Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Ζήνωνα τὸν θαυμάσιον οὐ πολλοὶ μὲν γινώσκουσιν, οἱ δὲ γινώσκοντες θαυμάζειν ἀξίως οὐ δύνανται. Οὗ τος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι καταλιπὼν ʽαὕτη δὲ ἦν ὁ Πόντοσ̓, ἀπήλαυσε μὲν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ μεγάλου ναμάτων γειτονεύοντος, καὶ τὴν Καππαδοκῶν ἀρδεύοντος, τῆς δὲ ἀρδείας ἀξίους ἀπέδωκε τοὺς καρπούς. Εὐθὺς μὲν γὰρ Οὐάλεντος τοῦ βασιλέως ἀναιρεθέντος, τὴν στρατιωτικὴν ἀπέθετο ζώνην. Ἐγκατείλεκτο δὲ τοῖς τὰ βασιλέως ὀξέως διακομίζουσι γράμματα. Ἀπὸ δὲ τῶν βασιλείων εἴς τινα τάφον ὁρμήσας ʽπολλοὺς δὲ ἔχει τὸ τῇ Ἀντιοχείᾳ παρακείμενον ὅροσ̓: μόνος διῆγε, τὴν ψυχὴν ἐκκαθαίρων, καὶ τὸ ταύτης ὀπτικὸν ἀποῤῥύπτων, καὶ τὴν θείαν φανταζόμενος θεωρίαν, καὶ τὰς τοῦ Θεοῦ ἀναβάσεις ὲν τῇ καρδίᾳ τιθέμενος, καὶ πτέρυγας λαβεῖν ὡσεὶ περιστερᾶς ἐφιέμενος, καὶ εἰς τὴν θείαν κατάπαυσιν ἀναπτῆναι ποθῶν. Τούτου χάριν, οὐ κλίνην εἶχεν, οὐ λύχνον, οὐκ ἐσχάραν, οὐ χύτραν, οὐ ληκύθιον, οὐ κιβώτιον. οὐ βιβλίον, οὐκ ἄλλο τι: ἀλλὰ ῥάκια μὲν ἠμπείχετο παλαιὰ, καὶ ὑποδήματα δὲ ὡσαύτως δεσμῶν δεόμενα: διῄρητο γὰρ τῶν καττυμάτων τὰ δέρματα Παῤ ἑνὸς δὲ μόνου τῶν γνωρίμων τὴν ἀναγκαίαν τροφὴν ἐπορίζετο: αὕτη δὲ ἦν εἷς ἄρτος δύο χορηγούμενος ἡμέραις: τὸ δὲ ὕδωρ πόῤῥωθεν ἀρυόμενος αὐτὸς ἔφερε. Καί ποτέ τις αὐτὸν ἀχθοφοροῦντα θεασάμενος, ἱκέτευσε κουφῖσαι τοῦ πόνου: ὁ δὲ τὰ μὲν πρῶτα ἀντέτεινε, διδάσκων ὡς οὐκ ἀνέξεται μεταλαβεῖν ὕδατος ὑπ̓ ἄλλου κομισθέντος. Ὡς δὲ οὐκ ἔπεισεν, ἔδωκε τὰ σταμνία: δύο γὰρ ἀμφοῖν ταῖν χεροῖν ἐπεφέρετο.
Ὡς δὲ εἴσω τῆς αὐλίου θύρας ἐγένετο, ἐκχέας τὸ ὕδωρ καὶ διαῤῥάνας, πάλιν ἔδραμεν ἐπὶ τὸν κρουνὸν, ἔργῳ βεβαιώσας τοὺς λόγους. Κἀγὼ δὲ ὅτε πρῶτον αὐτὸν ἱστορῆσαι ποθήσας εἰς τὸ ὄρος ἀνῆλθον, ἐθεασάμην ταῖν χεροῖν τὰ σταμνία κατέχοντα. Εἶτα ἠρόμην, ὅπου εἴη τὸ τοῦ θαυμασίου Ζήνωνος καταγώγιον: ὁ δὲ ἥκιστα ἔλεγεν εἰδέναι μονάζοντα ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Ἐγὼ δὲ αὐτὸν εἶναι τοπάσας εἰπόμην, τεκμήριον ποιούμενος τῶν λόγων
Ὡς δὲ πολλοὺς περὶ φιλοσοφίας ἐκινήσαμεν λόγους ʽἐγὼ μὲν γὰρ ἐπυνθανόμην, αὐτὸς δὲ ἡμῖν ἀνέπτασε τὰ ζητούμενἀ: καὶ ἔδει λοιπὸν ἐπανιέναι οἴκαδε, ἱκέτευον αὐτὸν δοῦναι τὰ τῆς εὐλογίας ἐφόδια. Ὁ δὲ ἀντέτεινε, πληροῦν ἡμᾶς τὴν εὐχὴν ἔννομον εἶναι λέγων: καὶ ἑαυτὸν μὲν ἰδιώτην καλῶν, στρατιώτας δὲ ἡμᾶς ὀνομάζων. Καὶ γὰρ ἐτύγχανον τηνικάδε τὰς ἱερὰς Βίβλους τῷ θείῳ ὑπαναγινώσκων λαῷ. Ἡμῶν δὲ τὴν νεότητα προβαλλομένων, καὶ τῆς ἡλικίας τὸ ἄωρον ʽἄρτι γὰρ ἰούλου βραχεῖάν τινα προβολὴν ἐδεδέγμεθἀ, καὶ διομνυμένων ὡς οὐχ ἥξομεν αὖθις, εἰ τοῦτο δράσαι νῦν βιασθείημεν: μόλις ὀψέ ποτε ταῖς ἱκετείαις ἐπικαμφθεὶς, προσήνεγκε μὲν τῷ Θεῷ τὴν πρεσβείαν: μακρὰν δὲ ὑπὲρ τῆς πρεσβείας ἀπολογίαν ἐξέτεινε, ἀγάπης εἵνεκα καὶ εὐπειθείας τοῦτο πεποιηκέναι λέγων: καὶ γὰρ ἠκούομεν εὐχομένου πελάζοντες. Τὸ δὲ ὲν τοσούτῳ φιλοσοφίας ὕψει τοσαύτην ἔχειν φρονήματος μετριότητα πρεσβύτην ἄνδρα ʽτεσσαράκοντα γὰρ ἔτη ἐν τῇ ἀσκήσει διηνυκὼς ἐτύγχανεν̓, τίς ἂν ἀξίως θαυμάσειε; ποίαν δὲ ἄν τις τῷ μεγέθει πρόσφορον εὐφημίαν ποιήσαιτο; Τοσοῦτον δὲ ἀρετῆς κεκτημένος πλοῦτον, ὡς πενίᾳ τῇ ἐσχάτῃ συζῶν, εἰς τὴν θείαν ἐκκλησίαν μετὰ τῶν πολλῶν κατὰ Κυριακὴν ἡμέραν ἐφοίτα: καὶ τῶν θείων ἐπαΐων λόγων, καὶ τοῖς διδασκάλοις ὑποτιθεὶς τὰ ὦτα, καὶ τῆς μυστικῆς μεταλαμβάνων τραπέζης, εἰς τὸ καινὸν ἐκεῖνο καταγώγιον ἐπανῄει: οὐ κλειδίον ἔχων, οὐ φύλακα καταλιμπάνων: ἄβατον γὰρ ἦν τοῖς κακούργοις, καὶ παντελῶς ἄσυλον, μόνον ἔχων ἐκεῖνον τὸν φορυτόν. Βίβλον δὲ μίαν παρὰ τῶν συνήθων λαμβάνων, ἀνεγίνωσκεν ἅπασαν: καὶ ταύτην ἀποδιδοὺς πρότερον, οὕτως ἑτέραν ἐλάμβανεν. Ἀλλ̓ ὅμως κλεῖθρα οὐκ ἔχων, οὐδὲ μοχλοῖς χρώμενος, ὑπὸ τῆς ἄνωθεν χάριτος ἐφρουρεῖτο. Καὶ τοῦτο σαφῶς δἰ αὐτῆς τῆς πείρας ἐμάθομεν. Ὅτε γὰρ τῶν Ἰσαύρων ὁ λόχος νύκτωρ κατέλαβε τὴν ἀκρόπολιν, εἶτα μετὰ τὴν ἕω μέχρις αὐτῆς τῆς ὑπωρείας κατέδραμον, πολλοὺς μὲν ἄνδρας, πολλὰς δὲ γυναῖκας τὸν ἀσκητικὸν μετιούσας βίον, ἀπηνῶς κατηκόντισαν. Τότε τοίνυν ὁ θεῖος οὗτος ἀνὴρ, τῶν ἄλλων θεώμενος τὰς σφαγὰς, εὐχῇ τὰς ἐκείνων κατεμαύρωσεν ὄψεις: καὶ διὰ τῆς θύρας ἰόντες οὐκ ἐθεώρουν τὴν εἴσοδον. Ὡς δὲ ἔφασκε, μάρτυρα καλῶν τὴν ἀλήθειαν, καὶ τρία μειράκια ἐναργῶς ἐθεάσατο ἅπαν ἐκεῖνο ἐξελαύνοντα δεικνύντος.
Ὁποῖον μὲν οὖν ἔζη βίον ὁ θεῖος οὗτος ἀνὴρ, καὶ οἴας θεόθεν ἀπήλαυσε χάριτος, ἀπόχρη καὶ ταῦτα διδάξαι. Ἀλλὰ γὰρ ἀναγκαῖον κἀκεῖνο τούτοις προσθεῖναι.
Λίαν αὐτὸν ἠνία καὶ ἔδακνε, τὸ διαμεῖναι τὴν περιουσίαν, καὶ μὴ κατὰ τὸν εὐαγγελικὸν διαπραθῆναί τε καὶ διανεμηθῆναι νόμον. Αἴτιον δὲ τούτου ἦν τῆς τῶν ἀδελφῶν ἡλικίας τὸ ἄωρον. Ἐπειδὴ γὰρ κοινὰ ἦν τά τε κτήματα, καὶ τὰ χρήματα, αὐτὸς μὲν καταλαβεῖν τῆς διανομῆς ἕνεκεν τὴν ἐνεγκοῦσαν οὐκ ἤθελεν: ἑτέρῳ δὲ τῆς οὐσίας ἀπ̔??ʼθαι
Τούτους ἐν ἑαυτῷ στρέφων τοὺς λογισμοὺς, πολὺν τὴν ἀπόδοσιν ἀνεβάλλετο χρόνον, ὕστερον δέ τινι τῶν γνωρίμων ἀποδόμενος ἅπαντα, τὰ μὲν πλεῖστα διένειμε, μεταξὺ δὲ ἀῤῥωστία συμβᾶσα περὶ τῶν λειπομένων, βουλεύσασθαι κατηνάγκασε. Μεταπεμψάμενος τοίνυν τὸν τῆς πόλεως πρόεδρον ʽἦν δὲ ὁ μέγας Ἀλέξανδροσ̓, τὸ τῆς εὐσεβείας ἀγλάϊσμα, τῆς ἀρετῆς τὸ ἀρχέτυπον, ἡ ἀκριβὴς τῆς φιλοσοφίας εἰκὼν, Δεῦρο, ἔφη, ὦ θεία μοι κεφαλὴ, γενοῦ καὶ τῶνδε τῶν χρημάτων ἄριστος οἰκονόμος, κατὰ τὸν θεῖον αὐτὰ διανέμων σκοπὸν, ὡς ἐκείνῳ τῷ κριτῇ τὰς εὐθύνας ὑφέξων. Τῶν μὲν γὰρ ἄλλων αὐτουργὸς ἐγενόμην ἐγὼ, καὶ διέδωκα ᾗ ἐνόμιζον ἄριστα: καὶ τὰ λειπόμενα δὲ παραπλησίως οἰκονομεῖν ἐβουλόμην.
Ἐπειδὴ δὲ ἐκ τοῦδε τοῦ βίου μεταβῆναι κελεύομαι, σὲ τούτων οἰκονόμον καθίστημι, ἀρχιερέα τε ὄντα, καὶ τῆς ἀρχιερωσύνης ἀξίως πολιτευόμενον. Τὰ μὲν οὗν χρήματα ὡς θείῳ ταμίᾳ παραδέδωκεν: αὐτὸς δὲ οὐ πολὺν ἐπιβιώσας χρόνον, ὁ??ʼά τις Ὀλυμπιονίκης ἀπὸ τῶν σκαμμάτων ἀπῆρεν, οὐ παρὰ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παρὰ ἀγγέλων τὴν εὐφημίαν δεξάμενος. Ἐγὼ δὲ καὶ τοῦτον πρὸς τὸν Δεσπότην ὑπὲρ ἐμοῦ πρεσβεύειν ἀντιβολήσας, εἰς ἑτέραν διήγησιν τοῦ λοιποῦ μετατρέψομαι.