The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
  2. σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
  3. μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
  4. νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
  5. ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
  6. νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
  7. ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
  8. ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
  9. ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
  10. ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
  11. ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
  12. πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.