Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Τοῦ θεσπεσίου Μάρωνος. οὗ καὶ πρώην ἐμνήσθημεν, ἡ θαυμασία Δομνίνα τὸν βίον ζηλώσασα, ἐν τῷ κήπῳ τῆς μητρῴας οἰκίας σμικράν τινα καλύβην ἐπήξατο. Ποιεῖ δὲ αὐτῇ καλύβην τῶν μελίνων ἡ καλάμη.
Ἐν ἐκείνῃ διημερεύουσα, δάκρυσι διηνεκέσιν οὐ μόνας καταβρέχει τὰς παρειὰς, ἀλλὰ καὶ τὰ ἐκ τριχῶν περιβόλαια: τοιοῖσδε γὰρ ἐσθήμασι συγκαλύπτει τὸ σῶμα. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς, εἰς τὸν θεῖον ναὸν οὑ πόῤῥω ὄντα ἰοῦσα, μετὰ τῶν ἅλλων καὶ γυναικῶν καὶ ἀνδρῶν, τῷ Δεσπότῃ τῶν ὅλων προσφέρει τὴν ὑμνῳδίαν. Τοῦτο δὲ οὐκ ἀρχομένης μόνον ἡμέρας, ἀλλὰ καὶ τελευτώσης ποιεῖ, παντὸς ἑτέρου χωρίου τὸν ἀφιερωμένον τῷ Θεῷ χῶρον σεβασμιώτερον εἶναι, καὶ ὑπολαμβάνουσα, καὶ τοὺς ἅλλους
Πρόκειται δὲ πᾶσι τοῖς ὁρᾷν αὐτὴν βουλομένοις, καὶ ἀνδράσι, καὶ γυναιξὶν, οὔτε ὁρῶσα πρόσωπον, οὔτε ἑτέρῳ προτιθεῖσα πρόσωπον: ἀλλ̓ ἀκριβῶς μὲν τῷ περιβολαίῳ καλυπτομένη, μέχρι τε τῶν γονάτων κατακαμπτομένη. Λεπτὰ δὲ λίαν καὶ ἄσημα φθεγγομένη, μετὰ δακρύων δὲ ἀεὶ τὰ λεγόμενα προφέρουσα.
Πολλάκις γάρ μου λαβοῦσα τὴν δεξιὰν, καὶ τοῖς ὀφθαλμοῖς ἐπιθεῖσα, οὕτω διάβροχον γενομένην ἀφῆκεν, ὡς αὐτὴν ἀποστάξαι τὴν χεῖρα τὸ δάκρυον. Τὴν οὖν ἐν τοσούτῳ πλούτῳ φιλοσοφίας τοῖς ἐν ἐσχάτῃ ζῶσι πενίᾳ παραπλησίως δακρύουσαν, καὶ ὀλοφυρομένην, καὶ στένουσαν, ποῖος ἄν ἀξίως ἐπαινέσειε λόγος; Ὁ γὰρ θερμὸς περὶ τὸν Θεὸν ἔρως ἐκεῖνο τίκτει τὸ δάκρυον, εἰς τὴν θείαν θεωρίαν πυρσεύων τὸν νοῦν, καὶ ταῖς ἀκτῖσι νύττων, καὶ εἰς τὴν ἐντεῦθεν κατεπείγων μετάβασιν. Καὶ ὲν τούτοις δὲ διημερεύουσά τε καὶ διανυκτερεύουσα, οὐδὲ τῶν ἅλλων τῆς ἀρετῆς εἰδῶν ἀμελεῖ: ἀλλὰ θεραπεύει μὲν εἰς δύναμιν τοὺς ἀρίστους ἀγωνιστὰς, ὧν ἐμνήσθημεν, καὶ οὓς παρελίπομεν. Θεραπεύει δὲ καὶ τοὺς πρὸς αὐτὴν ἀφικνουμένους, κατάγεσθαι μὲν παρὰ τῷ τῆς κώμης ποιμένι κελεύουσα, αὐτὴ δὲ τὰς χρείας ἀπάσας ἐκπέμπουσα.
Πρόκειται γὰρ αὐτῇ τὰ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν εἰς δαπἅ??ʼην, τὴν δἰ αὐτῆς εὐλογίαν καρπούμενα. Κὰμοῦ δὲ εἰς ἐκεῖνο τὸ μέρος ἀφικνουμένου, τὸ νότιον δὲ τῆς ἡμετέρας χώρας ἐστὶ, καὶ ἄρτους, καὶ ὀπώρας, καὶ τὸν διάβροχον πέμπει φακόν.
Ἀλλὰ μέχρι πότε μηκύνων ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι φιλονεικῶ, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον, αἴ καὶ ταύτην, κἀκείνας ὧν πρόσθεν ἐμνήσθην, ἐμιμήσαντο; Πολλαὶ γὰρ καὶ ἅλλαι, αἳ μὲν τὸν μοναδικὸν ἠσπάσαντο βίον, αἴ δὲ τὴν μετὰ πλειόνων ἠγάπησαν πολιτείαν, ὡς καὶ πεντήκοντα καὶ διακοσίας, καὶ πλείους, καὶ ἐλάττους κατὰ ταυτὸν βιοτεύειν, μιᾶς ἀνεχομένας τροφῆς, ἐπὶ ψιάθων μόνον καθεύδειν αἱρουμένας, καὶ τὰς μὲν χεῖρας ἀπονεμούσας ἐρίῳ, ὕμνοις δὲ τὴν γλῶτταν ἀφιερούσας.
