In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Ammonius
Ammonius. In Aristotelis Analyticorum Priorum Librum I Commentarium, Commentaria in Aristotelem Graeca, Vol 4.6. Wallies, Maximilian, editor. Berlin: Reimer, 1899.
ΜΕΞΙΣ ENAEXOMENOY ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ.
p. 35b23 Ἐὰν δ᾿ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡδ’ ἐνδέχεσθαι Ὀκτὼ γινομένων συζυγιῶν ἐξ ἀμφοτέρων καθόλου δύο μέν εἰσιν ἀσυλλόγιστοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχουσαι· ἀνίατον γὰρ τὸ ἁμάρτημα· ἓξ [*](1 ἀναγκαίως scripsi cf. p. 52, 21 n.: ἀνάγκη P 7 an δεόμενοι <μόνον>? 8 ἡ superscr. P 9 ἐνδέχεται P 18 τῷ scripsi: τὸ P 18. 19 fortasse ὡς καὶ ἐπὶ τῶν 20 εἰ addidi 24 ἔσται Arist. 34 οὖν ὅτι Arist. 35 τί scripsi cf. p. 63,20 71,8: τὸ P 36 ἢ ἀποφατικῆς addidi 40 ὑπάρχηι—ὑπάρχηι P)
Δύο ἀσυλλόγιστοι, <οἱ> τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες καὶ ἒξ οἱ μὴ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικήν. καὶ τούτων δ ἀτελεῖς, οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην, πρῶτος, τρίτος, πέμπτος, ἕκτος, δι’ ἀδυνάτου πρῶτος, τρίτος, δι’ ἀντιστροφῆς πέμπτος, ἕκτος· δύο τέλειοι, οἱ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν καταφατικήν, δεύτερος, τέταρτος. δύο τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν, οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικήν, τρίτος, ἕκτος· δ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν, ὁ πρῶτος, δεύτερος, τέταρτος, πέμπτος.
Πρῶτος τρόπος. Τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς καὶ δι’ ἀδυνάτου, καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγει. λέγω οὖν ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται· εἰ γὰρ μὴ τοῦτο, ἀνάγκη τινὶ ἡ ἀνάγκη οὐ παντί· ἄμφω δὲ ἀδύνατον. ἔστω γὰρ πρῶτον τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Β ἄρα τῷ Γ ὑπάρχει παντί· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Γ ἀνάγκη οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾦ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β ὑπάρχει οὐ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον. ἀλλὰ δὴ ὑποκείσθω τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐπειδὴ τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ σχήματι τῇ μὴ τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα, καὶ τὸ | Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ [*](f. 242v) καὶ ἀνάγκη παντί· ὅπερ ἀδύνατον.
Δεύτερος τρόπος. τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τὸ Β παντὶ τῷ Γ ἀνάγκη · τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐκ ἐχρησάμεθα δὲ τῷ κατὰ παντὸς καὶ πάλαι, ἐπειδὴ οὔπω ἢν γενόμενον μέρος τοῦ Β τὸ Γ ὥσπερ νῦν.
Τρίτος τρόπος. τὸ Α οὐδενὶ τῷ B ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων. εἰ γὰρ ψεῦδος τὸ ὑπάρχειν τὸ Α τῷ Γ οὐδενί, τό Α τῷ Γ ὑπάρχει τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχει· ἐν τρίτῳ σχή- ματι ἐξ ἀμφοτέρων ὑπαρχουσῶν τὸ Α τινὶ τῷ Β ὑπάρχει· ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον. ἀλλ’ οὐχ’ ὑγιῶς ἐλήφθη ἡ ἀντίφασις· ἔμεινε γὰρ ὁ τρόπος, καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ καὶ ἀνάγκη οὐδενὶ συνάγεται· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἀνάγκη οὐδενί, τὸ Α τῷ Γ ἀνάγκη τινί· ἀλλὰ τὸ Α καὶ τῷ Β ἀνάγκη οὐδενί· τὸ Β ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἄτοπον. τὸ οὖν ἄτοπον οὐ [*](1 λῦπαί P 17 οἱ addidi 18 δ ἀτελεῖς scripsi: δὲ τατελεῖς P ad 42 in mrg. inf. ascr. ἢ καὶ ὡς ἡ λέξις, ὑποκείσθω τὸ Α τῷ Γ τινὶ ὑπάρχειν· τὸ δέ Α ὑπέκειτο ἐξ ἀνάγκης οὐδενὶ τὸ Α (1. τῷ Β)· ἐπεὶ οὑν ἀντιστρέφει τὸ στερητικόν, οὐδὲ τὸ Β τῷ Α οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Α τῷ Γ τινὶ κεῖται ὑπάρχειν· ὥστε οὐ παντὶ τῷ Γ τὸ Β ἐξ ἀνάγκης ὑπάρχει· ὑπέκειτο δὲ παντί ἐνδέχεσθαι P ὅσον scripsi: ὃς P cf. p. 65,23)
Τέταρτος τρόπος. τὸ Α ἐνδέχεται οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐ γὰρ ἔστιν ἐλέγξαι τὸ ἐνδεχόμενον μηδενί· ποίαν γὰρ προσλαμβάνῃ; εἰ μὲν τὴν ΑΒ, αἱ δύο ἀποφατικαί· εἰ δὲ τὴν ΒΓ, οὐκ ἔχομεν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι.
