Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν· »Παυλῖνός τε γὰρ ἐτελεύτησε πάλαι καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται. καὶ τῆς Ἑῴας αἱ ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται.

πρὸς δὲ τῇ Ἑῴᾳ καὶ τὴν Ἀσιανὴν ἅπασαν καὶ τὴν Ποντικὴν καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας· καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον«.

ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἐσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς, δέζασθαι πρισευτάς.

Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων· ἠγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος.

οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, [*](18—S. 324, 3 vgl. Sozomen. VII 3, 3—4. Socrat. V 15, 4 f. Pallad. de vita S. Joh. Chrys. 6 PG 47, 22 ob.) [*](* 3—S. 324,2 Theophan. 73, 31 — 18—S. 324, 5 Nicetas Thesaur. V 26 PG 139, 1383 B) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](1 ποιμαίνειν] διοικεῖν B regere Cass., vgl. Ζ. 21 u. S. 828, 12 und oft ι 3 συχνοῦ > s ι Ῥωμαίων] ῥώμην nA Nic. ι πόλιν] πόλιν NA αὖθις Nic. > mit leerem Raum H, Romain denuo veniens Cass., der aber πόλιν nach αὐτὰς äßt ι 4 ὑπέμενεν rA patiebatur Cass. ι 7 προβεβλῆσθαι] γεγενῆσθαι n ι 8 δικάζεσθαι B Nic. δικάσασθαι VFry ι τἀς ἐκκλησίας ὁμονοίᾳ ~ V ι 9/10 vor Παυλῖνός τε + καὶ B ι 12 τὴν ἑῴαν BFL ι Ἀσιανὴν] ἀσίαν B Asia Cass. 13 κοινωνοῦσαν u. συνημμένην B ι 14 οἶδε > V, novit Cass. ι 15 ἡγούμενον vor 14 τῶν ~ n ι ταῖς παραινέσεσιν εἴξαντες ~ L ι 17 πρεσβεύσασι B 18 ὁ θεῖος μαθὼν ~ B, Cass. wie im Text ι ἀπέστειλεν nach 20 διακόνων ~ B, Cass. wie im Text 1 21 τὴν ἐκκλησίαν > ry ι δὲ > B ι 22 nach οὕτος + οὖν B, fehlt bei Cass.)

324
τὴν μακρὰν καταλύσας δυσμένειαν δι’ ἑπτακαίδεκα ἐτῶν ταῖς ἐκκλησίαις ἐπρυτάνευσε τὴν εἰρήνην. τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος· τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οἱ· καὶ πρόσθεν ἐμνήσθην.

τὴν μὲν οὑν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς.

Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευτὴν [*]([κε΄]) καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστράτευσε. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν.

οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων. πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράννοις μαθεῖν ἐφιέμενος. καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε.

Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουσευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς.

οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι· ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιὰς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη.. τούτων οὕτω πιστῶς [*](6 ob. S. 320, 17 — 8—16 vgl. Rufin. H. Ε. XI 32 u. 19 [Georg. Mon. 589, 1. 590, 15]. Sozomen. VII 22, 7—8. Pallad. Hist. Lausiaca ed. Butler S. 100, 16. Hist. monach. in Aegypto ed. Preuschen I, 1 S. 4. Cedren. I S. 568, 12. Prosper Tiro Chronic, a. 394. Augustin, De cura pro mort. ger. 17. De civ. dei V 26 — 17—19 vgl. Rufin. H. E. XI 33 S. 1038, 6. Socrat. V 25, 11. Sozomen. VII 24 Zosim. lY 58, 2—3. Philostorg. 2. Joh. Antioch. fr. 187) [*](* 19—S. 327, 12 Niceph. H. E. XII 39) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 γνῶντεσ BG ι οἱ nur in B ι 4 ἰνοκέντιοσ NL ι 7 ἐπρυτάνευσεν ὁ πιστότατος ~ VF ι 8 κε am Rand HSS ι δὲ BVF δέ γε ry ι οὐαλεντινιανοῦ BV ι 10 καιρὸν L ι 14 μαθεῖν vor 13 τοῖς ~ s ι 15 γενομένην nur in B, vgl. S. 305, 8 ι 20 παραταττομένουσ B ι 25 ἡρακλέωσ BG)

325
εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ὧ, τὸ στρατόπεδον ἢν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν.

Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην. ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦντας ἄνδρας ἐφ’ ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν· ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι.

καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστήν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον. ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς οὐκ ἔληξε τῆς ἱκετείας, ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῶ,