The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  2. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  3. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  4. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  5. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  6. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  7. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  8. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  9. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  10. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
  11. ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
  12. μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη