In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Ammonius

Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.

Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ KAI ΑΝΑΓΚΑΙΟΥ.

Ἐν δευτέρῳ σχήματι μίξεως γινομένης ἐνδεχομένου καὶ ἀναγκαίου συλλογιστικαί εἰσιν αἱ ἔχουσαι ἀναγκαίαν καθόλου ἀπόφασιν, εἴτε ἄμφω καθόλου εἶεν, εἴτε ἡ μὲν καθόλου ἡ δὲ μερική· πλὴν ὅτι ἐπὶ τῶν ἀναμὶξ καὶ ἄλλου προσδιορισμοῦ χρεία· δεῖ γὰρ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν μείζονα εἶναι. καὶ πάντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι καὶ ἀτελεῖς εἰσιν ὡς δι’ ἀδυνάτου δεικνύμενοι. καὶ ἁπλῶς, ἁ ἐποίει ἐν τῇ προλαβούσῃ μίξει ἡ ὑπάρχουσα καθόλου ἀπόφασις, ταῦτα νῦν ἡ καθόλου ἀναγκαία ἀπόφασις. καὶ ὁ μὲν πρῶτος τρόπος μιᾶς ἀντιστροφῆς δεῖται· ὁ δὲ δεύτερος δύο. ὁ δὲ ἐξ ἀμφοτέρων καθόλου ἀποφατικῶν καὶ τὴν μείζονα ἐνδεχομένην ἔχων τριῶν ἀντιστροφῶν, μιᾶς ἐνδεχομένης καὶ δύο ἁπλῶν. καὶ ὁ τέταρτος τοῦ δευτέρου σχήματος ἀσυλλόγιστός ἐστιν· εἰ γὰρ μὴ ἔχει ὅλως καθόλου ἀποφατικήν, οὑδὲ τοιάνδ’ ἀπόφασιν ἔξει.

p. 38a15 Οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, | ἀλλὰ καὶ ὅτι οὐχ [*](f. 249v) ὑπάρχει. τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τὸ μὲν ἔχει τοῦ ἀναγκαίου ὡς ἐκβηβηκός, τὸ δὲ τοῦ ἐνδεχομένου ὡς μεταπῖπτον, ὅπερ καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ δέει τῆς ἀποφάσεως. καὶ ὅτι τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται, δείκνυσιν οὕτως· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ἀνάγκη τινὶ τὸ Β τῷ Γ, ὅπερ πάλιν ὑπάρχει τινί καλεῖ· τὸ δὲ Α τῷ Β ἀνάγκη οὐδενί· τὸ Α ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Β τῷ Γ ἀνάγκη τινί. καὶ ἐπειδὴ οὐδὲν ἕπεται ἄτοπον καὶ τῷ ἀνάγκη οὐ παντί, τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὅπερ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ φέρεται καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί· καὶ διὰ τὸ ποτὲ μὲν κατὰ τοῦ ἀναγκαίου φέρεσθαι ποτὲ δὲ κατὰ τοῦ ἐνδεχομένου ἐξ ἡμισείας ἐστὶν ἀναγκαῖον καὶ ἐνδεχόμενον.

[*](1 ante καθόλου eras. 2 litt. P 3 post γὰρ eras. —3 litt. P 12 ἡ scripsi: ἦι P 23 ἐν scripsi: εἰς P 27 ὅλως scripsi: ὅλη P 35 τὸ δὲ collocavi: inv. ord. P 36 τῶι] ι, ut videtur, in ras. P1 38 τὸ ex τοῦ, ut viditur, corr. Ρ1)
62

p. 38a21 Ἅμα δὲ δῆλον ὅτι οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν, ἐνδεχόμενον ἀλλὰ τὸ ἐξ ἡμισείας· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ὑπάρχει τινί· ὑπάρχει γὰρ τινὶ τὸ ἀναγκαῖον τινί.

p. 38a27​ Καὶ τὸ Α τῷ μὲν Β ἐνδεχέσθω μηδενί, τῷ δὲ Γ παντὶ ὑπαρχέτω ἐξ ἀνάγκης ἀσυλλόγιστος ἡ ἀγωγὴ αὕτη ὡς μὴ ἔχουσα καθόλου ἀναγκαίαν ἀποφατικήν, καὶ ἀσυλλόγιστος καὶ τοῦ ἐνδεχομένου καὶ παντὸς συμπεράσματος, τοῦ μὲν ἐνδεχομένου ὡς τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγουσα· τὸ γὰρ ἀναγκαῖον παντὸς ἐνδεχομένου ἐστὶν ἀναιρετικόν· ἀλλ’ οὐδὲ τοῦ ἀναγκαίου συλλογιστική ἐστιν, μὴ νομίσῃ τις διὰ τοὺς ὅρους τοῦ ἐξ ἀνάγκης οὐδενὶ ἀεὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγειν ἀυτὴν· ἀσυλλόγιστος οὑν ἐστιν τοῦ ἀναγκαίου, ἐπειδὴ οἱ ἀναγκαῖον συνάγοντες ἡ ἄμφω ἀναγ- καίας εἶχον ἡ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν, ἵνα καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον ἀναγκαῖον] εἴπωμεν ἀναγκαῖον· νῦν δ’ οὐδέτερόν ἐστιν· καὶ εἰσὶν ὅροι τὸ ἀνάγκη παντὶ συνάγοντες. καὶ διὰ μὲν τὸ οὐδενὶ οὐδὲν καταφατικὸν συνάγει, διὰ δὲ τὸ ἀνάγκη παντὶ οὐδὲν ἀποφατικόν.

Ὅτι κίνησις ἐγρηγόρσει ἐξ ἀνάγκης· 1 ἡ γὰρ ἐγρήγορσις ὡς ἔγερσις κίνησίς [*](f.250r) ἐστιν. ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἶνα καὶ κινῆται. ὥστε οὐ καλῶς ἔχουσιν οἱ ὅροι.

p. 38b3 οὐδὲ τῶν ἀντικειμένων καταφάσεων. καλῶς τὸ πληθυντικόν· τὸ γὰρ ἀνάγκη οὐδενὶ πᾶσαν κατάφασιν ἀναιρεῖ, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην·

p. 38b8. 12 εἰλήφθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. κἀν εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν, ὡσαύτως. οὗτός ἐστιν ὁ τριῶν ἀντι- στροφῶν δεόμενος· ἇί τε γὰρ προτάσεις ἀντιστρέφουσι καὶ τὸ συμπέρασμα·

p. 39a1 Δῆλον δὲ ὅτι καὶ πάντες ἀτελεῖς κοινὸν συμπέρασμα τῶν ἐν δευτέρῳ σχήματι δύο μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτι πάντες ἀτελεῖς οὐδεὶς γὰρ ἐδείχθη διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός, ἀλλὰ δι’ ἀδυνάτου πάντες) καὶ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι.

p. 39a2 Καὶ τελειοῦνται διὰ τῶν πρώτων σχημάτων· πληθυντικῶς γὰρ εἶπεν, ἐπειδὴ πολλαχῶς τὸ πρῶτον σχῆμα· ὁ μὲν γὰρ ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι τελειοῦται διὰ τοῦ ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος, ὁ δὲ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἐξ ἐνδε- χομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι.

Γ ΣΨΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ENAEXOMENQN.

p. 39 a 4 ’Ev δετῷ τελευταίῳ σχήματι. Ἴδιον τοῦ τρίτου σχήματος ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων τὴν μίαν πρότασιν καθόλου εἶναι· ἐκ δύο γὰρ μερικῶν οὐδεὶς γίνεται συλλογισμός. δώδεκα δὲ νῦν εἰσι συλλογισμοί· ἢ γὰρ ἄμφω καθόλου, ἢ ἡ μὲν καθόλου ἡ δὲ ἐν μέρει, καὶ τοῦτο διχῶς παρὰ τὴν μείζονα καὶ ἐλάττονα πρότασιν, καὶ ἕκαστον τῶν τριῶν τετραχῶς παρὰ τὸ ποιόν. καὶ ἕκαστον τὸ κυρίως ἐνδε- χόμενον συνάγει.

p. 39a7 Καὶ ὅταν ἡ μὲν ἐνδέχεσθαι ἡ δ’ ὑπάρχειν. καίτοι τότε οὐκ ἀεὶ τὸ κυρίως ἐνδεχόμενον συνάγεται· ὅταν γὰρ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις ᾖ, τὸ [*](4 ἐνδεχέσθω] ὢ in ras. Ρ1 10. 11 ἀναγκαίας scripsi: ἀναγκαῖον P 12 ἀναγκαῖον prius delevi τὸ scripsi: τοῦ P 16 ἐνδέχεται P 23 συμπερασμάτων ἐν P 29 τελειοῦται scripsi: τελειοῦνται P 39 τότε] τό in ras. Ρ1)

63
ὑπάρχον συνάγεται, ὥσπερ καὶ ὅταν ἡ ἀναγκαία καθόλου ἀπόφασις ᾖ, τό ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγεται. ἡ ἐπειδὴ τὸ ὑπάρχον ἐνδεχόμενόν ἐστιν τῷ μὴ ἀεὶ εἶναι, ὡς ἐπὶ τῆς μίξεως ἐνδεχομένου 1 καὶ ὑπάρχοντος ἀεὶ ἐνδεχόμενον ἔφη [*](f. 250v) συνάγεσθαι.

p. 39a9 Οὔτ᾿ ἀναγκαῖον οὔτε ὑπάρχον ἀλλὰ τὸ κυρίως ἐνδεχόμενον· ἐφετῆς δὲ τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τοῦ μέν, τοῦ ἀναγκαίου, ἔχει τὸ ἐκβεβηκέναι, τοῦ δέ, τοῦ ἐνδεχομένου, τὸ μὴ δύνασθαι ἔτι εἶναι.

p. 39a11 Ληπτέον δὲ καὶ ἐν τούτοις. ὅτε ἡ ἀναγκαία καθόλου ἀπόφασίς ἐστιν, ληπτέον ἐνδεχόμενον καὶ νῦν τὸ ἐξ ἡμισείας.

p. 39a24 Ἀντιστραφεισῶν δὲ τῶν προτάσεων. καίτοι ἀντισρέφεται, ἡ ἐλάττων. ἢ x003E; αὐτὴ οὐδενὶ οὖσα πρῶτον γίνεται παντὶ κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, εἶτα τινὶ κατὰ τὴν ἀπλῆν ἀντιστροφήν· δύο οὖν αἱ ἀντιστρεφόμεναι προτάσεις, ἡ οὐδενὶ καὶ ἡ παντί, εἰ καὶ περὶ τοὺς <αὐτοὺς> ὅρους ἀμφότεραι.

p. 39a29 Τὸν αὐτὸν τρόπον ἐχόντων <τῶν> 39a29 ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν. πῶς οὐ ψεῦδος τοῦτο, εἰ ἐπὶ μὲν τῶν ἐνδεχομένων δύναται ἡ μὲν ἐλάττων ἀποφατικὴ εἶναι, ἐπὶ δὲ τοῦ ὑπάρχοντος οὐ δύναται; ἡ οὐδ’ ἐπὶ τῶν ἐνδεχομένων ὡς ἀποφατικὴ ἡ ἐλάττων συλλογισμὸν ποιεῖ, ἀλλ’ ὡς δυναμένη μεταλαμβάνεσθαι εἰς κατάφασιν.

p. 39 a 31 Καὶ οὐκ ἔστι συλλογισμός. πῶς οὑκ ἔστι συλλογισμὸς ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων; ἢ τῆς ἐλάττονος ἀποφατικῆς μενούσης ἢ μὴ οὔσης καθόλου προτάσεως.

Γ ΣΧΗΜΑ. ΕΝΔΕΧΟΜΕΝΟΥ ENAKXOMKNOr ΚΑΙ VIIAPXONTOS.

p. 39b7 Ἐὰν δ᾿ ἡ μὲν ὑπάχειν ἡ δ’ ἐνδέχεσθαι. Οκτωκαίδεκα γίνονται συλλογισμοί· οἱ γὰρ ἓξ διπλασιάζονται παρὰ τὴν τάξιν τῶν τρόπων καὶ προστίθενται ἕτεροι ἓξ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχοντες. διὰ τὰ αὐτὰ δὲ καὶ τῆς ἑξῆς μίξεως τοσοῦτοί εἰσι συλλογισμοί. ἴδιον δὲ τῶν δύο τούτων μίξεων τὸ μίαν καθόλου εἶναι | καὶ τὴν ἐλάττονα καταφατικήν, ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα [*](f. 251r) ἢ ἀναγκαία.

