The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  2. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  3. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  4. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  5. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  6. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
  7. ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
  8. ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
  9. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  10. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
  11. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  12. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·