The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  2. τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
  3. κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
  4. οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
  5. εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
  6. ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
  7. τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
  8. Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
  9. αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
  10. Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
  11. καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
  12. ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην