The Rape of Helen

Colluthus of Lycopolis

Colluthus. The Rape of Helen. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
  2. ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
  3. πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
  4. οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
  5. καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
  6. ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
  7. ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
  8. τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
  9. κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
  10. τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
  11. ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
  12. Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·