Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Οἶδα μὲν ὡς ἄλλοι πολλοὶ παρὰ τὴν Ἀντιόχου πόλιν διέλαμψαν εὐσεβείας φωστῆρες, Σεβῆρός τε ὁ μέγας, καὶ ὁ Αἰγύπτιος Πέτρος, καὶ Εὐτύχιος, καὶ Κύριλλος, Μωϋσῆς τε, καὶ Μάλχος, καὶ ἕτεροι πλεῖστοι τὴν αὐτὴν πορείαν ὁδεύσαντες. Ἀλλ̓ εἰ τὴν ἁπάντων πολιτείαν συγγράψαι πειραθείημεν, ἅπας ἡμῖν οὐκ ἀρκέσειαν ὁ χρόνος: ἄλλως τε δὲ, καὶ προσκορὴς τοῖς πολλοῖς ἡ τῶν πλειόνων ἀνάγνωσις.
Ἐκ τῶν συγγραφέντων τοίνυν καὶ τὸν τῶν παραλειφθέντων τεκμαιρόμενοι βίον, εὐφημείτωσαν πάντες, καὶ ζηλούτωσαν, καὶ τὴν ὠφέλειαν καρπούσθωσαν.
Ἐγὼ δὲ ἐπὶ τοὺς τῆς Κύρου λειμῶνας διαβήσομαι, καὶ τῶν ἐν τούτοις εὐωδῶν τε καὶ εὐειδῶν ἀνθέων ὀλίγων ὡς ἔνι μάλιστα παραδηλώσω τὴν ὥραν.
Ἐγένετό τις Μαισυμᾶς ἐν τοῖς πρὸ ἡμῶν χρόνοις, Σύρος μὲν τὴν φωνὴν, ἐν ἀγροικίᾳ δὲ τεθραμμένος, πᾶν δὲ εἶδος ἀρετῆς ἐπιδεδειγμένος. Διαλάμψας δὲ ἐν τῷ κατ̓ αὐτὸν βίῳ, κώμης τινὸς ἐνεχειρίσθη τὴν ἐπιμέλειαν. Ἱερουργῶν δὲ, καὶ τὰ θεῖα πρόβατα νέμων, ἐκεῖνα ἔλεγέ τε καὶ ἔπραττεν, ἅπερ ὁ θεῖος διηγόρευσε νόμος. Φασὶ δὲ αὐτὸν μήτε χιτῶνα, μήτε τὴν σισύραν ἐπὶ πλεῖστον ἀμεῖψαι, ἀλλὰ τοῖς ἐν αὐτοῖς γενομένοις ῥήγμασιν ἕτερα ῥάκια συῤῥάπτοντα, τοῦτον αὐτὸν τὸν τρόπον θεραπεύειν τὸ γῆρας. Τῆς δὲ τῶν ξένων καὶ πενήτων ἐπιμελείας οὕτως ἐπεμελεῖτο προθύμως, ὡς τοῖς παριοῦσιν ἅπασιν ἀναπεταννύναι τὰς θύρας. Δύο δὲ πίθους ἐσχηκέναι λέγεται, τὸν μὲν σίτου, τὸν δὲ ἐλαίου. Ἐκ τούτων ἐχορήγει μὲν ἅπασι τοῖς δεομένοις ἀεὶ, πλήρεις δὲ εἶχεν ἀεὶ, τῆς τῇ Σαραφθίᾳ χήρᾳ δοθείσης εὐλογίας καὶ ἐπὶ τούτους ἐνεχθείσης τοὺς πίθους. Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν: καὶ ὥσπερ τὴν ὑδρίαν ἐκείνην, κα τὸν καμψάκην ἀναβλύζειν ἐκέλευσε, τῶν τῆς φιλοξενίας σπερμάτων παρέχων τὰ δράγματα: οὕτω καὶ τῷδε τῷ θαυμασίῳ δέδωκε τῆς προθυμίας τὴν χορηγίαν ἰσόμετρον. Πολλὴν δὲ καὶ εἰς θαυματουργίαν παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο χάριν. Ἑνὸς δὲ ἢ δύο θαυμάτων μνησθήσομαι, τὰ δὲ λοιπὰ παρήσω, ἐπὶ τοὺς ἄλλους ἐλθεῖν ἐπειγόμενος.
Γυνή τις, καὶ γένει καὶ πίστει κοσμουμένη, τὸν υἱὸν ἀῤῥωστίᾳ περιπεσόντα ʽκομιδῇ δὲ ἦν νέοσ̓ πολλοῖς
Ταύτῃ δὲ ἑαυτὴν καὶ τὸ παιδίον ἐνθεῖσα, τὸν θεῖον ἐκεῖνον κατέλαβεν ἅνθρωπον, καὶ ὀλοφυρομένη, καὶ τῆς φύσεως ἐπιδεικνύουσα τὸ πάθος, ἐπαμῦναι ἱκέτευεν.