Πέμπτος τρόπος. τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ κυρίως ἐνδεχόμενον συνάγων, ὡς ὁ πρῶτος τρόπος.
Ἕκτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ | τῷ Γ ἐνδέχεται· [*](f. 243r) ἀτελὴς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων, ὡς ὁ τρίτος τρόπος.
p. 36a32 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. ἐπὶ τούτων πρώτας τὰς ἀνομοιοσχήμνας ὑποτίθεται ὡς ποικίλας· τῶν γὰρ ἀνομοιοσχημόνων αἱ μὲν ἐνδεχόμενον συνάγουσιν, αἱ δὲ ὑπάρχον· πᾶσαι δ’ αἱ ὁμοιοσχήμονες ἐνδεχόμενον συνάγουσιν. καὶ διὰ τοῦτο τὸν τέταρτον τρόπον τοῦ τρίτου προτάττει. |
[*](f. 243v)Τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· λέγω ὅτι τὸ Α τῷ Γ ὑπάρχει οὐ παντί. * * * τὸ δὲ B τῷ Α ἐξ ἀνάγκης οὐδενὶ διὰ τὴν ἀντιστροφὴν τοῦ καθόλου στερητικοῦ· τὸ Β ἄρα τῷ Γ ἐξ ἀνάγκης οὐδενί· μῖξις γὰρ γέγονεν ἐν πρώτῳ σχήματι ἀναγκαίου καὶ ὑπάρχοντος, καὶ ἡ μείζων ἀναγκαία, ὥστε τῇ μείζονι ἕπεται τὸ συμπέρασμα· ὑπόκειται δὲ τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. ἀλλά, φασὶν οἱ Πλατωνικοί, οὕτως συγχωρητέον τῷ ἐν πρώτῳ σχήματι τῇ μείζονι ἕπεσθαι τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος. καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ ἡ προτεθεῖσα συζυγία καὶ ἀνάγκη οὐ παντὶ συνάγει· εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη παντί· τὸ δὲ Β τῷ Α ἀνάγκη οὐδενί· ἐν πρώτῳ ἄρα σχήματι ἐκ δύο ἀναγκαίων τὸ Β τῷ Γ ἀνάγκη οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί. διότι οὖν κατὰ ἀλήθειαν οὐ παντὶ συνάγεται καὶ ὑπετέθη παντί, τὸ ἀδύνατον οὐ διὰ τὸ ὑπάρχον ἡ τὸ ἀναγκαῖον ὡς ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου. βουλόμενοι δ’ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα ἀντιλέγουσι ταῖς μίξεσι ταύταις μόναις ταῖς ὑπάρχον συναγούσαις.
Β. Τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Β τῷ Γ ἀνάγκη τινί· τέλειος ὁ συλλογισμὸς καὶ τοῦ ἐνδεχομένου· ἡ γὰρ ἀπόδειξις διὰ τοῦ κατὰ μηδενός.
[*](2 ἐνδέχομ., ομ in ras. P 5 προσλαμβάνῃ scripsi: προσλαμβάνει P post δύο eras. 1 litt. P 8 ἐνδεχομένης scripsi cf. vs. 11: ἐνδεχόμενον P 17 τὸ B scripsi (??) τὸ Α P 18 lac. signavi; supple velut εἰ γὰρ ῥῆ, δῆλον ὅτι τὸ Α τῷ Γ ὑπάρχει παντί ad vs. 21 signum appictum est, cui f. 243r respondent haec: οὕτως μὲν αὐτὸς ἔδειξεν ὑπάρ- χον τὸ συμπέρασμα· ὡσαύ | αὔτως (sic) δοκεῖ διά τῆς ἐξ ἀναγκαίας (αι in ras. ex ης corr. χ ὕπαρ συναγουσῶν τὸ ἀδύνατον. φέρε δὲ ἡμεῖς ἀποδείξομεν ὅτι ἐνδέχεται συνάγεσθαι (I. ἐνδεχόμενον συνάγεται) μερικὸν ἀποφατικόν. τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί· τὸ Β τῷ Γ τινὶ ἐνδέχεται· λέγω ὅτι τὸ Α τῷ Γ ἐνδέχεται μὴ παντί. εἰ γὰρ μή, δῆλον ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· κεῖται δὲ καὶ τὸ τῶ P) Α τῷ Β ἐξ ἀνάγκης οὐδενί· συνάγεται οὖν τὸ Β σχῆμα (I. ἐν Β σχήματι) τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Β τῷ Γ τινὶ ἐνδέχεσθαι. ἀλλὰ καὶ ἀναγκαῖον συνάγεται· λέγω γὰρ ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινὶ οὔ· εἰ γὰρ μή, τὸ Α τῷ Γ ἐνδέχεται παντί· ἀλλὰ καὶ τὸ ὁ in ras. ex ὢ corr.) Β τῷ Γ τινὶ ἐνδέχεται· συνάγεται οὑν ἐν Γ σχήματι τὸ Α τῷ Β ἐνδέχεται τινί· ὅπερ ἀδύνατον· κεῖται γὰρ ἐξ ἀνάγκης οὐδενί. ἀλλὰ καὶ ὑπάρχον δείκνυται P 22 οὕτως scripsi: ὥστε P σχήματι] ἡ in ras. Ρ1 23 ὅσον scripsi: ὃς P cf. p. 74,15 27 διὰ τὸ scripsi: διὰ τοῦ P)Γ. Τὸ A τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὁ συλλογισμὸς τοῦ ἐνδεχομένου· εἰ γὰρ ψεῦδος τὸ Α τῷ Γ ἐνδέχεται τινί, τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλά καὶ τὸ Α τῷ B ἐξ ἀνάγκης παντί· ἐκ δύο ἀναγκαίων ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. δυνατὸν δὲ καὶ ἐνταῦθα λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται· τῷ γὰρ ἐνδέχεται τινὶ δύο ἀντίκειται, τὸ ἐξ ἀνάγκης οὐδενί, ὅπερ ἀνῄρηται, καὶ τὸ ἐξ ἀνάγκης παντί, ᾧ οὐδὲν ἕπεται ἄτοπον.
p.36b3 Ἐὰν δὲ τὸ μὲν καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον. ἀσυλλόγιστοί εἰσιν πᾶσαι αἱ τὴν μείζονα μερικὴν ἔχουσαι. τετραπλαῖ δ’ αὗται, ὡς ὑπογέγραπται, | καὶ παραδίδωσιν αὑτὰς ἡ λέξις κατὰ τοὺς ὑποκειμένους ἀριθμούς.
[*](f. 244r)p. 36b4 Ἤ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τουτέστιν ‘καὶ ἐνδεχόμενον᾿· οὐ γὰρ ἀντίκειται τὸ ἐνδεχόμενον καταφάσει καὶ ἀποφάσει.
p. 36b15 Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ, τουτέστιν οἱ αὐτοὶ ὅροι καὶ ἐξ ἀνάγκης τινὶ ποιοῦσι καὶ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντί· ζῷον γὰρ τινὶ λευκῷ ἐξ ἀνάγκης διὰ κύκνον, καὶ ἐξ ἀνάγκης οὐ παντὶ διὰ κόρακα, καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντὶ διὰ τοὺς παρὰ τοὺς Αἰθίοπας ἣ Γαλάτας ἀνθρώπους τὰ δὲ τέσσαρά ἐστιν καὶ ἐπὶ λευκοῦ καὶ ἀψύχου διὰ φιμίθιον, ἔβενον καὶ τὰ οἷς ἐνδέχεται ὑπάρχειν.
p. 36b19 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀσυλλόγιστοι οἱ τὴν μείζονα μερικὴν ἔχοντες καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ὁμοίων καὶ ἐπὶ τῶν ἀναμίξ. ὑπὸ δὲ τούτους τελοῦσι καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες.
Πλὴν ὅτι ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἐξ ἡμισείας ἀναγκαῖον συνῆγον τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· | καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἡ ἐνδεχόμενον), μίξεως [*](f. 244v) δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον.
p. 36b24 Δῆλον δ᾿ ὅτι πάντες ἀτελεῖς οἱ συλλογισμοί. ἀλλ᾿ οὐ πάντες ἀτελεῖς· οὑ γὰρ δὴ καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἔχοντες, ἀλλὰ μόνοι οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες. ἢ τὸ λεγόμενόν ἐστιν· πάντες οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν, διότι κἀν καταφατικὴ ᾖ, ἀτελεῖς εἰσιν.
p. 36b25 Καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων. τελειοῦνται μὲν διὰ μόνου τοῦ πρώτου σχήματος· πληθυντικῶς δ’ εἶπεν, ἐπειδὴ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρῶτον ἐποίει σχῆμα ἡ ἄμικτον ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ μικτὸν ἐξ ἀναγκαίου καὶ ὑπάρχοντος. τὰ δ’ ἐξ ἡμισείας ἐνδεχόμενον ‘καὶ ὑπάρχον καὶ ἐνδεχόμενον᾿ καλεῖ ἡ λέξις. |
[*](4 ἐνδέχεται in ras. Ρ1 5 ad ἐνταῦθα initio sequentis paginae ascr. πάλιν καὶ ἐπὶ ταύτης δυνατόν τις παντὶ (1. δυνατὸν τινὶ ὑπάρχον) συναγ· λέγω γὰρ ὅτι τὸ Α τινὶ τῷ Γ ὑπάρχει· εἰ γὰρ μή, δῆλον ὅτι οὐδενὶ τῷ Γ ὑπάρχει τὸ Α· τὸ δὲ Β τινὶ τῷ Γ· ὑπὸ (I τῷ Γ ὑπάρχει·) τοῦτο γὰρ ψεῦδος μὲν οὐ δυνατὸν γίνεται· (1. <οὐκ> ἀδύνατον <δέ>· γίνεται) ἐν τρίτῳ ἐκ δύο ὑπαρχουσῶν τό Α τινὶ τῷ Β οὐχ ὑπάρχει· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Α παντὶ τῷ B ἐξ ἀνάγκης. λέγω δὲ ὅτι καὶ ἐξ ἀνάγκης τὸ Α τινὶ τῷ Γ· εἰ γὰρ μή, δῆλον ὅτι ἐνδέχεται μηδενὶ τὸ Α τῷ Γ· τὸ δὲ Β ἐνδέχεται τινὶ τῷ Γ· συνάγεται οὖν τὸ Α τῷ Β ἐνδέχεται τινὶ μή· ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης P 9 ὡς] ς ex ὒ corr. P1 14 ποιοῦσαι P 17 ψιμίνθιον P 18 ἔβενόν P 32 ὅτι Arist.: ου P)Β ΣΧΗΜΑ ΕΞ ΑΜΘΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ.
