Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Οὐδὲ Θαλελαίου σιγήσομαι τὸ διήγημα, μεστὸν γὰρ τὸ θέαμα θαύματος. Οὐκ ἄλλων δὲ μόνον διηγησαμένων ἀκήκοα, ἀλλὰ καὶ αὐτόπτης ἐγενόμην τοῦ παραδόξου θαύματος. Ἀπὸ σταδίων γὰρ εἴκοσι Γαβάλων ʽπόλις δὲ αὕτη σμικρὰ καὶ χαριεστάτἠ, λόφον τινὰ καταλαβὼν, ἐν ᾧ τέμενος ἦν δαίμοσιν ἀνακείμενον, καὶ ὑπὸ τῶν πάλαι δυσσεβῶν πολλαῖς θυσίαις τιμώμενον, σμικράν τινα καλύβην ἐπήξατο.

Ἐθεράπευον δὲ τοὺς ἀλιτηρίους, ὡς ἔφασαν, τήν πολλὴν αὐτῶν ὠμότητα θυσίαις πραΰνειν πειρώμενοι.

Πολλοῖς γὰρ ἐλυμαίνοντο, καὶ παριοῦσι, καὶ γειτονεύουσιν, οὐκ ἀνθρώποις μόνοις, ἀλλὰ καὶ ὄνοις, καὶ ἡμιόνοις, καὶ βουσὶ, καὶ προβάτοις: οὐ τοῖς ἀλόγοις πολεμοῦντες, ἀλλὰ διὰ τούτων τοῖς ἀνθρώποις ἐπιβουλεύοντες. Τότε τοίνυν ἀφικόμενον τοῦτον ἰδόντες, καταπλήττειν ἐπειρῶντο μὲν, οὐκ ἠδύναντο δὲ, καὶ τῆς πίστεως περιφραττούσης, καὶ ὑπερμαχούσης τῆς χάριτος. Τοιγάρτοι λύσσης καὶ μανίας ἀναπλησθέντες, κατὰ τῶν ἐκεῖ πεφυτευμένων ἐχώρησαν δένδρων. Πολλαὶ δὲ περὶ τὸν λόφον ἐκεῖνον συκαῖ τε καὶ ἐλαῖαι τεθηλυῖαι ἐτύγχανον οὖσαι. Ἐκ τούτων πλείους ἤ πεντακοσίας ἐξαπιναίως ἀνασπασθῆναί φασι. Καὶ τοῦτο τῶν γειτονευόντων ἀγροίκων διηγουμένων ἀκήκοα: οἵ πάλαι τῷ τῆς ἀσεβείας κατεχόμενοι ζόφῳ, διὰ τῆς τούτου διδασκαλίας τε καὶ θαυματουργίας, τὸ τῆς θεογνωσίας ὑπεδέξαντο φῶς, Ἐπειδὴ δὲ καὶ τοῦτο δράσαντες οἱ ἀλιτήριοι δαίμονες οὐκ ἐδεδίξαντο τῆς φιλοσοφίας τὸν ἀθλητὴν, καὶ ἕτερα αὖθις προσέφερον μηχανήματα. Νύκτωρ γὰρ ὀλολυγῇ χρώμενοι, καὶ λαμπάδας ἐπιδεικνύντες, ἐκδειματοῦν ἐπειρῶντο, καὶ θόρυβον ἐμβαλεῖν τῷ λογισμῷ.

Ὡς δὲ πάσας αὐτῶν τὰς ἐφόδους ἐγέλασεν, ὕστερον αὐτὸν καταλιπόντες ἀπέδρασαν. Ὁ δὲ δύο τροχοὺς κατασκευάσας δύο πήχεων διάμετρον ἔχοντας, σανίσιν οὑ συνηρμοσμέναις ἀλλήλαις, ἀλλὰ διχὰ διεστηκυίαις ἄμφω συνέζευξε τὼ τροχώ. Εἶτα ἔνδον καθίσας, καὶ γόμφοις καὶ ἥλοις τὰς διεστηκυίας ἐκείνας καταπήξας σανίδας, ὕπαιθρον ἐξήρτησε τὸν τροχόν: τρία ἕτερα ξύλα ὑψηλὰ εἰς τὴν γῆν καταπήξας, καὶ τὰς ἄνω τούτων ἀρχὰς ξύλοις ἑτέροις συνάψας, καὶ τούτων ἐν μέσῳ προσδήσας τὸν διπλοῦν ἐκεῖνον τροχὸν, καὶ αἰωρήσας. Τούτου δὲ τὸ ἐντὸς δύο μὲν πήχεων ἔχει τὸ ὕψος, πήχεος δὲ τὸ εὖρος. Ἐν τούτῳ καθήμενος, μᾶλλον δὲ κρεμάμενος, δέκα τέως διετέλεσεν ἔτη. Σῶμα δὲ μέγιστον ἔχων, οὐδὲ καθήμενος ἀνορθοῦν δύναται τὸν αὐχένα: ἀλλὰ συγκεκυφὼς ἀεὶ κάθηται, τοῖς γόνασι προσηλωμένον τὸ πρόσωπον ἔχων. Πρὸς τοῦτον ἀφικόμενος, εὗρον αὐτὸν τῶν θείων Εὐαγγελίων τὴν ὠφέλειαν συλλέγοντα.

Ἠρόμην δὲ, μαθεῖν τῆς καινῆς ἐκείνης πολιτείας τὴν αἰτίαν ποθῶν: ὁ δὲ τῇ Ἑλλάδι χρησάμενος φωνῇ: Κίλιξ γὰρ τὸ γένος ἐτύγχανεν ὤν: Ἐγὼ, ἔφη, πολλοῖς ὑποκείμενος ἁμαρτήμασι, καὶ ταῖς ἠπειλημέναις τιμωρίαις πιστεύων, τόδε τοῦ βίου τὸ εἶδος ἐπινενόηκα, κολάσεις μετρίας τῷ σώματι μηχανώμενος, ἵν: ἐκείνων τῶν προσδοκωμένων ὑποσυλήσω τὸν ὄγκον. Χαλεπώτεραι γὰρ ἐκεῖναι, οὐ τῇ ποσότητι μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ ποιότητι: ἀκούσιοι

1489
γάρ. Τὸ δὲ παρὰ γνώμην γιγνόμενον, λίαν ἀνιαρόν: τὸ δὲ ἐθελούσιον, κ̔??ʼν ἐπίπονον ἧττόν ἐστιν ἀλγεινόν. Αὐθαίρετος γὰρ, ἀλλ̓ οὐ βίαιος ὁ πόνος.

Ἵνα τοίνυν, ἔφη, ταῖς μικραῖς ταύταις ἀνίαις ἐλαττώσω τὰ προσδοκώμενα, μέγα ἐντεῦθεν ἀποίσω τὸ κέρδος. Τούτων ἀκούσας λίαν αὐτὸν τῆς ἀγχινοίας ὑπερηγάσθην: ὅτι οὐ μόνον ὑπὲρ τὰ κείμενα ἠγωνίζετο σκάμματα, καὶ ἄλλα οἴκοθεν ὑπενόει ἀγωνίσματα: ἀλλ̓ ὅτι καὶ τούτων τὰς αἰτίας ἐπεγίνωσκέ τε, καὶ ἄλλους ἐδίδασκε. Καὶ θαύματα δὲ διὰ τῆς τούτου προσευχῆς πολλὰ γίνεσθαι ἔφασαν οἱ περίοικοι, οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ καμήλων, καὶ ὄνων, καὶ ἡμιόνων θεραπείας ἀπολαυόντων. Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον ἐκεῖνο ἅπαν τὸ ἔθνος, τὴν μὲν πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ φωτὸς τὴν αἴγλην ἐδέξατο. Τούτοις χρώμενος ὑπουργοῖς, καὶ τὸ τῶν δαιμόνων κατέλυσε τέμενος, καὶ σηκὸν μέγιστον τοῖς καλλινίκοις ἀνήγειρε μάρτυσι, τοῖς ψευδωνύμοις θεοῖς τοὺς θείους ἀντιτάξας νεκρούς.

Ταῖς δὲ τούτων εἴη πρεσβείαις, καὶ τοῦτον μετὰ τῆς αὐτῆς νίκης τῶν ἀγώνων τὸ τέρμα καταλαβεῖν, καὶ ἡμᾶς ὑπὸ τούτων κἀκείνου βοηθουμένους, ἐραστὰς γενέσθαι θερμοὺς τῶν τῆς φιλοσοφίας ἀγωνισμάτων.

Ἀμήν.