p. 39b9 Καὶ οὐχ ὅτι ὑπάρχει. καίτοι ὑπάρχον συνάγεται τῆς ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης. ἢ οὐκ ἀεὶ συνάγεται ὑπάρχον, ἀεὶ δ’ ἐνδεχόμενον· τὸ γὰρ κοινόν.

p. 39b9 Συλλογισμὸς δ᾿ ἐστὶ τὸν αὐτὸν τρόπον ἐχόντων τῶν ὅρων ὃν καὶ ἐν τοῖς πρότερον· ὡς γὰρ ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως καὶ νυν ἐπὶ τῶν μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος κυρίως ἐνδεχόμενον συνάγεται, εἰ μὴ τύχῃ ἡ ὑπάρχουσα καθόλου ἀπόφασις οὖσα.

p. 39b14 Ὅτε γὰρ ἡ ἑτέρα τῶν προτάσεων. ἔδει μὲν εἰπεῖν ὅτι τὸ κυρίως ἐνδεχόμενον συνάγεται, ἐπειδὴ ἀνῆκται εἰς τρόπον τοῦ πρώτου σχήματος μὴ ἔχοντα [*](2 τῶν ex τὸ corr. Ρ1 3 εἶναι superscr. Ρ1 7 τοῦ primura ex τὸ corr. Ρ1 τοῦ tert. scripsi: τὸ P 8 immo τὸ δύνασθαι μηκέτι 11 μία] ι in ras. ex ἡ corr. P 12 ἡ alt. addidi 14 αὐτοὺς addidi 15 τῶν ex Arist. addidi 21 μὲν οὔσης ἢ P 27 ἴδιον scripsi: ἰδίως P τούτων seripsi: τῶ τῶν P)

64
καθόλου ἀπόφασιν ὑπάρχουσαν· ὁ δὲ ἀντὶ τούτου φησὶν νῦν, καὶ ἑξῆς δὲ τὸ αὐτὸ ἐρεῖ, ὅτι ἐνδεχόμενον συνάγεται, ἐπειδὴ δέδεικται ἐν πρώτῳ σχήματι τῇ χείρονι ἑπόμενον τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος.

p. 39b31 Εἰ δ᾿ ἡ μὲν κατάφασις καθόλου ἡ δ᾿ ἐν μέρει στερητική. τὸν πέμπτον τρόπον, ὅς ἐστιν ἐκ τοῦ παντὶ καὶ οὐ παντί, τὸν ἔχοντα τὴν καθόλου ὑπάρχουσαν τὴν δὲ μερικὴν ἐνδεχομένην δι’ ἀδυνάτου δείκνυσιν οὕτως· τὸ Α οὐ παντὶ τῷ Γ ἐνδεχομένως· τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι τὸ Α τῷ Β οὐ παντὶ ἐνδέχεται· εἰ γὰρ μή τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως· τὸ Α ἄρα παντὶ τῷ Γ ἐξ ἀνάγκης· τῇ γὰρ μείζονι ἕπεται τὸ συμπέρασμα ἐν πρώτῳ σχήματι ἐπὶ τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου· ἀλλὰ καὶ ἐνδέχεται μὴ παντὶ τὸ Α τῷ Γ· ὅπερ ἀδύνατον. ἀλλὰ καὶ] διὰ τί τὸν τρόπον τοῦτον οὐκ ἔδειξε δι’ ἀντιστροφῆς; ἡ ὅτι πολλῶν ἀντιστροφῶν ἐδέετο· τεσσάρων γάρ• ἔδει γὰρ τὴν μείζονα πρότασιν τὴν οὐ παντὶ ποιῆσαι τινί, εἶτα τὴν τινὶ πρὸς ἑαυτὴν ἀντιστρέψαι κατὰ τὴν ἁπλῆν, εἶτα τὸ συμπέρασμα τὸ τινὶ πρὸς ἑαυτὸ ἀντιστρέψαι, εἶτα μεταλαβεῖν αὐτὸ εἰς τὸ οὐ παντί, ἵνα μὴ κατάφασις συναχθῇ ἐκ καταφάσεως καὶ ἀποφάσεως.

p. 40a2 Ἡ ἐν τοῖς καθόλου καὶ διὰ τῶν | αὐτῶν ὅρων. ἀλλ᾿ οὐκ [*](f. 251v) εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἡ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας.