The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
  2. ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
  3. Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
  4. τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
  5. νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
  6. οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
  7. πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
  8. ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
  9. ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
  10. ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
  11. ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
  12. ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο