼν Β. Σολομὼν F. Edd. (42,) Statim καὶ add. Β. 3, τὰ om. Α. (Alex. XII.) 8. τῶν ἑβρ. ἡ hoc ordine. A.B. μὴν assumptum ex Α. Β. τῶν om. Α. 9. Σαλομῶν] Sic semper edidi cum e. Σαλομὼν semper Β. sed cf. supra 2 c. Σολομὼν Edd. 10. αἰχμαλωσίαν Α.Β. αἰχμαλωσίᾳ Edd. 12. ἑψώμεθα Α. 16, ἐκδεδώκασιν Β. δεδώκασιν Α. νενοήκασιν Edd. 18. τὴν assumptum ex Α. 19, γεγόνασιν pro δεδώκασιν Β. αὐτήν] αὐτῶν Α. δὲ assumptum ex Α.Β. 20. μὲν om. Α. νῦν pro μὴν Α. 21. γενόμενοι Α. γεγονότες Edd. 25. καὶ assumptum ex Β. 26. λέγοιμεν Α. λέγομεν Edd. αἰχμαλωσίαν Α.Β. αἰχμαλωσίᾳ Edd.)

386
τὼς ἐννοεῖν ἀναγκαῖον. γέγονε μὲν γὰρ εὐσθενέστατος καὶ παναλκὴς βασιλεὺς ὁ Σαλομῶν, κατεκράτησε δὲ οὕτω τῶν [*](257 Α. a) περιοίκων ἐθνῶν, ὡς καὶ πολλὰς παρ’ αὐτοῖς ἀναδείμασθαι πόλεις, καὶ ἐν αὐταῖς ἱδρύσαι τὸν Ἰσραὴλ, δόντος αὐτῷ τοῦ Χειράμ. γέγραπται δὲ οὕτως ἐν τῇ δευτέρᾳ τῶν Παραλει- [*](2 Par. viii. 1–4.) πομένων “Καὶ ἐγένετο μετὰ εἴκοσιν ἔτη ἐν οἷς ᾠκοδόμησε “Σαλομῶν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ, καὶ τὰς “πόλεις ἃς ἔδωκε Χειρὰμ τῷ Σαλομῶν, ᾠκοδόμησεν αὐτὰς “Σαλομῶν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἦλθε “Σαλομῶν εἰς Ἐμὰθ Σοβὰ, καὶ κατίσχυσεν αὐτὴν, καὶ [*](b) “ᾠκοδόμησε τὴν Θεδμὸρ ἐν τῆ ἐρήμῳ, καὶ πάσας τὰς “πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ημάθ.” καὶ μεθ’ ἕτερα [*](Ib. 6–8.) πάλιν “Καὶ ὅσα ἐπεθύμησε Σαλομῶν “τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ, καὶ ἐν “πάση τῆ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ “τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ “τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσ- “ραὴλ, ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν καταλειφθέντες μετ’ “αὐτοὺς ἐν τῆ γῇ, οὓς οὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ, [*](C) “καὶ ἀνήγαγεν αὐτοὺς Σαλομῶν εἰς φόρον ἕως τῆς ἡμέρας “ταύτης.” συμφραξάμενοι τοίνυν τοῖς ἐκ τῆς Ἴδου μαίας Γαζαῖοί τε καὶ Ἀζώτιοι καὶ οἱ λοιποὶ ταύτας που τὰς πόλεις ἀνῃρήκασι, τὰς ὠνομασμένας τοῦ Σαλομῶν, ὡς μηκέτι μὲν αὐτὰς ὑπὸ τὴν Ἰούδα κεῖσθαι βασιλείαν, ἀπονεμεῖσθαι δὲ ὥσπερ τοῖς Μωαβιτῶν ἀνοσίοις καθηγηταῖς. ταύτῃτοι πυρὶ δαπανηθήσεσθαι ταῖς ἄλλαις ὁμοῦ τὴν Γάζαν φησὶν, ἐξολο- [*](2. βασιλεὺς om. Α. Σολ. habet e. 5, χειράμ. Α. Β. (Alex.) χιράμ Edd. (Vat.) τῆ assumptum ex Α.