The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
  2. πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
  3. ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
  4. οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
  5. ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
  6. ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
  7. οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
  8. ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
  9. Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
  10. καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
  11. καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
  12. εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
  13. ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
  14. Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.