The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
  2. Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
  3. ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
  4. ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
  5. ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
  6. ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
  7. νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
  8. αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
  9. νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
  10. ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
  11. καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
  12. πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν