Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον, ὅς οὐ πρὸ πολλοῦ μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς, ἰσόμετρον τῷ χρόνῳ τὸν πόνον ὑπέμεινεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετὴν, πολλαπλάσιον δὲ τὸ ἐντεῦθεν ἀπενέγκατο κέρδος. Ὁ γὰρ Ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων ὑπερβαίνει τοὺς ἄθλους. Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν, ἤγετο ᾗ ἃν ἐκεῖνοι ἦγον. Ἅνδρες γὰρ ἦσαν καὶ αὐτοὶ θεῖοι, καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί. Χρόνον δέ τινα τούτοις συνδιατρίψας, καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν, τὸν μονῄρη βίον ἠσπάσατο, καί τινα ῥαχείαν ὅρους καταλαβὼν, ἐπίκειται δὲ αὐτῇ κώμη μεγίστη. Ἀσιχᾶν δὲ αὐτὴν ὀνομάζουσι, θριγκίῳ μόνῳ χρησάμενος, καὶ τοὺς λίθους οὐδὲ πηλῷ συναρμόσας, ὑπαίθριος τὸ λοιπὸν ταλαιπωρῶν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος. Καὶ ἰσχάδων δὲ ἔστιν ὅτε μετελάμβανεν, ὑπερείδειν τοῦ σώματος τὴν ἀσθένειαν οὕτω πειρώμενος. Καὶ εἰς γῆρας δ̓ ἐλάσας βαθὺ, ὡς καὶ τῶν ὀδόντων τοὺς πλείους ἀποβαλἑ??ʼν, οὕτε τὴν τροφὴν οὔτε τὴν οἴκησιν ἤμειψεν: ἀλλὰ καὶ ἐν χειμῶνι πηγνύμενος, καὶ ἐν θέρει φλεγόμενος, ἔφερε καρτερῶς τὰς ἐναντίας τοῦ ἀέρος ποιότητας, ἐρικνωμένον ί. ἐῤῥυσω- μὲν ἔχων τὸ πρόσωπον, τεταριχευμένα δὲ ἅπαντα τὰ μέλη τοῦ σώματος. Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν, ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ̓ ἐπὶ τὰ κάτω χωρεῖν. Οὐ γὰρ ἦν ὅ τι κωλύσειε, κατηνάλωντο δὲ καὶ γλουτοὶ, καὶ ἰσχία, καὶ παρεῖχον τῇ ζώνῃ ῥᾳδίαν τὴν ἐπὶ τὰ κάτω φοράν. Τοιγάρτοι τῷ χιτῶνι τήν ζώνην προσέῤῥαψεν, οὕτω τὴν στάσιν αὐτῇ σοφισάμενος. Κομιδῆ δὲ αὐτὸν ἀπέκναιεν ἠ πρὸς τοὺς πολλοὺς ὁμιλία: τ̔??ʼν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν, ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν. Ἀλλ̓ ὅμως καὶ θερμὸν ἔχων οὕτω τὸν ἔρωτα, ὀλίγοις τῶν γνωρίμων ἀποφράττειν τὴν θύραν καὶ εἴσω διαβαίνειν ἐπέτρεπε: καὶ τὴν

1428
ἀπὸ τῶν θείων λογίων διδασκαλίαν προσφέρων, πάλιν ἀπιόντας ἐκέλευε τῇ θύρᾳ τὸν πηλὸν ἐπιθεῖναι.

Καὶ τὴν πρὸς τοὺς ὀλίγους δὲ συντυχίαν φυγεῖν ἅμεινον ἡγησάμενος, ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον συναρμόσας.

Διά τινος δὲ ὀρύγματος ὀλίγοις τῶν συνήθων διελέγετο μὲν, οὐχ ἑωρᾶτο δέ: οὕτω γὰρ ἐμεμηχάνητο: ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν.

Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν, ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ Θεῷ φίλης ἠξίου φωνῆς: καὶ ἀπιέναι βουλόμενον ἐπιπλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος. Πολλῶν δὲ πρὸς αὐτὸν ἀφικνουμένων, καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τοῦτον δυσχεράνας τὸν θόρυβον, οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν, οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος, ὑπερβαίνει τὸ θριγκίον, οὐκ εὐεπίβατον ὄν οὐδὲ τοῖς μάλα σφριγῶσι: καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος, μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων. Ὁ δὲ ταύτης προστατεύων τῆς ποίμνης, ἀνὴρ πάσης μεστὸς ὢν ἀρετῆς, ἰσχάσιν αὐτὸν ἔφη πεντεκαίδεκα χρησάμενον, τὰς ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑβδομάδας. Καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα πλείονα μὲν ἣ ἐννενήκοντα ἔτη βεβιωκὼς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος, ἀλλὰ τῆς ἀσθενείας ἦν κρείττων ἡ προθυμία, καὶ ὁ θεῖος πόθος εὐμαρῆ πάντα διεδείκνυ καὶ ῥᾴδια. Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιῤῥεόμενος, κατέλαβε τοῦ δρόμου τὴν νύσσαν, καὶ τὸν ἀγωνοθέτην ὁρῶν, καὶ τοὺς στεφάνους ποθῶν. Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ, ἧς ἔτι περιόντος ἀπήλαυον.

Ζῇν γὰρ αὐτὸν πιστεύω, καὶ καθαρωτέραν ἔχειν πρὸς τὸν Θεὸν παῤῥησίαν.