Β. 6. καὶ om. Β. μετὰ] + τὰ Α. 7, οἶκον prius] + τοῦ Α. κατὰ pro καὶ prius (sic) Α. 8. ἃς assumptum ex Α. 10. Ἐμὰθ Α. (cf. XI.) Αἰμάθ Edd. Statim σοβὰ A. σοβὰ B. σωβὰ Edd. κατίσχυσεν Α. Β. κατῴκισεν Edd. 12. Ἠμάθ. Α. Αἰμάθ Edd. (19 al.) 14. ἐν ult. assumptum ex A.D. Statim πάσῃ om. D. (44. al.) 15. καταλειφθεὶς B.D. καταληφθεὶς Α. Edd. 16. καὶ primum] + ἀπὸ Β. καὶ τοῦ Φερὲζιεβουσαίου om. Α. 17, ἐκ του] ἐν τῷ Α. 18, καταλειφθέντες D. Edd. τῶν καταληφθέντων Α. (A.V. c.) 19. οἱ assumptum ex Α.Β. 20. αὐτοὺς om. Α. 24. ἀπονεμεῖσθαι Α. ἀπονενεμεῖσθαι Pont. ἀπονενεμῆσθαι Aub. 26. φησὶν om. Α.)
387
θρευθήσεσθαι δὲ καὶ Ἀζωτίους καὶ φυλὴν Ἀσκάλωνος, καὶ ὑπὸ χεῖρα γενέσθαι τοῦ πλήττοντος τὴν Ἀκκαρών· συνδιολεῖσθαι δὲ πάντως αὐταῖς καὶ τοὺς καταλοίπους τῶν ἀλλοφύλων. [*](d) μεμισθοφορήκασι γὰρ κατὰ τὸ εἰκὸς, καὶ κέκληνται πρὸς ἐπικουρίαν τῶν περιοίκων βαρβάρων τινές.

Χαλεπὸν οὖν ἄρα καὶ κινδύνου παντὸς ἀνάμεστον ὁρᾶται λοιπὸν, τὸ συμφράττεσθαι πονηροῖς καὶ καθοπλίζεσθαι φιλεῖν τῶν ἠγαπημένων παρὰ Θεοῦ, καὶ διώκειν ἁγίους. εἰ γὰρ καὶ πάσχοιεν ἔσθ᾿ ὅτε πταισμάτων ἕνεκα, παιδευόμενοι παρὰ Θεοῦ, ἀλλ’ οὐκ ἀλογήσει παντελῶς τῶν οἰκειωθέντων αὐτῷ· καὶ παιδεύσας χρησίμως, ὀλέθρῳ περιβαλεῖ τὰ τῆς ὀργῆς σκεύη, τουτέστι, τοὺς ἀχαλίνῳ θυμῷ κατ’ αὐτῶν [*](e) ὁρμήσαντας, κατ’ ἐκεῖνό που πάντως τὸ πρὸς Βαβυλῶνα κάλως εἰρημένον πέρι τῶν ὑιῶν Ἰσραὴλ “ Εγω ἔδωκα αὐ- [*](Es. xlvii. 6.) “τοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος. ἀπᾴδει γὰρ λίαν καὶ ἀγανακτοῦντι τῷ Θεῷ τὸ φορτικὸν εἰς αἰκίας τῶν τοῦτο δρᾶν ἐπιτεταγμένων.

Τάδε λέγει Κύριος Ἐπὶ ταῖς τρισὶν ἀσεβείαις Τύρου, καὶ ἐπὶ ταῖς [*](9) τέσσαρσιν, οὐκ ἀποστραφήσομαι αὐτὴν, ἀνθ᾿ ὧν συνέκλεισαν [*](a 258 Α.) Τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν εἰς τὴν Ἰδουμαίαν, κακὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν. καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη [*](10) Τύρου, καὶ καταφάγεται θεμέλια αὐτῆς.

