The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  2. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
  3. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  4. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  5. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  6. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
  7. θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
  8. ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
  9. σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
  10. ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
  11. δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
  12. σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.