Ὁ δὲ λαβὼν τὸ παιδίον ταῖν χεροῖν, καὶ τῇ τοῦ θυσιαστηρίου κρηπῖδι πελάσας, ἔκειτο πρηνὴς τὸν τῶν ψυχῶν καὶ σωμάτων ἀντιβολῶν ἰατρόν: καὶ λαβὼν τὴν αἴτησιν, ἀπέδωκεν ἐῤῥωμένον τῇ μητρὶ τὸν υἱόν. Ἐγὼ δὲ τοῦτο παῤ αὐτῆς ἀκήκοα τῆς τὸ θαῦμα θεασαμένης, καὶ τοῦ παιδὸς δεξαμένης τὴν σωτηρίαν.
Φασὶ δὲ καὶ τὸν τῆς κώμης ἐκείνης δεσπότην ἀφικόμενόν ποτε. Λητώϊος δὲ ἦν οὗτος ʽτῆς μὲν Ἀντιοχέων βουλῆς τὰ πρωτεῖα ἔχων, δυσσεβείας δὲ κατεχόμενος ζόφᾠ, σφοδρότερον ἢ ἔδει τοὺς γηπόνους εἰσπράττεσθαι τοὺς καρπούς: τὸν δὲ θεῖον ἐκεῖνον ἄνθρωπον περὶ φιλανθρωπίαν εἰσηγεῖσθαί τε καὶ παραινεῖν, καὶ τοὺς περὶ ἐλέους καὶ οἴκτου διεξιέναι λόγους: τὸν δὲ μεῖναι μὲν ἀμείλικτον, τῇ πείρᾳ δὲ γνῶναι τῆς ἀπειθίας τὴν βλάβην. Ἐπειδὴ γὰρ ἀπαίρειν ἔδει, καὶ τὸ ζεῦγος ἦν εὐτρεπὲς, καὶ καθίσας ἐκέλευε τῷ ἡνιόχῳ παροτρῦναι τὰς ἡμιόνους, αἱ μὲν εἷλκον παντὶ σθένει βιαζόμεναι, καὶ ἕλκειν τὸν ῥυμὸν ἐπειγόμεναι, οἱ δὲ τροχοὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοις ἐῴκεισαν. Ἐπειδὴ δὲ καὶ τῶν ἀγροίκων τὸ πλῆθος μοχλοῖς τοὺς τροχοὺς ἀνεκίνουν, οὐδὲν πλέον ἐπέραινε, τῶν εὐνουστέρων τις τῷ Λητωΐῳ παρεδεύων, τὴν αἰτίαν σημαίνει, τὸν ἱερέα τὸν πρεσβύτην ἐπαρᾶσθαι λέγων, καὶ ὡς προσήκει τοῦτον εὐμενῆ καταστῆσαι. Τοιγαροῦν πηδήσας ἀπὸ τοῦ ζεύγους, ἱκέτευε ὃν διέπτυσε: καὶ τῶν ποδῶν προκαλινδούμενος, καὶ τὰ πιναρὰ ῥάκια περιπτυσσόμενος, χαλάσαι τὴν ὀργὴν ἠντιβόλει. Ὁ δὲ τὴν ἱκετείαν δεξάμενος, καὶ ταύτην τῷ Δεσπότῃ προσενεγκὼν, ἔλυσε τῶν τροχῶν τοὺς ἀοράτους δεσμοὺς, καὶ φέρεσθαι συνήθως τὸ ὄχημα παρεσκεύασε.
Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα περὶ τῆς θείας ἐκείνης κεφαλῆς διηγοῦνται. Ἔστι δὲ καὶ ἐκ τούτων καταμαθεῖν, ὡς ἥκιστα λωβᾶται τοῖς φιλοσοφεῖν προαιρουμένοις ἡ ὲν ἄστεσι καὶ κώμαις διατριβή.
Ἔδειξε γὰρ οὗτός τε καὶ οἱ κατ̓ αὐτὸν τῆς τοῦ Θεοῦ φροντισταὶ θεραπείας, ὡς δυνατὸν καὶ ἐν μέσῳ πολλῶν στρεφομένους, αὐτῆς ἐφικέσθαι τῆς τῶν ἀρετῶν κορυφῆς. Ἧς ἐγὼ τῆς γοῦν ὑπωρείας μικρὸν ἄνω γενοίμην ταῖς τούτων προσευχαῖς βοηθούμενος.