The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
  2. τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
  3. οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
  4. ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
  5. ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
  6. ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
  7. μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
  8. πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
  9. θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
  10. ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
  11. σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
  12. ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην