Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς, προφάσει χρωμένους, ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν.
Πολλῷ γὰρ δήπουθεν τούτου γε ἕνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἵη, ὅτι τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ʽ??ʼσιητικῆς μετέβη κακοπαθείας, καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις, καὶ ἀρχιερατικαῖς περιστοιχιζόμενος φροντίσι, τοῦ βίου τὸν δρόμον ἐξήνυσε. Καὶ οὗτος δὲ τῆς Κύρου χώρας καρπός. Ἐν ταύτῃ γὰρ καὶ τεχθεὶς καὶ τραφεὶς τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε. Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ συγγεγονότες ἀγρυπνίᾳ, καὶ στάσει, καὶ νηστείᾳ, καταδαμάσαι τὸ σῶμα, ὡς ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον. Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγεὶς, κινδύνους εἰσενεγκεῖν ἀντὶ τῆς θείας χάριτος ἠβουλήθη, καὶ καταλαμβάνει τὸν Λίβανον: κώμην τινὰ μεγίστην, κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς: καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατακρύψας, καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος, ὡς δῆθεν ὠνησόμενος κάρυα, τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν, καὶ οἱκίἁ??ʼ μισθωσάμενος, καὶ ὀλίγα χρήματα τοῖς κεκτημένοις προδεδωκὼς, τρεῖς μὲν καὶ τέσσαρας ἡμέρας ἡσυχίαν ἦγεν. Εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας, μετρίᾳ φωνῇ κεχρημένος. Ἐπειδὴ δὲ τῆς ψαλμῳδίας ἐπῄσθοντο, ὁ μὲν κήρυξ ἐβόα καὶ συνεκάλει πάντας: συνελέγοντο δὲ καὶ ἄνδρες, καὶ γυναῖκες, καὶ τὰς θύρας ἀνοικοδομήσαντες, ἄνωθεν ἀπὸ τῆς ὀροφῆς πολὺν χοῦν συμφοροῦντες κατέβαλλον.
Ὥς δὲ ἑώρων ἀποπνιγομένους καὶ χωννυμένους, οὐδὲν οὔτε δρᾷν, οὔτε λέγειν θέλοντας, εὐχὴν δὲ μόνην τῷ Θεῷ προσκομίζοντας, τῶν ἑτέρων ὑποθεμένων, τῆς μανίας ἐπαύσαντο. Εἶτα τὰς θύρας ἀνοίξαντες, καὶ τοῦ χώματος ἀνασπάσαντες, ἀπιέναι παραντίκ̔??ʼ
Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα, αἰτοῦσι μὲν ὑπὲρ τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτὸν γενέσθαι παρακαλοῦσιν. Οὐ γὰρ εἶχεν ἡ κῴμη δεσπότην: αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ, καὶ δεσπόται. Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν: Ἔμισα δὲ ἦν αὕτη: καὶ γνωρίμους τινὰς εὑρὼν, ποιεῖται δάνεισμα. Εἶτα τὴν κώμην καταλαβὼν, κατὰ τὴν κυρίαν πληροῖ τὴν ὑπόσχεσιν. Ταύτην αὐτοῦ τὴν σπουδὴν θεασάμενοι, σπουδαιοτέραν προσφέρουσιν αὐτῷ τὴν παράκλησιν. Τοῦ δὲ τοῦτο δρᾷν ὑποσχομένου, εἰ ἐκκλησίαν οἰκοδομεῖν ἐπαγγείλαιντο, εὐθὺς ἐπιχειρεῖν ἱκέτευον: καὶ περιῆγον τὸν μακάριον ἄνδρα, τοὺς ἐπιτηδειοτέρους τόπους ἐπιδεικνύντες. Καὶ ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον ἐπῄνει: προελόμενος δὲ τὸν ἀμείνω, καὶ τὰ θεμέλια καταπήξας, ὲν ὀλίγῳ χρόνῳ τὸν ὄροφον ἐπιτέθεικε. Καὶ τῆς οἰκοδομίας δεξαμένης τὸ πέρας, ἱερέα δέξασθαι παρηγγύα. Ἐπεὶ δὲ ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον, δέχεται τῆς ἱερωσύνης τὴν χάριν. Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς, ἕτερον ἀντ̓ αὐτοῦ τῶν συνόντων προβληθῆναι παρασκευάσας, πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον. Καὶ ἵνα μὴ πάντα τὰ ἐκείνου διηγούμενος μακρὸν ἐργάσωμαι τὸ διήγημα, ὲν τούτοις διαλάμψας, τὴν Κάρων ὑποδέχεται προεδρίαν. Πόλις δὲ αὕτη τῆς δυσσεβείας περικειμένη τὴν μέθην, καὶ τῇ τῶν δαιμόνων ἑαυτὴν ἐκδεδωκυῖα βακχείᾳ. Ἀλλὰ τῆς τούτου γεωργίας ἀξιωθεῖσα, καὶ τῆς αὐτοῦ διδασκαλίας δεξαμένη τὸ πῦρ, τῶν μὲν προτέρων ἀκανθῶν ἐλευθέρα διέμεινε, κομᾷ δὲ νῦν τοῖς ληΐοις τοῦ Πνεύματος, ἀσταχύων ὡρίμων τῷ Θεῷ προσφέρουσα δράγματα.
Αλλ̓ οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν θείαν ταύτην γεωργίαν εἰργάσατο: πόνοις δὲ μυρίοις χρησάμενος, καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν παρακλήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροτέροις ἐπ̔??ʼστύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων, καὶ καίων, τὴν ὑγείαν εἰργάσατο.
Τῇ δὲ διδασκαλίᾳ, καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ, καὶ αἱ τοῦ βίου λαμπηδόνες συνηγόρουν. Ἐκείναις γὰρ φωτιζόμενοι, καὶ τῶν λεγομένων ὑπήκουον, καὶ ἄσμενοι τὰ δρώμενα κατεδέχοντο. Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον, περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος, περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία. Τεσσαράκοντα μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου, τῶν διὰ μέσου γινομένων προσευχῶν διπλασιάζων τὸ μέτρον: τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο, βραχύ τι διαναπαύεσθαι παραχωρῶν ταῖς βλεφάροις.
Ὅτι μὲν οὖν οὐκ ἐπ̓ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς: ὑπόπτερος γὰρ ἡ φήμη, πάντα ῥᾳδίως καὶ τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα: καὶ πρὸς αὐτὸν ἐκάλει, καὶ ἀφικνούμενον ἠσπάζετο, καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκίας. ἁλουργίδος τιμιωτέραν ἡγεῖτο. Καὶ ὁ τῶν βασιλίδων δὲ χορὸς, καὶ χειρῶν ἥπτοντο, καὶ γονάτων, καὶ ἱκέτευον ἅνδρα, οὐδὲ ἐπαΐειν τῆς Ἑλλάδος ἐπιστάμενον γλώσσης. Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν ἀνθρώποις αἰδοῦς ἄξιόν ἐστι χρῆμα φιλοσοφία: καὶ τελευτήσαντες δὲ οἱ ταύτης ἐρασταὶ καὶ φροντισταὶ μείζονος εὐκλείας τυγχάνουσι. Καὶ τοῦτο πολλαχόθεν μὲν ἔστι καταμαθεῖν, οὐχ ἤκιστα δὲ καὶ ἐκ τῶν κατὰ τόνδε τὸν θεσπέσιον ἄνθρωπον. Ἐπειδὴ γὰρ ἐτελεύτησε, καὶ τοῦτο ἔμαθεν ὁ βασιλεὺς, ἠβουλήθη μὲν ʽ??ʼν τινι τῶν ἱερῶν αὐτὸν καταθέσθαι σηκῶν. Μαθὼν δὲ ὡς ὅσιον εἵη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα. καὶ αὐτὸς προύπεμπεν ἡγούμενος, καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος, καὶ ἀρχοντες ἅπαντες, καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται. Μετὰ ταύτης αὐτὸν τῆς σπουδῆς καὶ ἡ Ἀντιόχου ὑπεδέξατο πόλις, καὶ αἱ μετὰ ταύτην, ἕως εἰς τὸν μέγαν ἐκεῖνον ἀφίκετο ποταμόν. Παρὰ δὲ τοῦ Εὐφράτ̔??ʼυ