Historia Religiosa

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Μακεδόνιον δὲ, τὸν ἐπίκλην Κριθοφάγον ʽἡ γὰρ τοιάδε τροφὴ ταύτην αὐτῷ τὴν ἐπωνυμίαν ἐπέθηκεν̓ ἴσασι μὲν ἅπαντες, Φοίνικές τε, καὶ Σύροι, καὶ Κίλικες: ἴσασι δὲ καὶ οἱ τούτων ὅμοροί τε καὶ γείτονες: οἱ μὲν αὐτόπται τῶν τοῦ ἀνδρὸς θαυμάτων γενόμενοι, οἱ δὲ τῆς φήμης ᾀδούσης ταῦτα καὶ θρυλλούσης ἀκούσαντες.

Οὐ μὴν ἄπαντες ἴσασιν ἅπαντα, ἀλλ̓ οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο μεμαθηκότες, ὃ γινώσκουσιν εἰκότως μόνον θαυμάζουσιν. Ἐγὼ δὲ, τὰ κατὰ τὴν θείαν ἐμοὶ κεφαλὴν τῶν πολλῶν ἀκριβέστερον ἐπιστάμενος ʽπολλὰ γάρ μοι παῤ αὐτὸν ἰέναι καὶ θαυμάζειν προέτρεπἐ. διηγήσομαι ὡς ἃν ἕκαστα δύνωμαι. Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα, καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ διήγημα τέθεικα, οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετὴν ʽτοῖς γὰρ ἄκροις καὶ πρώτοις ἐφάμιλλος ἦν̓. ἁλλ̓ ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ̓ ἐκείνους ὧς ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο.

Οὗτος τοίνυν παλαίστραν ἔσχε, καὶ στάδιον, τ̔??ʼς τῶν ὀρῶν κορυφὰς, οὐκ ἐφ̓ ἑνὸς ἱδρυμένος χωρίου. ἀλλὰ νῦν μὲν τούτῳ ἐνδιαιτώμενος, νῦν δὲ εἰς ἐκεῖνο μεταβαίνων. Ἐποίει δὲ τοῦτο, οὐ τὰ χωρία δυσχεραίνων, ἀλλὰ τῶν ὡς αὐτὸν συνιόντων καὶ πάντοθεν συνθεόντων ἀποδιδράσκων τὰ πλήθη. Πέντε δὲ καὶ τετταράκοντα ἔτη τοῦτον διάγων διετέλεσε τὸν τρόπον, οὐ σκηνῇ χρώμενος, οὐ καλύβῃ, ἀλλ̓ ἐν ὀρύγματι βαθεῖ τὴν στάσιν ποιούμενος, ὅθεν καὶ Γουβᾶν αὐτόν τινες ἐπωνόμαζον: ἀπὸ δὲ τῆς Σύρας γλώττης εἰς τὴν Ἑλλάδα τοῦτο μεταφερόμενον λάκκον σημαίνει τὸ ὄνομα. Μετὰ δὲ τοῦτον τὸν χρόνον πρεσβύτης γενόμενος, εἶξε τοῖς ἱκετεύουσι, καὶ καλύβην ἐπήξατο.

Ὕστερον δὲ τῶν γνωρίμων ἀντιβολούντων, καὶ

1401
οἰκιδίοις, οὐκ οἰκείοις, ἀλλ̓ ἀλλοτρίοις ἐχρήσατο.

Πέντε δὲ καὶ εἴκοσι διατετέλεκεν ἔτη τῇ καλύβῃ καὶ τοῖς οἰκιδίοις ἐνδιαιτώμενος: ὡς συνάγεσθαι λοιπὸν ἑβδομήκοντα ἔτη τῶν ἀγώνων τὸν χρόνον. Τροφῇ δὲ ἐκέχρητο, οὐκ ἄρτῳ, οὐδὲ ὀσπρίοις, ἀλλὰ κριθαῖς πτισσομέναις, καὶ μόνῳ ὕδατι δευομέναις. Καὶ ταύτην αὐτῷ τὴν τροφὴν ἡ μήτηρ ἡ ἐμὴ, γενομένη συνήθης, ἐπὶ πλεῖστον ἐχορήγησε χρόνον. Καί ποτε πρὸς αὐτὴν ἀῤῥωστοῦσαν ἀφικόμενος, μαθὼν ὡς οὐ πείθεται τροφῆς καταλλήλου τῇ νόσῳ μεταλαβεῖν ʽτὸν ἀσκητικὸν γὰρ λοιπὸν καὶ αὐτὴ ἠσπάζετο βίον̓, εἶξαι παρῄνει τοῖς ἰατροῖς, καὶ φάρμακον νομίσαι τὴν τοιαύτην τροφήν: οὐδὲ γὰρ τρυφῆς χάριν, ἀλλὰ χρείας προσφέρεται: Καὶ γὰρ ἐγὼ, ἔφη, τετταράκοντα ἔτη ταῖς κριθαῖς, ὡς οἶσθα, χρησάμενος μόναις, ἀσθενείας μοι: τῇ προτεραίᾳ γενομένης τινὸς, τὸν σύνοικον ἐκέλευσα ἅρτον βραχὺν αἰτῆσαί τε καὶ κομίσασθαι.

Ἔννοια γάρ τίς μοι γέγονεν, ὡς εἰ τεθναίην, εὐθύνας ὑφέξω τοῦ θανάτου παρὰ τῷ δικαίῳ κριτῇ, ὡς τοὺς ἀγῶνας ἐκφυγὼν, καὶ τῆς δουλείας δραπετεύσας τοὺς πόνους. Δυνατοῦ γὰρ ὄντος τροφῇ βραχείᾳ κωλυθῆναι τὸν θάνατον, καὶ τῷδε τῷ βίῳ προσμεῖναι πονοῦντα καὶ ταλαιπωρούμενον, καὶ τὸν ἐντεῦθεν συνεγείροντα πλοῦτον, τὴν ἐκ λιμοῦ τελευτὴν τῆς ἐν φιλοσοφίᾳ ζωῆς αἱρετωτέραν ὑπέλαβον.

Δείματος τοίνυν ἐντεῦθεν ἐμφορηθεὶς, καὶ τοῦ λογισμοῦ τὰς ἀκίδας ἀμβλῦναι θελήσας, αἰτῆσαί τε τὸν ἄρτον ἐκέλευσα, καὶ κομισθέντος μετέλαβον. Καὶ σοὶ τοίνυν παρεγγυῶ, μηκέτι μοι τὰς κριθὰς, ἀλλὰ τὸν ἄρτον παρέχειν. Ἐκ τῆς ἀψευδοῦς τοίνυν ἀκηκόαμεν γλώττης, ὡς τεσσαράκοντα ἔτη τὰς κριθὰς τροφὴν ἐποιήσατο. Τὸ μὲν οὗν ἀσκητικὸν τοῦ ἀνδρὸς καὶ φιλόπονον ἱκανὰ καὶ ταῦτα τεκμηριῶσαι: τὴν δὲ ἀρχαιότητα καὶ ἀπλότητα τῶν ἠθῶν δἰ ἄλλων δηλώσομεν.

Ἐπειδὴ γὰρ ὁ μέγας Φλαβιανὸς τὴν μεγάλην τοῦ Θεοῦ ποίμνην ποιμαίνειν ἐτάχθη, τὴν δὲ τοῦ ἀνδρὸς ἔμαθεν ἀρετὴν ʽᾔδετο γὰρ, καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν̓, ἄγει μὲν αὐτὸν ἐκ τῆς τοῦ ὄρους κορυφῆς, ὡς γραφῆς κατ̓ αὐτοῦ γενομένης: τῆς δὲ μυστικῆς ἱερουργίας προκειμένης, προσάγει τῷ θυσιαστηρίῳ, καὶ τοῖς ἱερεῦσιν ἐγκαταλέγει. Ὡς δὲ τέλος ἔλαβεν ἡ λειτουργίας, καί τις αὐτῷ τοῦτο μεμήνυκε ʽπάμπαν γὰρ ἠγνόει τὸ γεγονὸσ̓, τὰ μὲν πρῶτα ἐλοιδορεῖτο καὶ λόγοις ἔβαλλεν ἅπαντας: ὕστερον δὲ τὴν βακτηρίαν λαβὼν ʽεἰώθει γὰρ σκηριπτόμενος διὰ τὸ γῆρας βαδίζειν̓, ἐδίωκεν αὐτόν τε τὸν ἀρχιερέα, καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν. Ὑπελάμβανε γὰρ τὴν χειροτονίαν τῆς τοῦ ὅρους αὐτὸν κορυφῆς καὶ τῆς ποθουμένης διαίτης ἀποστερήσειν. Ἀλλὰ τότε μὲν αὐτὸν μόλις τινὲς τῶν συνήθων ἀγανακτοῦντα κατέπαυσαν. Ἐπειδὴ δὲ ὁ τῆς ἑβδομάδος συνεπεράνθη κύκλος, καὶ ἧκε πάλιν τῆς Δεσποτικῆς ἑορτῆς ἡ ἡμέρα, αὗθις αὐτὸν ὁ μέγας Φλαβιανὸς μετεπέμψατο, τῆς πανηγύρεως κοινωνῆσαι σφίσι παρακαλῶν. Ὁ δὲ πρὸς τοὺς ἀφικομένους, Οὐκ ἀπόχρη ὑμῖν, ἔφη, τὰ ἤδη γεγενημένα, ἀλλὰ πάλιν με βούλεσθε προβάλλεσθαι πρεσβύτερον; Τῶν δὲ λεγόντων, ὡς

1404
οὐ δυνατὸν εἴη δὶς τὴν αὐτὴν ἐπιτεθῆναι χειροτονίαν, οὐκ εἶξεν, οὐδὲ ἀφίκετο, ἕως αὐτὸν ὁ χρόνος καὶ οἱ συνήθεις τοῦτο πολλάκις ἐδίδαξαν. Οἴδαμεν οὖν ὡς οὐ πολλοῖς τοῦτο ἀξιάγαστον εἶναι τὸ διήγημα δόξει: τέθεικα δὲ αὐτὸ, ἀξιομνημόνευτον εἶναι νομίζων, ὡς ἱκανὸν τεκμηριῶσαι καὶ διανοίας ἁπλότητα καὶ ψυχῆς καθαρότητα. Τοῖς τοιούτοις γὰρ ὁ Δεσπότης τὴν τῶν οὐρανῶν ὑπέσχετο βασιλείαν: Ἀμὴν γὰρ, ἔφη, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐπειδὴ τοίνυν ἐν κεφαλαίῳ καὶ τὸν τῆς ψυχῆς ἐδείξαμεν χαρακτῆρα, φέρε καὶ τὴν ἀπὸ τῆς ἀρετῆς αὐτοῦ δείξωμεν παῤῥησίαν.

Στρατηγός τις κυνηγεσίοις χαίρων θηρεύσων εἰς τὸ ὄρος ἀνῆλθεν: εἵποντο δὲ αὐτῷ καὶ κύνες, καὶ στρατιῶται, καὶ ὅσα εἰς θήραν ἐστὶν ἐπιτήδεια. Ὡς δὲ πόῤῥωθεν εἶδε τὸν ἄνδρα, καὶ παρὰ τῶν συνόντων ἔμαθεν ὅστις εἵη, εὐθὺς ἀπὸ τοῦ ἵππου καταπηδήσας, προσῆλθέ τε καὶ προσεῖπε, καὶ ἤρετο τί ποιῶν ἐνταῦθα διάγει. Ὁ δὲ ἀντήρετο: Σὺ δὲ τί ποιήσων ἐνταῦθα ἀνελήλυθας ; Εἰρηκότος δὲ τοῦ στρατηγοῦ ὅτι θηρεῦσαι: Κἀγὼ, ἔφη, τὸν ἐμὸν θηρεύω Θεὸν, καὶ λαβεῖν ἐφίεμαι, καὶ θεωρῆσαι ποθῶ, καὶ τῆς καλῆς ταύτης οὐκ ἀφέξομαι θήρας. Τούτων ἀκούσας ὁ στρατηγὸς, καὶ θαυμάσας, ὡς εἰκὸς, ἀπελήλυθεν. Ἄλλοτε δὲ, τῆς πόλεως ὑπό τινος πονηροῦ δαίμονος βακχευθείσης, καὶ τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν χρησαμένης στηλῶν, ἀφίκοντο μὲν οἱ ἄριστοι τῶν στρατηγῶν, πανωλεθρίας ψῆφον κατὰ τῆς πόλεως φέροντες. Καταβὰς δὲ οὗτος ἀπὸ τοῦ ὅρους, ἄμφω κατέσχε κατὰ τὴν ἀγορὰν παριόντας τοὺς στρατηγούς. Οἱ δὲ τίς εἴη μεμαθηκότες, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων, καὶ χειρῶν ἥπτοντο, καὶ γονάτων, καὶ σωτηρίαν ἐπήγγελλον. Ὁ δὲ φάναι τῷ βασιλεῖ παρηγγύα, ὅτι ἅνθρωπος εἵη, καὶ τὴν αὐτὴν ἔχει φύσιν τοῖς ὑβρικόσι, καὶ τῇ φύσει μετρεῖν τὴν ὀργὴν δέον, ἀμέτρῳ κέχρηται τῷ θυμῷ, καὶ τῶν εἰκόνων εἵνεκα τῶν οἰκείων τὰς θείας εἰκόνας σφαγῇ παραδίδωσι, καὶ ἀντὶ χαλκῶν στηλῶν, σώματα παραπέμπει θανάτῳ. Καὶ ἡμῖν μὲν, ἔφη, τὰς χαλκᾶς ἀναπλάσαι καὶ ἀναμορφῶσαι ῥᾴδιόν τε καὶ εὐπετές: σοὶ δὲ καὶ βασιλεῖ ὄντι ἀδύνατον τὰ κατασφαγέντα σώματα ἐπαναγαγεῖν εἰς ζωήν. Καὶ τί λέγω σώματα ; Οὔτε γὰρ τρίχα μίαν σοι δυνατὸν ἀναπλάσαι, Ταῦτα τῇ Σύρῳ κεχρημένος ἔλεγε γλώττῃ: οἱ δὲ τοῦ ἑρμηνέως εἰς τὴν Ἑλλάδα φωνήν μεταφέροντος, ἐπήκουόν τε καὶ ἔφριττον, καὶ διαπορθμεύειν αὐτὰ ἐπηγγέλλοντο τῷ βασιλεῖ. Ἐγὼ δὲ νομίζω πάντας ἂν ὁμολογῆσαι τῆς τοῦ θείου Πνεύματος εἷναι ταῦτα τὰ ῥήματα χάριτος. Πῶς γὰρ ἂν ἄλλως ταῦτα ἐφθέγξατο ἀνὴρ παιδείας μὲν ἀπάσης ἀμύητος, ἐν ἀγροικίᾳ δὲ τεθραμμένος, ταῖς δὲ τῶν ὀρῶν ἐνδιαιτώμενος κορυφαῖς, ἁπλότητα δὲ πάσαν ἐν τῇ ψυχῇ περιφέρων, καὶ οὐδὲ τοῖς θείοις λογίοις ἐσχολακώς; Τοιγαροῦν καὶ τὴν πνευματικὴν σοφίαν

