Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Ἀκεψιμᾶς κατὰ τὸν αὐτὸν γέγονε χρόνον, οὖ κλέος εὐρὺ κατὰ πᾶσαν τὴν Ἕω. Οὗτος ἐν οἰκίσκῳ καθείρξας ἑαυτὸν, ἐξήκοντα διετέλεσεν ἔτη, μήτε ὁρώμενος, μήτε φθεγγόμενος, ἀλλ̓ εἰς ἑαυτὸν νεύων, καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο, κατὰ τὴν προφητείαν τὴν λέγουσαν: Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Διά τινος δὲ βραχέος ὀρύγματος τὴν χεῖρα προτείνων,

1416
τὴν κομιζομένην τροφὴν εἰσεδέχετο. Τὸ δὲ ὄρυγμα οὐ διαμπερὲς ἦν κατευθὺ διωρυγμένον, ʽ??ʼνα μὴ πρόκειται τοῖς ὁρᾷν βουλομένοις, ἀλλ̓ ἐγκάρσιον ἦν ἑλικοειδῶς κατεσκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο φακὸς διάβροχος ὕδατι: ἅπαξ δὲ τῆς ἑβδομάδος νύκτωρ ἐξιὼν, τὸ ἀρκοῦν ὕδωρ ἀπὸ τῆς πελαζούσης ἀνιμᾶτο πηγῆς. Καί ποτέ τις πόῤῥωθεν προβατεὺς θρέμματα νέμων, σκότους ὄντος, κινούμενον θεασάμενος, καὶ λύκον ὑποτοπάσας, συγκεκυφὼς γὰρ ἐβάδιζε σιδήρῳ πολλῷ βαρυνόμενος, τὴν σφενδόνην ὡς λίθον ἀκοντίσων ἐκίνησε. Τῆς δὲ χειρὸς ἐπὶ πλεῖστον ἀκινήτου μενούσης, καὶ ἀφιέναι τὸν λίθον οὐ δυναμένης, ἕως ἐκεῖνος ὁ θεῖος ἀνὴρ τὸ ὕδωρ ἀρυσάμενος ἐπανῆκεν, αἴσθησιν τῆς ἀγνοίας ἐδέξατο, καὶ μετὰ τὴν ἔω καταλαμβάνει τὸ τῆς ἀρετῆς φροντιστήριον, καὶ διηγεῖται τὸ γεγονὸς, καὶ συγγνώμην αἰτεῖ, καὶ λαμβάνει τῆς πλημμελείας τὴν ἄφεσιν, οὐ φωνῆς φθεγξαμένης ἀκούσας, ἀλλὰ διὰ τῶν τῆς χειρὸς κινημάτων καταμαθὼν τὴν εὐμένειαν. Ἄλλος δέ τις, κακοήθει πολυπραγμοσύνῃ χρησάμενος, καὶ γνῶναι ποθήσας τί δρῶν ἅπαντα τὸν χρόνον διετέλει, εἰς τὴν παρὰ τῷ θριγκίῳ πεφυτευμένην πλάτανον ἀναβῆναι τετόλμηκεν: ἀλλὰ παραυτίκα τῆς τόλμης ἐδρέψατο τοὺς καρπούς. Τὸ γὰρ ἥμισυ τοῦ σώματος ἀπ̓ ἄκρας κορυφῆς μέχρι τῶν ποδῶν λυμανθεὶς, ἱκέτης ἐγένετο τῆς ἁμαρτάδος κατηγορῶν. Ὁ δὲ τῇ τομῇ τῆς πλατάνου τὴν ὑγείαν ἔσεσθαι προεμήνυσεν Ἵνα γὰρ μὴ καὶ ἕτερος τὰ ἴσα δράσας ὑπομείνῃ τὰ ἴσα, τμηθῆναι παραυτίκα τὸ δένδρον ἐκέλευσεν. Ἑ??ʼπετο δὲ τῇ τομῇ καὶ τῆς τιμωρίας ἡ λύσις. Τοσαύτῃ μὲν οὖν οὗτος ὁ θεσπέσιος ἐχρήσατο τῇ καρτερίᾳ, τοσαύτην δὲ παρὰ τοῦ ἀγωνοθέτου τὴν χάριν ἐδέξατο.

Ἡνίκα δὲ τὴν ἐντεῦθεν ἀποδημίαν ἐστέλλετο, προεσήμανεν ὡς μετὰ πεντήκοντα ἡμέρας δέξεται τοῦ βίου τὸ τέλος: ὑπεδέξατο δὲ ἅπαντας τοὺς ἰδεῖν θελήσαντας.

Ἐπειδὴ δὲ καὶ ὁ τῆς Ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν ὑποδέξασθαι τοῦ πρεσβυτέρου τὴν ζεύγλην, Οἶδα, λέγων, ὧ Πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ ὕψος, καὶ τῆς ἐμῆς πενίας τὴν ὑπερβολήν, Ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν ὁ??ʼκο νομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ̓ οὐκ ἐκείνῃ προβάλλομαι. Δέξαι τοίνυν, ἔφη, τῆς ἱερωσύνης τὸ δῶρον, τῆς μὲν ἐμῆς δεξιᾶς ὑπουργούσης, τῆς δὲ τοῦ παναγίου Πνεύματος τοῦτο χάριτος χορηγούσης. Πρὸς ταῦτα φάναι λέγεται: Ὅτι μετ̓ ὀλίγας ἐντεῦθεν ἐκδημήσω ἡμέρας, ἥκιστα περὶ τούτων ζυγομαχήσω: εἰ μὲν γὰρ ἔμελλον ἐπὶ πλεῖστον βιώσεσθαι, πάμπαν ἔφυγον τὸ βαρὺ τοῦτο καὶ φοβερὸν τῆς ἱερωσύνης φορτίον, τῆς παρακαταθήκης ʽ??ʼῤῥωδῶν τὰς εὐθύνας. Ἐπειδὴ δὲ οὐκ εἰς μακρὰν ἀπελεύσομαι καταλιπὼν τὰ τῇδε, εὐπειθῶς τὸ κελευόμενον δέξομαι. Αὐτίκα τοίνυν, οὐδενὸς ἄγοντος, ὁ μὲν τὰ γόνατα κάμπτων τὴν χάριν ἀνέμενεν, ὁ δὲ τὴν χεῖρα ἐπιτιθεὶς ὑπούργει τῷ Πνεύματι.

Τῇ δὲ ἱερωσύνῃ ὀλίγας ἐπιβιώσας ἡμέρας, βίου βίον ἠλλάξατο, καὶ τὸν ἀγήρω καὶ ἄλυπον ἀντ̔??ʼ τοῦ πολυφρόντιδος ἔλαβεν. Ἁρπάζειν δὲ πάντων βουληθέντων τὸ σῶμα, καὶ εἰς τὴν οἰκείαν ἑκάστῳ κώμην ἀποκομίζειν προαιρουμένων, μηνύσας τις τοῦ ἁγίου τοὺς ὅρκους, τὴν ἔριν διέλυσεν. Ὁρκῶσαι γὰρ αὐτὸν

1417
ἔφησεν, ὲν ἐκείνῳ τῷ χωρίῳ παραδοῦναι τοῦτο ταφῇ.

Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ πολῖται: καὶ οὕτε π̔??ʼριόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας: ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον μετέθεσαν, κατὰ τὰς σωφρονούσας γυναῖκας, αἵ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι καὶ ἐπαινεῖσθαι σπουδάζουσι, τῆς παῤ ἄλλων εὐφημίας καταφρονοῦσαι.

Τούτου χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε, καὶ τῆς παῤ ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν. Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ οὐράνια, προστίθησι μετ̓ ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις δωρούμενος. Τοῦτο γοῦν καὶ νομοθετῶν ἔλεγεν: Αἰτεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν. Καὶ πάλιν: Ὁ καταλιμπάνων πατέρα, καὶ μητέρα, καὶ ἀδελφοὺς, καὶ γυναῖκα, καὶ τέκνα ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου μου, καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται, καὶ ὲν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. Ταῦτα εἴρηκε, καὶ πεποίηκεν.

Ἡμᾶς δὲ εἴη, καὶ λόγῳ παιδευομένους, καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους, κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.