Τύριοι δὲ πάλιν πρὸς τοῖς ἀπὸ τῆς Δαμάσκου, καὶ μέν τοι καὶ Ἀζωτίοις, Γαζαίοις τε καὶ Ἀσκαλωνίταις, καὶ τοῖς ἐξ Ἀκκαρὼν τὴν Θεῷ πρέπουσαν ἀνεξικακίαν ὑπεραλόμενοι, καὶ τρόπον τινὰ νενικηκότες ταῖς τῶν ἀσεβημάτων [*](2. συνδιολεῖσθαι δὲ] συνδιολέσθαι Α. 3, ἀλλοφύλων Α.Β. ὁμοφύλων Edd. 5. περιοίκων] ἐποίκων Edd. 8. Θεοῦ] Θεὸν iid. 9, πάσχοιμεν iid. παιδευόμεθα iid. 11. καὶ παιδεύσας] παιδεύσας δὲ iid. 13, που assumptum ex Α. 16, καὶ ἀγανακτοῦντι om. Β. 20. τὴν prius om. Α. habent Edd. (Co.) cf. infra. τοῦ om. B.? F. Edd. (239.) 21. ἐξαποστελῶ Α. ἀποστελῶ Edd. 22. τὰ post καταφάγεται add. Edd. invito Α. (Alex.) 23. τῆς om. Α. 25. ἐξ assumptum ex A.B. ὑπερβαλλόμενοι Α.)

388
[*](b) ὑπερβολαῖς, ὑπενεχθήσονται ταῖς ὀργαῖς, κατά γε τὸν τοῦ χρησμῳδήματος νοῦν, καὶ ποινὴν ὑπομενοῦσι τὴν ἁπασῶν ἐσχάτην. ἐπίκλημα δὲ αὐτοῖς, ὅτι τὴν αἰχμαλωσίαν τοῦ Σαλομῶν συνεκλεισαν εἰς τὴν Ἰδουμαίαν, καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδελφῶν διαθηκης. τίς μὲν οὖν ἡ αἰχμα- [*](Supra 257.) λωσία τοῦ Σαλομῶν, ἀποχρώντως ἡμῖν διέδειξεν ὁ λόγος· συνεκλείσθη δὲ ὅπως εἰς τὴν Ἰδουμαίαν καὶ πρός γε Τυρίων, εἰπεῖν ἀναγκαῖον. ἐξανδραποδισάμενοι γὰρ οὐκ εὐαρίθμητον πληθὺν τῶν ἐξ Ἰούδα καὶ Ἰσραὴλ, καταπεπράκασιν Ἰδουμαίοις, [*](C) οἱ δὲ τοὺς ἐξ αἵματος ἀδελφοὺς καὶ ἄνωθεν ἐλευθέρους ἐν δορικτήτων μοίρᾳ πεποιημένοι, καὶ πικρῷ δουλείας κατέθλιβον ζυγῷ, καὶ τοῖς Ἑλλήνων νόμοις κατεβιάζοντο ζῆν, μονονουχὶ κατακερτομοῦντες οἱ δείλαιοι τὴν τοῦ Θεοῦ δόξαν, ὡς μήτε τὴν ἐκ πατέρων αὐτοῖς ἐλευθερίαν τηρήσαντος, μήτε μὴν ἰσχύσαντος παρασχεῖν τὸ ἐν καλῷ κεῖσθαι τῆς εὐημερίας. καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς ἑτέρου προφήτου φησὶ, τοὺς συγκλείσαντας εἰς τὴν Ἰδουμαίαν τὴν [*](Joel iii 4–6.) αἰχμαλωσίαν τοῦ Σαλομῶν, οὐ μετρίως κατ’ αἰτιῶ μένος. “Καὶ [*](d) “τί καὶ ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδῶν καὶ πᾶσα Γαλιλαία “ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτε μοι, ἢ “μνησικακεῖτε ὑμεῖς ἐπ’ ἐμοί; ὀξέως καὶ ταχέως ἀνταπο- “δώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς τὰς κεφαλὰς ὑμῶν, ἀνθ’ “ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ “ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς “ὑμῶν, καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπ- “έδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ [*](1. τοῖς assumptum ex Α. Statim ποιναῖς pro ὀργαῖς Edd. invitis A.B. 3. ἐπίκλημα] ἐπέγκλημα Α. 4. Haec καὶ αὐτῆς accesserunt ex Α. 5. τῶν om. Α. 6. διαδείξει Α. ὁ assumptum ex Α.Β. [suprascriptum Α.] 9. Ἰσραὴλ] Ἱερουσαλὴμ Edd. 10. ἀδελφοὺς Α.Β. ἀδελφῶν Edd. 11. δορυκτήτων Edd. correxi ex Β. καὶ assuinptum ex Α. 17, προφήτου accessit ex Α. τοὺς συγκλείσ.— καταιτιώμενος om. Β. 18, καὶ τι] καίτοι (sic) Α. 19. καὶ ὑμεῖς ἐμοὶ Α. ἐμοὶ καὶ ὑμῖν Edd. 20. ἢ om. Β. 22. τὰς assumtum ex Α. ἀνθ’ ὧν om. id. 24. εἰσηνέγκατε] ἠνέγκατε Edd. invitis Α.Β. 25. τοὺς υἱοὺς alt. assumpta ex A.B. Statim Ἰσραὴλ habent A.B. cf. in Es. 326 e. 26. υἱοῖς] θεοῖς Α. ἐξώσῃ (sic) Α.)