1405
δηλώσας, καὶ τὴν δικαίῳ πρέπουσαν παῤῥησίαν ʽδίκαιος γὰρ ὡς λέων πέποιθεν̓: ἐπὶ τὰ θαύματα μεταβήσομαι.

Γυνή τις τῶν εὐπόρων τινὸς, ἀδδηφαγίας περιέπεσε πάθει: καὶ οἱ μὲν δαίμονος ἐκάλουν τὸ πάθος ἐνέργειαν, οἱ δὲ σώματος ἀῤῥωστίαν ἐνόμιζον. Εἴτε δὲ τοῦτο, εἴτε ἐκεῖνο ἦν, τοιόνδε ἦν: τριάκοντα αὐτὴν ἔλεγον τῆς ἡμέρας ὄρνεις ἐσθίουσαν, μὴ σβεννύναι τὴν ἔφεσιν, ἀλλ̓ ἔτι ἑτέρων ὀρέγεσθαι. Οὕτω τοίνυν εἰς αὐτὴν τῆς οὐσίας δαπανωμένης, οἰκτείραντες οἱ προσήκοντες, τὸν θεῖον ἐκεῖνον ἱκέτευον ἄνθρωπον. Ὁ δὲ ἀφίκετο μὲν καὶ προσηύξατο, καὶ ὕδατι τὴν δεξιὰν ἐπιθεὶς, καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα, καὶ πιεῖν κελεύσας, τὸ πάθος ἰάσατο: καὶ οὕτω σφόδρα ἤμβλυνε τὴν τῆς ὀρέξεως ἀμετρίαν, ὡς εἰς τὸν ἔπειτα χρόνον βραχύ τι μόριον ὄρνιθος καθ̓ ἑκάστην ἡμέραν τὴν τῆς τροφῆς αὐτῇ χρείαν πληροῦν. Τοῦτο μὲν τὸ πάθος τοιαύτην θεραπείαν ἐδέξατο. Κόρης δέ τινος ἔτι θαλαμευομένης, καὶ πονηροῦ δαίμονος ἐξαπιναίως δεξαμένης ἐνέργειαν, ἔδραμεν ὁ πατὴρ πρὸς τὸν θεῖον ἅνθρωπον, ἀντιβολῶν καὶ ποτνιώμενος, καὶ τυχεῖν ἰάσεως παρακαλῶν τὸ θυγάτριον. Ὁ δὲ προσευξάμενος ἐκέλευσεν ἀπαλλαγῆναι παραυτίκα τῆς κόρης τὸν δαίμονα. Ὁ δὲ ἔφασκε, μὴ ἑκὼν ὑπεισδύναι, ἀλλὰ μαγγανείᾳ βιασθῆναι γοητευτικῇ: ἔλεγε δὲ καὶ τὴν τοῦ βιασαμένου προσηγορίαν. καὶ ἔρωτα εἷναι τὴν τῆς γοητείας αἰτίαν. Ἀλλὰ τούτων ἀκούσας, οὐκ ἤνεγκεν ὁ πατὴρ τὴν τοῦ θυμοῦ προσβολὴν, οὐδὲ τὴν τῆς παιδὸς θεραπείαν ἀνέμεινεν: ἀλλὰ τὸν τῶν μειζόνων ἀρχόντων καταλαβὼν ἄρχοντα, τῶν πλειόνων ἐθνῶν προστατεύοντα, γράφεται τὸν ἄνθρωπον, καὶ διηγεῖται τὸ δρᾶμα. Ὁ δὲ ἀγώγιμος γεγονὼς ἠρνεῖτο, καὶ συκοφαντίαν