The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
  2. κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
  3. κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
  4. ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
  5. κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
  6. ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
  7. αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
  8. εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
  9. πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
  10. Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
  11. λαὶ περόνην θυόεντα [*](So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.) διαστήσασα κομάων
  12. χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
  13. τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
  14. ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.