389
“τῶν ὁρίων αὐτῶν.’’ ὅριον δὲ ὥσπερ τῶν ἐξ Ἰσραὴλ, σωματικὸν μὲν ἡ Ἰουδαία, ψυχικὸν δὲ ὁ νόμος, ὧν ἔξω [*](e) γεγόνασι τοῖς τῶν Ἑλλήνων υἱοῖς ἐκτόπως καταπωλούμενοι. δεδράκασι δὲ τοῦτο Τύριοι τοῖς ἄλλοις ὁμοῦ καὶ αὐτῆς ἀμνημονήσαντες τῆς τῶν ἀδεφῶν διαθάχης.

Νοοῖτο δ’ ἂν πρὸς ἡμῶν καὶ τοῦτο τριχῆ. τίνες γὰρ οἱ ἀδελφοὶ, τίς δὲ καὶ ἡ διαθήκη, φέρε λέγωμεν, ἐκ τῶν ἱερῶν γραμμάτων εἰς ἐννοίας τὰς ἐπὶ τούτῳ χειραγωγούμενοι. Χειράμ ὁ Τυρίων κατὰ καιροὺς βεβασιλευκὼς, τῶν ὅτι μάλιστα φιλαιτάτων [*](3 Reg. v. 1.) ἦν τῷ θεσπεσίῳ Δαυείδ· εἶτα μετ’ ἐκεῖνον τῷ Σαλομῶν [*](a 259 Α.) γέγονεν ἀγαπητὸς, ὡς καὶ συνθήκας ὁμοψυχίας ποιήσασθαι [*](Ib. 12.) πρὸς αὐτὸν, συμπράξαι τε πρὸς ἅπαντα αὐτῷ, καὶ φροντίδα τὴν δέουσαν συνεισενεγκεῖν τὸν θεῖον ἀποτελοῦντι ναόν. καὶ πλεῖστα μὲν ὅσα προσκεκόμικε δῶρα, κεκέρδακε δὲ καὶ αὐτὸς τὰ ἔτι μείζω καὶ πλουσιώτερα. ἢ τοίνυν ἐκεῖνό φησιν, [*](Ιb. ix. 11.) ὅτι Τύριοι πεπολεμήκασι τὸν Ἰσραὴλ, ἀμνημονήσαντες διαθήχης τῶν ἐξ ἀγαπήσεως ἀδελφῶν, καὶ εἰς τοῦτο λοιπὸν διαθέσεως καὶ φιλοστοργίας συνενηνεγμένων, ὡς δοκεῖν εἰναι [*](b) καὶ ὁμαίμονας· ἤγουν ὅτι γεγονότες ἐξ Ἡσαῦ Ἰδουμαῖοι, ἀδελφοὶ μὲν ἦσαν τοῖς ἐξ Ἰσραὴλ, πεπολεμήκασι δὲ, τῆς τῶν ἀδελφῶν διαθηκης ἠφειδηκότες. πεφρόνηκε μὲν γὰρ ἐχθρὰ καὶ τὰ πολεμίων ὁ Ἡσαῦ κατὰ τοῦ Ἰακὼβ, τῶν πρωτοτοκίων ἕνεκα λελυπημένος ἐν ἀρχαῖς· ἀλλ’ ἐκ τῆς λαβὰν ἑστίας ἀπαίροντι κατὰ καιροὺς, καὶ οἴκοι πάλιν ὑπονοστῆσαι ἐθέλοντι γυναιξί τε ὁμοῦ καὶ τέκνοις, συνήντησεν ὡς ἀδελφός. κατησπάσαντο γὰρ ἀλλήλους καὶ περιέφυσαν, καὶ τὰ φίλοις πρέποντα λελαλήκασι, καὶ τὴν [*](2. ἡ assumptum ex Α. 3. ἐκτόπως οm. Β. 4. Haec τοῖς ἄλλοις ὁμοῦ κοὶ αὐτῆς accesserunt ex Α. 6. νοοῖτ’ ἂν δὲ pro νοοῖτο δ’ ἂν Α. τριχῇ om. A. habet D. 7. καὶ assumptum ex Α.