Historia Religiosa
Theodoret, Bishop of Cyrus
Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.
Ὁ μὲν οὖν μέγας Θεοδόσιος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος, καὶ ἐν τοῖς Ῥωσικοῖς ἀγωνισάμενος ὄρεσιν, εἰς τὴν Ἀντιόχου πόλιν ἐπανελθὼν, οὕτω τοῦ βίου τὸ τέλος ἐδέξατο. Ῥωμανὸς δὲ ὁ θεῖος, ἐν τῇ Ῥώσῳ καὶ τεχθεὶς, καὶ τὰ πρῶτα τραφεὶς, ἐν Ἀντιοχείᾳ τοὺς τῆς ἀρετῆς ὑπεδέξατο ἄθλους, ἔξω μὲν τῶν τοῦ ἄστεος περιβόλων, παρὰ τὴν ὑπώρειαν ἐσκηνωμένος, ὲν ἀλλοτρίῳ δὲ οἰκιδίῳ, καὶ τούτῳ σμικρῷ, πάντα τὸν χρόνον διαβιώσας. Διετέλεσε δὲ μέχρι γήρως, μήτε πυρὶ χρησάμενος, μήτε λυχνιαῖον δεξάμενος φῶς. Τροφὴ γὰρ ἦν αὐτῷ ἄρτος καὶ ἅλες: πόμα δὲ κρηνιἁ??ʼον νᾶμα, κόμη δὲ τῷ μεγάλῳ Θεοδοσίῳ παραπλησία, καὶ ἐσθὴς καὶ σίδηρος ὡσαύτως.
Ἐπλεονέκτει δὲ οὗτος ἤθους ἀπλότητι, καὶ πραότητι τρόπων, καὶ φρονήματος μετριότητι. Καὶ τούτου εἵνεκα τῆς θείας χάριτος ἠφίει τὴν αἴγλην. Ἐπὶ τίνα γὰρ, φησὶν, ἐπιβλέψω, ἀλλ̓ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Καὶ τοῖς ἰδίοις δὲ πάλιν ἔλεγε μαθηταῖς: Μάθετε ἀπ̓ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Καὶ πάλιν: Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Καὶ Μωϋσεῖ δὲ τῷ νομοθέτῃ τοῦτο ἦν τὸ τῶν κατορθωμάτων ἐπίσημον. Ἦν γὰρ, φησὶ, Μωϋσῆς πραότατος παρὰ πάντας ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς. Τοῦτο καὶ τῷ προφήτῃ Δαβὶδ τὸ πανάγιον ἐμαρτύρησε Πνεῦμα: Μνήσθητι γὰρ, φησὶ, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Καὶ περὶ τοῦ πατριάρχου Ἰακὼβ μεμαθήκαμεν, ὅτι ἄπλαστος ἦν, οἰκῶν οἰκίαν. Ταύτας δίκην μελίττης ἐκ τῶν θείων ἐκείνων λειμώνων τὰς ἀρετὰς ἀθροίσας, τὸ τῆς ἀληθείας κατεσκεύασε μέλι. Ἀλλ̓ οὐ μόνος τῶν πόνων ἀπήλαυσε. Προὐχεῖτο δὲ αὐτοῦ καὶ εἰς τοὺς ἔξω τὰ ἥδιστα νάματα: καὶ τοῖς πρὸς αὐτὸν ἀφικνουμένοις, τῇ πραείᾳ καὶ γλυκείᾳ κεχρημένος φωνῇ, πολλὰς μὲν περὶ φιλαδελφίας, πολλὰς δὲ περὶ ὁμονοίας τε καὶ εἰρήνης προσέφερε παραινέσεις: πολλοὺς
Τίς γὰρ οὐκ ἂν ὑπερηγάσθη πρεσβύτην θεώμενος τὸ σῶμα τετρυχωμένον, καὶ σίδηρον ὅτι πλεῖστον φέρειν αἱρούμενον, καὶ τῷ ἐκ τριχῶν ἐσθήματι κεχρημένον, καὶ τροφῆς ἀπολαύοντα κωλύσαι μόνον ἀποχρώσης τὸν ἐκ λιμοῦ θάνατον; Πρὸς δὲ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν πόνων, καὶ ἡ ἐπανθοῦσα χάρις θαυμάζειν αὐτὸν ἅπαντας καὶ γεραίρειν ἀνέπειθε. Πολλῶν μὲν γὰρ πολλάκις χαλεπὰς ἀπήλασε νόσους, πολλαῖς δὲ γυναιξὶ στερίφαις ἐχαρίσατο παῖδας. Καὶ τοσαύτην παρὰ τοῦ θείου Πνεύματος δεξάμενος δύναμιν, πτωχὸν ἑαυτὸν καὶ προσαίτην ὠνόμαζεν. Πάντας τοίνυν τοὺς παῤ αὐτῷ φοιτῶντας, καὶ φαινόμενος, καὶ φθεγγόμενος, ὡφελείας πληρῶν τὸν ἅπαντα διετέλεσε βίον. Καὶ ἐντεῦθεν δὲ ἐκδημήσας, καὶ εἰς τὴν ἀγγελικὴν χορείαν μετατεθεὶς, κατέλιπε μνήμην οὐ συνταφεῖσαν σώματι, ἀλλ̓ ἀνθοῦσαν, καὶ τεθηλυῖαν, καὶ ἄσβεστον εἰς. ἀεὶ διαμένουσαν, καὶ εἰς ὄνησιν τοῖς βουλομένοις ἀρκοῦσαν. Καὶ τὴν ἐντεῦθεν τοίνυν ἐρανισάμενος εὐλογίαν, καὶ τὰ κατὰ τοὺς ἄλλους ἀθλητὰς ὡς οἷόν τε διηγήσομαι