Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Τῶν ἀρίστων ἀνδρῶν τὴν πολιτείαν συγγράψας, προῦργον νομίζω καὶ γυναικῶν οὐδὲν ἧττον εἰ μὴ καὶ μᾶλλον ἠγωνισμένων ἐπιμνησθῆναι. Αὗται γὰρ εὐφημίας μείζονός εἰσιν ἀξιώτεραι, φύσιν μὲν ἀσθενεστέραν λαχοῦσαι, τὴν αὐτὴν δὲ τοῖς ἀνδράσι προθυμίαν ἐπιδεικνύμεναι, καὶ τῆς προγονικῆς αἰσχύνης τὸ γένος ἐλευθεροῦσαι. Μαράνας δὲ καὶ Κύρας ἐπὶ τοῦ παρόντος μνησθήσομαι, αἴ τὰς ἄλλας ἁπάσας τοῖς τῆς καρτερίας νενικήκασιν ἄθλοις. Ταύταις πατρὶς μὲν ἡ Βέῤῥοια, γένος δὲ τὸ τῆς πατρίδος ἐπίσημον, τροφὴ δὲ τῷ γένει συμβαίνουσα: ἀλλὰ τούτων ἀπάντων ὑπεριδοῦσαι, καὶ βραχύ τι πρὸ τοῦ ἄστεως χωρίον περιβαλοῦσαι, καὶ εἴσω τούτου γενόμεναι, πηλῷ καὶ λίθοις τὴν θύραν ἀνῳκοδόμησαν. Κοινωνῆσαι δὲ αὐταῖς τοῦδε τοῦ βίου τὰς θεραπαίνας προθυμηθείσας, ἔξω τοῦδε τοῦ περιβόλου σμικρὸν δειμάμεναι καταγώγιον, ἐν ἐκείνῳ διάγειν ἐκέλευσαν. Ἐφορῶσι δὲ αὗται διὰ σμικρᾶς τινος θυρίδος τὰ ὑπ̓ ἐκείνων γινόμενα: καὶ εἴς τε προσευχὴν θαμὰ διανιστᾶσι, καὶ εἰς τὸν θεῖον ἔρωτα πυρπολοῦσιν. Αὗται δὲ οὔτε οἶκον, οὔτε καλύβην ἔχουσαι, τὸν ὕπαιθρον ἀσπάζονται βίον. Ἀντὶ δὲ θύρας, βραχεῖά τις αὐταῖς θυρὶς κατεσκεύασται, δἰ ἧς τήν τε ἀναγκαίαν τροφὴν εἰσδέχονται, καὶ ταῖς πρὸς αὐτὰς ἀφικνουμέναις προσδιαλέγονται γυναιξίν. Εἰς δὲ ταύτην ὥρισται τὴν συνουσίαν τῆς Πεντηκοστῆς ὁ καιρός: κατὰ γὰρ τὸν ἄλλον χρόνον τὸν ἡσύχιον ἀσπάζονται βίον. Ἡ Μαράνα δὲ μόνη ταῖς ἀφικνουμέναις διαλέγεται: τῆς γὰρ ἑτέρας οὐδεὶς ἀκήκοε πώποτε φθεγξαμένης: σιδηροφοροῦσι δὲ, καὶ τοσοῦτον φέρουσι φορτίον, ὡς τὴν Κύραν, ἀσθενέστερον σῶμα λαχοῦσαν, μέχρι τῆς γῆς κατακάμπτεσθαι, καὶ ἀνορθοῦν τὸ σῶμα ἥκιστα δύνασθαι.

Τὰ δὲ περιβόλαια μέγιστα ἔχουσιν, ὡς ὄπισθεν μὲν ἀποσύρεσθαι, καὶ ἀκριβῶς συγκαλύπτειν τὼ πόδε: ἔμπροσθεν δὲ μέχρις αὐτῆς τῆς ζώνης καθίεσθαι, τὸ

1492
πρόσωπον ὁμοῦ καὶ τὸν αὐχένα, καὶ τὰ στήθη, καὶ τὰς χεῖρας ἀκριβῶς κατακρύπτοντα. Ταύτας δὲ πολλάκις ἐθεασάμην εἴσω τῆς θύρας ἐκείνης γενόμενος.

