The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
  2. χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
  3. κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
  4. ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
  5. οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
  6. τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
  7. τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
  8. ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
  9. ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
  10. ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
  11. ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
  12. εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·