Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Μάρωνος μετὰ τούτων μνησθήσομαι: καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἀγίων χορὸν κατεκόσμησε. Τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν, ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην: καὶ τὸ ὲν αὐτῇ τῶν δαιμόνων τέμενος τῷ θεῷ καθοσιώσας, ὲν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος, ὀλιγάκις δὲ ταύτῃ χρησάμενος. Πόνοις οὐ τοῖς εἰωθόσιν ἐχρήσατο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς φιλοσοφίας συναθροίζων τὸν πλοῦτον. Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐπεμέτρησεν.
Οὕτω γὰρ αὐτῷ πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα, ὡς πανταχοῦ μὲν τούτου τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφέλκεσθαι, καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης τὸ ἀληθές.
Ἦν γὰρ ἰδεῖν, καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας, καὶ φρίκην παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα. Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι κατάλληλον προσφέρουσι φάρμακον: ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἀλεξιφάρμακον. Οὐ μόνον δὲ τὰς σωματικὰς ἀῤῥωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν ἰατρεύων: καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα: και τοῦ μὲν τὴν ἀκολαστίαν παιδεύων, τοῦ δὲ τὸ νωθρὸν διεγείρων. Ταύτῃ χρώμενος τῇ γεωργίᾳ,
Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ θεραπεύων καὶ σώματα, ἀῤῥωστίαν ὑπομείνας βραχεῖαν, ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν, καὶ τῆς προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον. Πόλεμος δὲ περὶ τοῦ σώματος. τοῖς γειτονεύουσι συνέστη σφοδρός.
Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημὶ παραγενομένη, τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπόθητον ἐκεῖνον ἥρπασε θησαυρὸν, καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον, τὴν ἐκεῖθεν μέχρι και τήμερον ὠφέλειαν καρποῦνται, δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον γεραίροντες. Ἡμεῖς δὲ καὶ ʽ??ʼπόντες τὴν εὐλογίαν καρπούμεθα: ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ τῆς θήκης ἡ μνήμη