The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
  2. ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
  3. μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
  4. χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
  5. ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
  6. Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
  7. ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
  8. πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
  9. μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
  10. Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
  11. Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
  12. τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
  13. εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
  14. παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,