Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν·

μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός. εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ’ αὐτῶ, προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη.

[*]([κδ΄])

Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὶ, προεδρίαν Φλαβιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας. ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν· ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα.

Τοῦτο καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο· οὐδὲ γὰρ τῷ Παυλίνου θανάτω συγκατελύθη [*](1/2 vgl. Sozomen. VII 15, 3 — 1—15 vgl. Rufin. H. Ε. XI 23 S. 10—28 Georg. Mon. (cod. Coisl. 305) in Mommsens Rufin. 1029, 26 — 17—26 vgl. Sozomen. VII 11. Socrat. V 9, 4 — 18/19 ob. S. 263, 8f — 21/22 ob. S. 281, 19f — 26—S. 322, 2 vgl. Sozomen. YII 15, 1. Socrat. V 15, 1) [*](* 17 — S. 324, 5 Niceph. H. Ε. XII 24. Cass. IX 44 — 19—S. 324, 3 Michael Syr. VII 8 S. 321) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](2 κατάφασιν τινάς B ι 5 ἅπαντα A, cunctos Cass. ι 12 σμικρὰ SL ι 13 παρέδωσαν BG ι τῶ As ι 14 ἄστεοσ Vry ι 16 τὰ nach θαλάττης ~ ΒΗ. Ν, vgl. Ζ. 1 ι δαιμόνων] εἰδώλων n ι 17 κδ am Rand HSS ι 17/18 Φλαβιανὸς vor 17 τὴν ~ B, Cass. wie im Text ι 20 παυλίνοσ B u. immer ι 23 ὑπὲρ nur in B ι 24 προσήκειν Sirmond ι 26 σὺν κατελύθη B)

322
τὸ ἔχθος, ἀλλὰ καὶ μετ’ ἐκεῖνον Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν.

μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταὐτὸν παραβάς. οὔτε γὰρ ἀνθ’ ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπιτρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι, καὶ αὖ πόλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπου χειροτονίαν ἀπαγορεύουσι γίγνεσθαι.

ἀλλ’ ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς.

Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντινούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν· ὁ δὲ Φλαβιανὸς χειμῶνά τε εἶναι φήσας καὶ ὑποσχόμενος τοῦ ἀέρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν ἐπανῆκεν εἰς τὴν πατρίδα.

ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι (οὐ γὰρ μόνον ὁ θαυμάσιος Δάμασος καὶ ὁ μετ’ ἐκεῖνον Σιρίκιος καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος) σφοδρότερον τοῦ εὐσεβοῦς βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾶν, πάλιν αὐτὸν μεταπεμφάμενος ἀπαίρειν ἐις τὴν Ῥώμην ἠνάγκαζε.

τότε Φλαβιανὸς ὁ σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη· »εἰ μὲν τῆς πίστεως, ὢ βασιλεῦ τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ’ ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον· εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ’ ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξομαι.

μαί. τοιγάρτοι δὸς ᾧτ’ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ‘. ταύτην αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς τὴν [*](5—8 Can. 23 u. 19 Conc. Antioch., 4 Conc. Nie. [Mansi II 1317. 1316. 669]) [*](B V F HN (n) + GS (s) = r AL (y)) [*](4 vor πολλούς + καὶ V, καὶ fehlt bei Cass. ι καταυτὸν BG ι 5 τῶ As 7 ἐπισκόπου] ἐπισκόπω n ι 8 οὐδὲν ἰδεῖν ἐθελήσαντες B, nihil horum respieientes Cass. ι 11 τε BL ι 13 nach ὑποσχόμενος + ὡσ L ι ἀέρος BVFr ἔαρος y Nic. (vgl. ἦρος S. 324, 21), tempore opportuno Cass. »au mois de « Michael ι ὑπολάμποντος] ὑποθάλποντοσ H ι 14 πληρώσειεν y ι ἐπεὶ] ἐπειδὴ V ι 18 τῶν] τῶν τοῦ VNsL ι 20 nach ἀπαίρειν + αὐτὸν Fry ι 22 ὡς > B, quasi Cass, ι 24 ἀγαπήσω ψῆφον BVF sententiam gratanter excipio Cass. ὑποίσω ψῆφον HS ψῆφον δέξομαι y ψῆφον NG ι δὲ] δὲ καὶ VF, vero Cass. ι 27 ἀντιόχαῖον (sic) B ι 28 καὶ1 > B Cass.)

323
ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε.

Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων καὶ ἐκείνου σύνδικος προβεβλῆσθαι.