ὠνόμαζε τὴν γραφήν. Ὁ δὲ μάρτυρα ἐκάλει οὐχ ἕτερον, ἀλλὰ τὸν τῇ γοητείᾳ διακονήσαντα δαίμονα, καὶ τὸν δικαστὴν ἱκέτευε, παρὰ τὸν θεῖον ἐκεῖνον δραμεῖν, καὶ τὴν τοῦ δαίμονος δέξασθαι μαρτυρίαν. Τοῦ δὲ λέγοντος, οὐκ ἔννομον εἶναι, οὐδὲ μὴν ὅσιον, ἐν ἀσκητικῷ χωρίῳ γενέσθαι τὴν βάσανον, ἄξειν εἰς τὸ δικαστήριον ὁ τῆς κόρης πατὴρ τὸν θεῖον ὑπέσχετο Μακεδόνιον: καὶ δραμὼν ἔπεισέ τε καὶ ἤγαγεν. Ἔξωθεν δὲ τοῦ ἀρχείου καθίσας ὁ δικαστὴς, οὐχὶ δικαστὴς ἐγένετο, ἀλλὰ θεατής: τὰ δικαστῶν γὰρ ὁ μέγας Μακεδόνιος ἔδρα, τῇ ἐνοικούσῃ δυνάμει χρώμενος, καὶ τῷ δαίμονι παρακελευόμενος, τὸ μὲν σύνηθες ψεῦδος ἐᾷν, σὺν ἀληθείᾳ δὲ πᾶσαν τοῦ δράματος διηγεῖσθαι τὴν τραγῳδίαν. Ὁ δὲ ὑπὸ τῆς μεγίστης ἀνάγκης ὠθούμενος, καὶ τὸν ἄνδρα ὑπεδείκνυ τὸν ταῖς γοητευτικαῖς ᾠδαῖς βιασάμενον, καὶ τὴν παιδίσκην, δἰ ἧς ὁ κυκεὼν ἐκεῖνος προσηνέχθη τῇ κόρῃ: ὡς δὲ καὶ ἕτερα λέγειν ἠπείγετο, ἃ ὑπ̓ ἅλλων τινῶν βιασθεὶς ἐδεδράκει, τοῦ μὲν ἐμπρήσας τὴν οἰκίαν, τοῦ δὲ τὰ κτήνη διαφθείρας, τοῦ δὲ ἄλλο τι λυμηνάμενος, σιγὴν ἄγειν ἐκέλευσεν ὁ τοῦ Θεοῦ ἄνθρωπος, καὶ παραυτίκα πόῤῥω που καὶ τῆς κόρης καὶ τοῦ ἄστεος γίνεσθαι. Ὁ δὲ, ὡς Δεσποτικῷ πειθόμενος νόμῳ, τὸ κελευσθὲν ἐποίει, καὶ εὐθὺς ἐδραπέτευεν. Οὕτω δὲ ταύτην ὁ θεῖος ἐκεῖνος ἅνθρωπος τῆς μανίας ἐλευθερώσας, καὶ τὸν δείλαιον ἐκεῖνον ἐξήρπασε τῆς γραφῆς, καὶ τοῦ δικαστοῦ τ̔??ʼ

1408
θανατηφόρον ἐκώλυσε ψῆφον, οὐχ ὅσιον εἷναι φήσας τοῖς δἰ αὐτοῦ γενομένοις ἐλέγχοις ἐπιτεθῆναι σφαγὴν, ἀλλὰ μᾶλλον τὴν διὰ μετανοίας αὐτῷ σωτηρίαν χορηγηθῆναι. Ἀπόχρη μὲν οὖν καὶ ταῦτα τῆς παρασχεθείσης αὐτῷ θείας δυνάμεως δεῖξαι περιουσίαν. Ἐγὼ δὲ ὅμως καὶ ἕτερα διηγήσομαι.

Τῶν εὐπατριδῶν τις γυνὴ, καὶ λίαν εὐπορωτάτων ʽἌστριον δὲ αὐτὴν προσηγόρευον̓, ἔξω μὲν τῶν φρενῶν ἐγεγόνει, ἐπεγίνωσκε δὲ τῶν οἰκείων οὐδένα, σιτίων δὲ ἢ ποτῶν μεταλαβεῖν οὐκ ἠνέσχετο: παραπαίουσα δὲ ἐπιπλεῖστον διετέλεσε χρόνον, καὶ τοῦτο οἱ μὲν ἅλλοι δαίμονος ἐκάλουν ἐνέργειαν, οἱ δὲ ἰατροὶ τοῦ ἐγκεφάλου προσηγόρευον νόσημα. Πάσης τοίνυν δαπανηθείσης τῆς τέχνης, καὶ μηδεμιᾶς ἐκεῖθεν ἐπικουρίας προσγενομένης, ὁ ταύτης ἀνὴρ ʽΑὐοδιανὸς δὲ οὗτος ἦν̓, ἀνὴρ τῶν ἐν τέλει καὶ ἀξιώματι, παρὰ τὴν θείαν ἐκείνην δραμὼν κεφαλὴν, καὶ τῆς ὁμοζύγου διηγεῖτο τὸ πάθος, καὶ τυχεῖν τῆς θεραπείας ἱκέτευεν. Εἶξεν ὁ θεσπέσιος ἄνθρωπος, καὶ τὴν οἰκίαν κατέλαβε, καὶ σπουδαίαν τῷ Θεῷ τὴν ἱκεσίαν προσήνεγκε. Τὴν δὲ προσευχὴν συμπεράνας, καὶ ὕδωρ κομισθῆναι κελεύσας, καὶ τὴν σωτήριον ἐντυπώσας σφραγῖδα, πιεῖν αὐτῇ παρηγγύησε. Τῶν δὲ ἰατρῶν ἀπαγορευόντων, ὡς τῇ ψυχροποσίᾳ αὔξησιν δεχομένου τοῦ πάθους, πᾶσαν ἐκείνων τὴν συμμορίαν ὁ ἀνὴρ ἀπωσάμενος, τῇ γυναικὶ τὸ πόμα προσέφερεν. Ἡ δὲ ἔπινέ τε ἅμα, καὶ εἰς ἑαυτὴν ἐπανῄει καὶ φρενήρης ἐγίνετο: καὶ πάμπαν ἀπαλλαττομένη τοῦ πάθους, τὸν θεῖον ἐπεγίνωσκεν ἅνδρα, καὶ τὴν δεξιὰν λαβεῖν ἱκέτευε, καὶ τοῖς ὀφθαλμοῖς ἐπετίθει, καὶ τῷ στόματι προσέφερε: καὶ εἰς τὸν ἔπειτα διέμεινε χρόνον φρεσὶν ἐῤῥωμέναις χρωμένη.

Ἡνίκα δὲ τὴν ὄρειον πολιτείαν ἠσπάζετο, ποιμήν τις μαστεύων ἁλώμενα πρόβατα, εἰς ἐκεῖνο τὸ χωρίον ἀφίκετο, ἔνθα ὁ τοῦ Θεοῦ ἅνθρωπος ἦν. Νὺξ δὲ ἦν βαθεῖα, καὶ νιφετὸς κατῄει πολὺς, καὶ εἶδεν, ὡς ἔφησε, πυρὰν περὶ αὐτὸν ἁπτομένην, καὶ δύο τινὰς λευχειμονοῦντας, ὕλην τῷ πυρὶ χορηγοῦντας. Τὴν γὰρ προθυμίαν εἰσφέρων, τῆς θείας ἐπικουρίας ἀπήλαυε.

Καὶ προφητικοῦ δὲ μετειλήφει χαρίσματος.

Καί ποτε πρὸς αὐτὸν ἀφικόμενος στρατηγὸς, εὐσεβείᾳ λαμπρυνόμενος ʽτίς δὲ ἀγνοεῖ Λουπικίνου τὴν ἀρετήν̓, φροντίζειν ἔλεγε, περί τινων ἁπὸ τῆς βασιλευούσης πόλεως διὰ τῆς θαλάσσης αὐτῷ τὰ ἐπιτήδεια κομιζόντων. Πεντήκοντα γὰρ ἔφασκε διεληλυθέναι ἡμέρας, ἐξ οὗ τοῦ λιμένος ἀνήχθησαν, οὐδεμίαν δὲ περὶ αὐτῶν δέξασθαι φήμην. Ὀ δὲ μηδὲν μελλήσας, Τὸ ἓν, ἔφη, σκάφος, ὦ φίλος, ἀπόλωλε: τὸ ἕτερον δὲ τῇ ὑστεραίᾳ τὸν Σελευκείας καταλήψεται λιμένα. Καὶ τοῦτο ἤκουσε μὲν τῆς θείας ἐκείνης ἐπιφθεγξαμένης γλώττης, ἔμαθε δὲ τῇ πείρᾳ τὴν τῶν λόγων ἀλήθειαν.

Ἵνα δὲ τὰ ἄλλα καταλίπω, τὸ καθ̓ ἡμᾶς αὐτοὺς διηγήσομαι. Τριακαίδεκα ἔτη συνοικήσασα τῷ ἐμῷ πατρὶ ἡ μήτηρ παίδων οὐκ ἐγένετο μήτηρ: στεριφὴ γὰρ ἦν, φέρειν καρπὸν ὑπὸ τῆς φύσεως εἰργομένη: καὶ τοῦτο τὴν μὲν οὐ λίαν ἠνία: τὰ γὰρ θεῖα πεπαιδευμένη τοῦτο συμφέρον ἐπίστευεν: ἐλύπει δὲ τὸν πατέρα λίαν ἡ ἀπαιδία, καὶ πάντοσε περινοστῶν,

1409
ἱκέτευε, τοὺς θείους θεράποντας αἰτῆσαί οἱ παρὰ τοῦ Θεοῦ παῖδας. Οἱ μὲν οὖν ἄλλοι καὶ προσεύχεσθαι ὑπισχνοῦντο, καὶ στέργειν αὐτὸν τὸ θεῖον βούλημα παρηγγύων. Ὁ δὲ θεῖος οὗτος ἄνθρωπος, διαῤῥήδην αἴτησιν ἐπηγγείλετο, καὶ υἱὸν ἔνα παρὰ τοῦ τῶν ὅλων Δημιουργοῦ λήψεσθαι ὑπισχνεῖτο. Τριῶν τοίνυν διελθόντων ἐνιαυτῶν, καὶ τῆς ἐπαγγελίας τὸ τέλος οὐ δεξαμένης, πάλιν ἔτρεχεν ὁ πατὴρ τὴν ὑπόσχεσιν ἀπαιτῶν. Ὁ δὲ πεμφθῆναι αὐτῷ προσέταττε τὴν ὁμόζυγον: ἀφικομένης δὲ τῆς μητρὸς, ἔλεγεν ὁ θεῖος ἀνὴρ, ὡς καὶ αἰτήσει, καὶ λήψεται τὸ παιδίον, καὶ ὡς προσήκει τοῦτο τῷ δεδωκότι ἀντιδοθῆναι. Τῆς δὲ μητρὸς σωτηρίαν ψυχῆς μόνην ἀντιβολούσης λαβεῖν, καὶ τὴν τῆς γεέννης ἀπαλλαγήν: Πρὸς τούτῳ, ἔφη, καὶ τὸν υἱὸν ὁ μεγαλόδωρος δώσει. Τοῖς γὰρ εἰλικρινῶς αἰτοῦσι διπλᾶς τὰς αἰτήσεις χαρίζεται. Ἐπανῆκεν ἐκεῖθεν ἡ μήτηρ, τὴν τῆς ἐπαγγελίας εὐλογίαν κομίζουσα: καὶ τῷ τετάρτῳ τῆς ὑποσχέσεως ἐνιαυτῷ κύει, καὶ τὴν γαστέρα φορτίζεται, καὶ πρὸς τὸν θεῖον ἄνθρωπον παραγίνεται, τῶν τῇς εὐλογίας σπερμάτων ὑποδεικνῦσα τὰ δράγματα. Τῷ δὲ πέμπτῳ μηνὶ τῆς κυήσεως ἀμβλώσεως ἐπεγένετο κίνδυνος.

Ἡ δὲ πάλιν πρὸς τὸν νέον αὐτῆς Ἐλισσαῖον ἀπέστειλν ʽδραμεῖν γὰρ αὐτὴν τὸ πάθος ἐκώλυἐ, καὶ ὡς οὐκ ἐβούλετο παίδων γενέσθαι μήτηρ ἀνέμνησε, καὶ τὰς αὐτοῦ ὑποσχέσεις εἰς μέσον παρήγαγεν. Ὁ δὲ πόῤῥωθεν τὸν ἀφικόμενον θεασάμενος ἐπέγνω τε, καὶ τὴν αἰτίαν ἐγνώρισε: νύκτωρ γὰρ αὐτῷ καὶ τὸ πάθος, καὶ τὴν σωτηρίαν ὁ Δεσπότης δεδήλωκε.

Λαβὼν τοίνυν τὴν βακτηρίαν, ἀφίκετο σκηριπτόμενος, καὶ τῆς οἰκίας εἴσω γενόμενος, καὶ τῆς εἰρήνης, ὡς εἰώθει, τὸ πρόσρημα δεδωκὼς, Θάρσει, ἔφη, καὶ μὴ δείσῃς: οὐ γὰρ ἀφαιρήσεται τὸ δῶρον ὁ δεδωκὼς, εἰ μὴ σὺ τὰς γεγενημένας παραβαίης συνθήκας.

Ὑπέσχου δὲ ἀντιδώσειν τὸ δοθησόμενον, καὶ εἰς τὴν θείαν αὐτὸ θεραπείαν καθοσιώσειν. — Οὕτως, ἔφη ἡ μήτηρ, καὶ ἐγὼ τεκεῖν βούλομαί τε καὶ εὔχομαι.

Τῆς γὰρ ἀλλοίας τοῦ παιδίου τροφῆς αἱρετώτερον ἡγοῦμαι τὸν ἀτέλεστον τόκον. — Πίε τοίνυν, ἔφη ὁ θεῖος ἄνθρωπος, τόδε τὸ ὕδωρ, καὶ τῆς θείας ἐπικουρίας αἰσθήσῃ. Ἔπιε τοιγαροῦν ὡς προσέταξε, καὶ ὁ τῆς ἀμβλώσεως ἐδραπέτευσε κίνδυνος. Τοσαῦτα τοῦ ἡμετέρου Ἑλισσαίου τὰ θαύματα. Τῆς τούτου δὲ εὐλογίας πολλάκις ἐγὼ καὶ διδασκαλίας ἀπήλαυσα.

Παραινῶν γὰρ μοι πολλάκις ἔλεγε: Μετὰ πολλῶν, ὧ παιδίον, γεγέννησαι πόνων: πολλὰς διετέλεσα νύκτας τοῦτο μόνον τὸν Θεὸν ἱκετεύων, ὥστε σου τοὺς γονέας τοῦτο γενέσθαι, ὃ μετὰ τὴν γέννησιν ὠνομάσθησαν. Ἀξίως τοίνυν πολιτεύου τῶν πόνων.

Πρὸ ὠδίνων ἀνετέθης ταῖς ὑποσχέσεσι: τὰ δὲ τοῦ Θεοῦ ἀναθέματα σεβάσμια πᾶσίν ἐστιν, καὶ ἄψαυστα τοῖς πολλοῖς. Προσήκει τοίνυν καὶ σὲ, τὰ μὲν φαῦλα τῆς ψυχῆς κινήματα μὴ προσδέχεσθαι: ἐκεῖνα δὲ μόνα καὶ δρᾷν καὶ λέγειν καὶ ἐνθυμεῖσθαι, ἃ τὸν τῆς ἀρετῆς νομοθέτην θεραπεύει Θεόν. Τοιαῦτά μοι παραινῶν ἀεὶ διετέλεσεν ὁ τοῦ Θεοῦ ἄνθρωπος. Ἐγὼ δὲ καὶ τῶν λόγων μέμνημαι, καὶ τὴν θείαν δεδίδαγμαι δωρεάν. Ἔργοις δὲ μὴ δεικνὺς τὴν παραίνεσιν, ἱκετεύω τῆς θείας ῥοπῆς διὰ τῆς ἐκείνου τυχεῖν

1412
προσευχῆς, καὶ τὸ λειπόμενον τῆς ζωῆς κατὰ τὰς ὑποθήκας τὰς ἐκείνου ἐπιβιῶναι. Ὁποῖος μὲν οὖν ἐκεῖνος ἦν, καὶ οἵοις χρησάμενος πόνοις τὴν θείαν ἐπεσπάσατο χάριν, ἱκανὰ καὶ ταῦτα διδάξαι. Ἐδέξατο δὲ ὅμως καὶ κατὰ τόνδε τὸν βίον ἡ τελευτὴ τῶν πόνων ἀξίαν τιμήν. Ἅπαντες γὰρ καὶ πολῖται, καὶ ξένοι, καὶ οἱ τὰς μεγάλας ἀρχὰς οἰκονομεῖν πεπιστευμένοι, τὴν ἱερὰν ἐκείνην ἐπὶ τῶν ὤμων φέροντες κλίνην, εἰς τὸν τῶν νικηφόρων μαρτύρων σηκὸν ἀπεκόμισαν, καὶ μετὰ τῶν θείων ἐκείνων ἀνδρῶν, Ἀφραάτου καὶ Θεοδοσίου, τὸ ἄγιον ἐκεῖνο καὶ θεοφιλὲς κατέθηκαν σῶμα. Τὸ δὲ κλέος ἔμεινεν ἄσβεστον, καὶ οὐδεὶς τοῦτο χρόνος ἀφανίσαι δυνήσεται. Ἡμεῖς δὲ τέλος ἐπιθέντες τῷ διηγήματι, τὴν ἀπὸ τῆς διηγήσεως εὐωδίαν ἐκαρπωσάμεθα.