Διορύξαι γάρ μοι παρεκελεύσαντο, τῆς ἱερωσύνης τὴν προεδρίαν τιμῶσαι. Εἶδον τοίνυν οὐδὲ ἁνδρὶ γενναίῳ φορητὸν τὸν ἐκείνου τοῦ σιδήρου σταθμὸν, καὶ πολλὰ λιπαρήσας, παραυτίκα μὲν ἀφελεῖν ἠδυνήθην: μετὰ δὲ τὴν ἡμετέραν ἀναχώρησιν, πάλιν αὐτὸν τοῖς οἰκείοις περιέθεσαν μέλεσιν: αὐχένι μὲν τὸν περιαυχένιον, ἰξύϊ δὲ τὴν ζώνην. χερσὶ δὲ καὶ ποσὶ τὰ τούτοις ἀπονενεμημένα. Καὶ τοῦτον βιοτεύουσι τὸν τρόπον, οὐ πέντε, ἣ δέκα, ἢ πεντεκαίδεκα μόνα ἐξανύσασαι ἔτη, ἀλλὰ δύο καὶ τεσσαράκοντα. Καὶ τοσοῦτον ἀγωνισάμεναι χρόνον, ὡς ἄρτι τῶν ἀγώνων ἁψάμεναι τῶν ἱδρώτων ἐρῶσι. Τὸ γὰρ τοῦ νυμφίου φανταζόμεναι κάλλος, εὐπετῶς μάλα καὶ ῥᾳδίως φέρουσι τοῦ δρόμου τὸν πόνον, καὶ καταλαβεῖν ἐπείγονται τῶν ἀγώνων τὸ τέλος, ἐν ἐκείνῳ τὸν ἐρώμενον ἑστῶτα βλέπουσαι, καὶ τῆς νίκης ὑποδεικνύντα τὸν στέφανον.

Τούτου εἵνεκα, καὶ ὑετοῦ, καὶ νιφετοῦ, καὶ ἡλίου δεχόμεναι προσβολὴν, οὐκ ἀνιῶνται, οὐδὲ ἀλγύνονται. ἀλλ̓ ἐκ τῶν δοκούντων ἀνιαρῶν θυμηδίαν καρποῦνται.

Καὶ τοῦ μὲν θεσπεσίου Μωῦσέως τὴν νηστείαν ζηλώσασαι, τρὶς ἄσιτοι τοσοῦτον διετέλεσαν χρόνον.

Διὰ τεσσαράκοντα γὰρ ἡμερῶν τροφῆς βραχείας μετέλαβον.

Τρὶς δὲ καὶ τοῦ θείου Δανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν ἐξανύουσαι, καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι. Ποθήσασαι δέ ποτε τῶν σωτηρίων τοῦ Χριστοῦ παθημάτων τοὺς ἱεροὺς θεάσασθαι τόπους, ἔδραμον εἰς τὴν Αἰλίαν, οὐδεμιᾶς κατὰ τὴν ὀδὸν ἐδωδῆς ἀπολαύσασαι, ἀλλ̓ εἰς ἐκείνην ἀφικόμεναι τὴν πόλιν, καὶ τὴν προσκύνησιν ἐκπληρώσασαι, τροφῆς μετέλαβον, καὶ πάλιν ἐπανῆλθον ἄσιτοι τὴν πορείαν ἀνύσασαι: σταθμοὶ δέ εἰσιν οὐκ ἐλάττους τῶν εἴκοσι. Καὶ τῆς καλλινίκου δὲ Θέκλης ἐπιθυμήσασαι θεάσασθαι τὸν ἐν Ἰσαυρίᾳ σηκὸν, ἵνα τῆς περὶ τὸν Θεὸν ἀγάπης πανταχόθεν ἐξάψωσι τὸν πυρσὸν, ὡς ἀπῆλθον οὕτως ἐπανῆλθον ἄσιτοι. Τοσοῦτον αὐτὰς τὸ θεῖον ἐξεβάκχευσε φίλτρον: οὕτως αὐτὰς ὁ θεῖος ἔρως περὶ τὸν νυμφίον ἐξέμῃνεν. Αὗται μὲν τοιαύτῃ πολιτείᾳ τὸ θῆλυ κατακοσμήσασαι γένος, ὡς ἀρχέτυπα καὶ ταῖς ἄλλαις γενόμεναι, τοῖς ἐπινικίοις στεφάνοις ὑπὸ τοῦ Δεσπότου ταινιωθήσονται.

Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν ὠφέλειαν προθεὶς, καὶ τὴν εὐλογίαν δρεψάμενος, ἐφ̓ ἕτερον βαδιοῦμαι διήγημα.