Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Καὶ ὁ κοινὸς τῶν ἀνθρώπων ἀλάστωρ πολλὰς τῆς κακίας ἐξεῦρεν ὁδοὺς, πανωλεθρίᾳ φιλονεικῶν παραδοῦναι πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν: καὶ τῆς εὐσεβείας οἱ τρόφιμοι τῆς εἰς οὐρανὸν ἀνόδου πολλὰς καὶ διαφόρους ἐμηχανήσαντο κλίμακας. Οἱ μὲν γὰρ κατὰ συμμορίαν ἀγωνιζόμενοι, μυρία δὲ τοιαῦτα συστήματα, καὶ ἀριθμὸν νικῶντα, τῶν ἀκηράτων στεφάνων ἀπολαύουσι, καὶ τῆς ποθουμένης ἀνόδου τυγχάνουσιν. Οἱ δὲ τὸν μοναδικὸν ἀσπαζόμενοι βίον, καὶ μόνῳ τῷ Θεῷ προσλαλεῖν μελετῶντες, καὶ παραψυχῆς
Οἱ δὲ τὸν ἐν ἄντροις καὶ σπηλαίοις ἀσπάζονται βίον. Πολλοὶ δὲ, ὧν ἐνίων ἐμνήσθημεν, οὐκ ἄντρον ἔχειν, οὐ σπήλαιον, οὐ σκηνὴν, οὐ καλύβην ἐπείσθησαν: ἀλλὰ γυμνῷ τῷ ἀέρι τὰ σφέτερα σώματα δεδωκότες, τῶν ἐναντίων ποιοτήτων ἀνέχονται: ποτὲ μὲν τῷ κρυμῷ τῷ ἀκράτῳ πηγνύμενοι: ποτὲ δὲ τῷ πυρὶ τῆς ἀκτῖνος φλεγόμενοι. Καὶ τούτων δὲ αὖ πάλιν ὁ βίος διάφορος. Οἱ μὲν γὰρ ἑστῶσι διηνεκῶς, οἱ δὲ εἰς καθέδραν καὶ στάσιν τὴν ἡμέραν μερίζουσι καὶ οἱ μὲν ὲν θριγκίοις τισὶ καθειργμένοι, τῶν πολλῶν τὰς συνουσίας ἐκκλίνουσιν, οἱ δὲ οὐδενὶ τοιούτῳ καλύμματι χρώμενοι, πρόκεινται πᾶσι τοῖς βουλομένοις εἰς θεωρίαν. Τούτων δὲ ἕκαστον ἐπὶ τοῦ παρόντος διεξελθεῖν ἠναγκάσθην, τοῦ θαυμασίου Βαραδάτου τὸν βίον ἐθελήσας συγγράψαι. Καινὰ γὰρ καὶ οὗτος ἐπενόησε καρτερίας ἐπιτηδεύματα. Πρῶτον μὲν γὰρ ἐν οἰκίσκῳ χρόνον πολὺν ἑαυτὸν καθείρξας, τῆς θείας μόνης ψυχαγωγίας ἀπήλαυεν. Ἐκεῖθεν τὴν ὑπερκειμένην καταλαβὼν ῥαχίαν, καὶ κιβωτόν τινα βραχεῖαν οὐδὲ τῷ σώματι σύμμετρον ἐκ ξύλων κατασκευάσας, ἐν αὐτῇ διῆγε, κατακύπτειν διηνεκῶς ἠναγκασμένος, Οὐ γὰρ εἶχεν ὕψος ἰσόμετρον τῷ μήκει τοῦ σώματος.
Οὐ σανίσι δέ γε αὕτη συνήρμοστο, ἀλλὰ ταῖς κιγκλίσι παραπλησίως διήνοικτο, καὶ ταῖς φωταγωγοῖς ἐῴκει ταῖς εὐρυτέρας ἐχούσαις τοῦ φωτὸς τὰς εἰσόδους. Οὗ χάριν, οὔτε ταῖς τῶν ὑετῶν ἀπηλλάττετο προσβολαῖς, οὔτε τῆς ἡλιακῆς ἠλευθεροῦτο φλογὸς, ἀλλ̓ ἀμφότερα τοῖς ἄλλοις ὑπαιθρίοις παραπλησίως ἐδέχετο: ἐπλεονέκτει δὲ μόνῳ τῷ τῆς καθείρξεως πόνῳ.
Πολὺν δὲ χρόνον τοῦτον διατελέσας τὸν τρόπον, ὕστερον ἐξελήλυθε, ταῖς τοῦ θεσπεσίου Θεοδότου, ὅς τὴν ἀρχιερατικὴν τῆς Ἀντιοχέων ἔλαβε προεδρίαν, παραινέσεσιν εἴξας. Ἔστηκε μέντοι διηνεκῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων, καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνῶν, ἅπαν τὸ σῶμα τῷ δερματίνῳ συγκαλύπτων χ̔??ʼτῶνι: περὶ τὴν ῥῖνα δὲ μόνην, καὶ τὸ στόμα, βραχεῖαν τῷ πνεύματι παρείσδυσιν καταλέλοιπεν, ἵνα ἀναπνέῃ τὸν κοινὸν ἀέρα δεχόμενος, ἐπειδήπερ ἄλλως ζῇν οὐχ οἵα τε τῶν ἀνθρώπων ἡ φύσις. Καὶ τοῦτον ἅπαντα ὑπομένει τὸν πόνον, οὐκ εὔρωστον σῶμα λαχὼν, ἀλλὰ καὶ λίαν πολλοῖς βαλλόμενος πάθεσι: ζέουσα δὲ ἡ προθυμία, καὶ τῷ θείῳ ἔρωτι πυρπολουμένη, βιάζεται πονεῖν τὸ πονεῖν οὐ δυνάμενον.
Καὶ τὰς φρένας δὲ συνέσει κεκοσμημένος, ἄριστα καὶ τὰς πεύσεις καὶ τὰς ἀποκρίσεις ποιεῖται: καὶ συλλογίζεται ἔστιν ὅτε τῶν τοὺς Ἀριστοτελικοὺς λαβυρίνθους ἀνεγνωκότων ἄμεινόν τε καὶ δυνατώτερον.
Ἐν αὐτῷ δὲ ὤν τῷ ὕψει τῆς ἀρετῆς, οὐκ ἐᾷ συναναβῆναι τὸ φρόνημα, ἀλλὰ κάτω ἕρπειν κελεύει, περὶ αὐτὰ τοῦ ὄρους τὰ κράσπεδα. Οἶδε γὰρ ὅσην ἕλκει βλάβην φλεγμαίνουσα τῷ τύφῳ διάνοια. Τοιαύτη ὲν κεφαλαίῳ καὶ ἡ τοῦδε φιλοσοφία: ἤν αὐξομένην γένοιτο τὴν νύσσαν τοῦ δρόμου καταλαβεῖν.
Κοινὴ γὰρ εὐφροσύνη τῶν εὐσεβῶν, τῶν νικηφόρων τούτων ἡ εὔκλεια. Ἐμὲ δὲ εἴη ταῖς τούτου ὑπερειδόμενον προσευχαῖς, μὴ πόῤῥω τοῦδε γενέσθαι τοῦ ἐντρυφᾷν θεωρίαις.