Β. ἐκ] καὶ Edd. 8. ἐννοίας τὰς ἐπὶ τούτῳ] τὰς ἐπὶ τοῦτο ἐννοίας Edd. Χειρὰμ Α. Χιρὰμ Edd. 9 φιλαιτάτων Α. φιλτάτων Edd. 10 Σολομῶνι hic Β. 11. κα assumptum ex Α.Β. 13. συνεισενεγκεῖν Α. συνενεγκεῖν Edd. ἀποτελοῦντα Α. 14. κεκέρδακε] κεκέρδηκε Β. 16. ἀμνημονήσαντες] + δὲ Α. 17. ἀγαπήσεως Α. ἀγάπης ὡς Edd. 19. καὶ om Α. 23. πρωτοτοκίων] πρωτοτόκων Edd. 25. ὑπονοστῆσαι Α. ὑπονοστεῖν Edd. Statim θέλοντι Α. καὶ post τέκνοις add. Α. 27. καὶ τὰ φίλοις] τὰ φίλοις Α.)

390
[*](c) ἀρχαίαν πατοῦντες διαφορὰν, ὁμονοίας καὶ εἰρήνης πεποίηνται διαθήκας. ἀλλ’ ἐκεῖνοι μὲν ἐν τούτοις. Τύριοι δὲ τῆς τῶν ἀδελφῶν διαθήκης ἀμνημονήσαντες, τὰ γένη συνέβαλλον, καὶ δούλους ἔχειν ἀνέπειθον τοὺς ἐξ αἵματός τε καὶ ἀδελφοῦς, ταῖς παρὰ σφῶν συμπνοίαις πολὺ λίαν εὐσθενεστέρους τῶν κεκρατηκότων ἀποφήναντες Ἰδουμαίους. εἰ δὲ δή τις καὶ ἐπ’ αὐτῶν τοῦτο λέγοι τῶν Μωαβιτῶν, οἳ ἐξ αἵματος ἦσαν τοῦ Λὼτ, ὅτι λελυπήκασι Τύριοι διαθηκην ἀδελφων, [*](d) δῆλον δὲ ὅτι τὴν ἐξ Ἀβραὰμ πρὸς τὸν Λώτ. ἐπειδὴ γὰρ οἱ [*](Gen. xiii. 8.) ἀμφοῖν ἐμαχέσαντο ποιμένες, “Εἶπέ φησιν Ἁβρὰμ τῷ Λώτ “Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν “ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἀν- “θρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν.’ ἐμπρησθήσεσθαι δὴ οὖν ταύτῃτοι δικαίως φησὶν αὐτὴν, καὶ ἐξ αὐτῶν κατασεισθή- [*](Exod. xxiii. 2.) σεσθαι βάθρων. τὸ γάρ “Οὐκ ἔση μετὰ πλειόνων ἐπὶ κακίᾳ” [*](e) χρησιμον πανταχῆ.

[*](11)