Μυρία δὲ τοιαῦτα καὶ ἀριθμὸν νικῶντα φιλοσοφίας ἐστὶ φροντιστήρια, οὐκ ἐν τῇ ἡμετέρᾳ δὲ μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν τὴν Ἕω. Πλήρης δὲ τούτων καὶ Παλαιστίνη, καὶ Αἴγυπτος, καὶ Ἀσία, καὶ Πόντος, καὶ Εὐρώπη πᾶσα. Ἐξ οὗ γὰρ ὁ Δεσπότης Χριστὸς τὴν Παρθενίαν ἐτίμησεν ὑπὸ παρθένου τεχθεὶς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε, καὶ τά εὐώδη ταῦτα καὶ ἀμάραντα ἄνθη προσφέρει τῷ ποιητῇ, οὐκ εἰς ἄῤῥεν καὶ θῆλυ τὴν ἀρετὴν διακρίνουσα, οὐδὲ εἰς σ̔??ʼο διαφορὰς τὴν φιλοσοφίαν μερίζουσα: σωμάτων γὰρ, ἀλλ̓ οὐ ψυχῶν τὸ διάφορον. Ἐν γὰρ Χριστῷ Ἰησοῦ, κατὰ τὸν θεῖον Ἀπόστολον, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ: μία δὲ καὶ ἀνδράσι καὶ γυναιξὶ κεχορήγηται
Ἀλλὰ πάντα διηγεῖσθαι, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ πᾶσι συγγραφεῦσιν ἀδύνατον. Εἰ δὲ καὶ δυνατὸν ἦν, παρέλκον εἶναι νομίζω, καὶ φιλοτιμίαν οὐδὲν ἔχουσαν κέρδος. Τοῖς γὰρ ὄνησίν τινα δρέπεσθαι βουλομένοις ἀπόχρη καὶ τὰ εἰρημένα παρασχεῖν τὸ ποθούμενον.
Τούτου γὰρ ἕνεκα, καὶ διαφόρων ἐμνημονεύσαμεν βίων, καὶ γυναικῶν διηγήματα τοῖς τῶν ἀνδρῶν προστεθείκαμεν, ἵν̓ ἔχωσι καὶ πρεσβύται, καὶ νέοι, καὶ γυναῖκες, φιλοσοφίας ἀρχέτυπα: καὶ τὸν καταθύμιον ἕκαστος ἐκματτόμενος βίον, ἔχῃ κανόνα τινὰ καὶ γνώμονα τοῦ οἰκείου, τὸν ἐν τῷ διηγήματι κείμενον. Καὶ καθάπερ οἱ ζωγράφοι εἰς τὸ ἀρχέτυπον ἀφορῶντες, καὶ ὀφθαλμοὺς ἀπομιμοῦνται, καὶ ῥῖνα, καὶ στόμα, καὶ παρειὰς, καὶ ὧτα, καὶ μέτωπα, καὶ αὐτὰς τῆς κεφαλῆς καὶ τοῦ γενείου τὰς τρίχας: πρὸς τούτοις δὲ καὶ καθέδραν, καὶ στάσιν, καὶ αὐτὰ μέντοι τῶν ὀφθαλμῶν τὰ ἤθη, εἴτε χαροπὰ, εἴτε βλοσυρὰ εἴη: οὕτω προσήκει καὶ τῶν ἐντυγχανόντων ἕκαστον τῇδε τῇ συγγραφῇ, βίον τινὰ μιμεῖσθαι προαιρούμενον, πρὸς ἐκεῖνον ὅν προαιρεῖται τὸν οἰκεῖον ῥυθμίζειν.
Καὶ ὥσπερ οἱ τέκτονες τῇ σπαρτῇ τὰς σανίδας ἀπευθύνοντες, μέχρι τοσούτου τὸ περιττὸν ἀφαιροῦσιν, ἕως ἂν τὸν κανόνα παραθέντες, ἴσην γενομένην τὴν σανίδα θεάσωνται: οὕτω δὲ τὸν ζηλοῦν τινα βίον βουλόμενον, ἑαυτῷ τοῦτον ἀντὶ κανόνος παρατιθέναι, καὶ τῆς τε κακίας ἀποκόπτειν τὸ περιττὸν, καὶ τῆς ἀρετῆς ἀναπληροῦν ἅττα ἐλλείποντα. Τούτου γὰρ εἵνεκα καὶ τὸν τῆς συγγραφῆς ἀνεδεξάμεθα πόνον, ὠφελείας ἀφορμὴν προτιθέντες τοῖς βουλομένοις: ἀξιῶ δὲ τοὺς ἐντευξομένους, τοῖς ἑτέρων πόνοις ἀπόνως ἐντρυφῶντας, προσευχῇ τοὺς πόνους ἀμείψασθαι.
Ἱκετεύω δὲ καὶ τούτους, ὦν τὸν βίον συνεγραψάμην, μὴ περιιδεῖν με πόῤῥω τῆς πνευματικῆς αὐτῶν χορείας διάγοντα, ἀλλ̓ ἀνελκῦσαι κάτω κείμενον, καὶ πρὸς τὸ ὕψος τῆς ἀρετῆς ἀναγαγεῖν, καὶ τῷ ἰδίῳ χορῷ συνάψαι: ὡς ἂν μὴ μόνον εὐφημοίην τὸν ἀλλότριον πλοῦτον, ἀλλὰ καὶ αὐτὸς σχοίην τινὰς ἀφορμὰς εὐφημίας, ἔργῳ, καὶ λόγῳ, καὶ διανοίᾳ δοξάζων τὸν Σωτῆρα τῶν ὅλων Χριστὸν, τὸν Θεὸν ἡμῶν, μεθ̓ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.