[*](f. 245r)p. 36b26 ’Ev δὲ τῷ δευτέρῳ σχήματι. Πάλαι μὲν ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασι τοὺς τρόπους εἰς τὰ σχήματα διήρει, οἷον τὰς ἐξ ἀμφοτέρων ὑπαρ- χουσῶν εἰς πρῶτον σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ τὰς ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ τἀς μίξεις τούτων. νῦν δ’ ἐν ταῖς μίξεσι τὰ σχήματα εἰς τοὺς τρόπους διαιρεῖ, οἷον τὸ πρῶτον σχῆμα εἰς τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων καὶ τὰς μίξεις ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου. εἰ γὰρ ἐχρήσατο τῇ πάλαι τάξει, προέταξεν ἄν τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι τῶν μίξεων τῶν ἐν πρώτῳ σχήματι ὑπάρχοντος | καὶ ἐνδεχομένου, ὑπάρχοντος καὶ ἀναγκαίου, ἐνδεχομένου καὶ ἀναγκαίου· [*](f. 245v) ὅπερ ἄτοπον· οἱ μὲν γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι· αἱ δὲ τρεῖς μίξεις αἱ ἐν πρώτῳ σχήματι διαιροῦνται εἰς τὸ συλλογιστικὸν καὶ ἀσυλλόγιστον. γιστον. ἀλλ’ ἐπεὶ οἱ ἐν δευτέρῳ σχήματι δείκνυνται ἀναγόμενοι εἰς τὸ πρῶτον σχῆμα ἣ δι’ ἀντιστροφῆς ἢ δι’ ἀδυνάτου, περὶ ἀντιστροφῆς ἁπλῆς ἐνδεχομένων προτάσεων διαλέγεται· καὶ ἐπεί, ὅτε δι’ ἀντιστροφῆς δείκνυται τὸ δεύτερον σχῆμα, πάντως ἡ καθόλου ἀπόφασις ἀντιστρέφεται, περὶ μόνης τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης καθόλου ἀποφάσεως διαλέγεται, καὶ δείκνυσιν ὅτι ἡ ἐνδεχομένη καθόλου ἀπόφασις οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. καὶ τοῦτο ἡμῖν ἐν τοῖς τρισὶ σχήμασιν ἔλεγεν, ὅτι αἱ μὲν τοῦ ἐνδεχομένου καταφάσεις ὁμοίως τῷ ὑπάρχοντι καὶ ἀναγκαίῳ πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφουσιν, ἡ δ’ ἐνδεχομένη καθόλου ἀπόφασις οὐχ ὁμοίως· ἐπὶ γὰρ ὑπάρχοντος καὶ ἀναγκαίου πρὸς ἑαυτὴν ἀντιστρέφει, ἐπὶ δὲ τοῦ ἐνδεχομένου οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· “τοῦτο δ’ ἔσται δῆλον”, ἔφασκεν, ‘‘ὅταν περὶ τοῦ ἐνδεχομένου λέγωμεν”. ὅτι τοίνυν ἡ καθόλου ἐνδεχομένη ἀπόφασις οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει, νῦν δείκνυσι καὶ προάγει τὴν ἀπόδειξιν τριχῶς. καὶ πρῶτον οὕτως· εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὑκ ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· εἰ γὰρ τοῦτο, καὶ ἡ καθόλου κατάφασις ἀντιστρέφει πρὸς ἑαυτήν, ὡς δείξω· τοῦτο δ’ ἀδύνατον· λευκὸν μὲν γάρ παντὶ ζῴῳ ὑπάρχειν ἐνδέχεται, οὐκέτι δὲ καὶ ζῷον παντὶ λευκῷ ὑπάρχειν ἐνδέχεται· τινὶ γὰρ λευκῷ, τῷ φιμιθίῳ, ἐξ ἀνάγκης οὐχ ὑπάρχει. τὸ δὲ συνημμένον οὕτως δεικτέον· εἰ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐνδέχεται ὑπάρχειν· ἐπεὶ δὴ ὃ ἐνδέχεται οὐδενί καὶ παντὶ ἐνδέχεται κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, καὶ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, καὶ τὸ Β παντὶ τῴ Α ἐνδέχεται. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοῦτο· οὐκ εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, ἤδη καὶ παντὶ ἐνδέχεται κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, ἀλλ’ εἰ ἄρα, κατὰ μόνον τὸ ἐπ᾿ ἴσης. εἴποι | ὁ Ἀριστοτέλης· ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. [*](f. 246r) δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ καίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἄν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις; εἰ μὲν τὸ ἀπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστὶν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ [*](9 ἀναγκαίου alt. scripsi: ὑπάρχοντος P 17 ἔλεγεν] c. 3 p. 25a37 sq. 18 τῷ corr. e τὸ P1 21 φανερόν Arist. ἔφασκεν] c. 3 p. 18 24 ἐνδέχεσθαι scripsi: ἐνδέχεται P 28 εἰ scripsi: ἡ P ὑπάρχειν scripsi: ὑπαρχόντως P itemque vs. 29 31 εἴποιε P 34 τὸν ὅρων (sic) P ἀπόφασιν scripsi: κατάφασιν P 36 ἄνθρωπος scripsi: ἀνθρώπωι P τῷ scripsi: τὸ P 37 εἴποιε P 38 ad ἁπλῶς in mrg. ascr. καθόλου P1 39 ἀνθρώπωι prius in mrg. P1)
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός; οὐ μόνον γὰρ αἰ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιο- σχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνά- γειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί.
Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλο- γιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες, εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἀν ἀνομοιοσχήονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς. ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν.
p. 36b33 Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν. τουτέστιν ὥσπερ ἐν πρώτῳ σχήματι οὕτως καὶ ἐν δευτέρῳ αἱ αὐταὶ συζυγίαι ἢ τὸ κυρίως ἐνδεχόμενον συνάγουσιν ἢ οὔ, ἀλλ’ ἢ τὸ ἐξ ἡμισείας ἢ τὸ ὑπάρχον.
p. 36b39 Καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι. ἐναντίαι πᾶς, οὐδεὶς καὶ αἱ ὑπ’ αὐτάς, τίς, οὐ πᾶς· ἀντικείμεναι δ’ αἱ ἀντιφατικαὶ αἱ διαγώνιοι· καὶ αὗται γὰρ ἀντιστρέφουσιν· εἰ γὰρ πᾶς, | καὶ τὶς καὶ οὐ πᾶς· ὥστε εἰ πᾶς, καὶ οὐ πᾶς. οὐ [*](f. 247r) μὴν τελείως ἀντιστρέφουσιν· οὐ γὰρ δὴ καὶ εἰ οὐ πᾶς, ἤδη καὶ πᾶς. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ οὐδεὶς καὶ τίς.
p. 37a12 Φάσις γὰρ καὶ ἀπόφασις, τουτέστιν ἀντίφασις γὰρ κατ᾿ αὐτοὺς ἐνδέχεται οὐδενί, ἀνάγκη τινί.
p. 37a14 οὐ γὰρ εἰ μὴ ἐνδέχεται. σαφῶς ἐνταῦθά φησιν πάσῃ ἐνδεχομένῃ προτάσει δύο ἄμα λαμβανόμεναι τοῦ ἀναγκαίου προτάσεις ἀντιφάσκουσιν.
[*](2 τῷ κατηγορουμένῳ scripsi: τὸ κατηγορούμ P 11 τῷ scripsi: τὸ P 15 ἔλεγεν] c. 3 p. 25a40 sq. memoriter citat 31 ἢ ὅτι κτλ.] cf. p. 60,34 33 ἡ prius scripsi: εἰ P ἀντιφατικὴ scripsi: ἀντίφασις P 41 εἰ scripsi: ἡ P 46 λαμβανόμεναι scripsi: λαμβανομένου P)p. 37a17 Τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχει· ἐπειδὴ ὃ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί, τούτῳ, τῷ ἐνδέχεται μηδενί, ἀντίκειται κα τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί· εἰ γὰρ ἐνδέχεται μηδενί, ψεῦδος καὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί. ὃ γὰρ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· καὶ δι’ ἑαυτὸ μὲν τὸ ἐνδέ- χεται μηδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὸ ἐνδέχεται παντὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης οὐ παντί. οὕτως καὶ τὸ ἐνδέχεται παντὶ διὰ τὸ ἐνδέχεται οὐδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, ὥσπερ τῷ ἐξ ἀνάγκης οὐ παντὶ δι’ ἑαυτὸ τὸ ἐνδέχεται παντί. μόνα δὲ τὰ παράδοξά φησιν, ὅτι ἀντίκειται τῷ ἐνδέχεται μηδενὶ τὸ ἐξ ἀνάγκης οὐ παντί, ἀμφοῖν ἀποφάσεων οὐσῶν, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, τουτέστιν ἀντίκειται τῷ ἐνδέχεται οὐδενί, ὅπερ ἐκάλεσεν ἐνδέχεται παντὶ μὴ ὑπάρχειν, τὸ ἐξ ἀνάγκης οὐ παντί, καίπερ ἄμφω ἀποφατικῶν ὄντων, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, καίπερ ἄμφω καταφατικῶν ὄντων· τοῖς γὰρ ἀνομοίοις κατὰ τὸ ποιὸν ἀναγκαίοις προφανῶς ἀντίκειται.
p. 37a20 Εἰ οὖν τις ἀξιοίη. ὑποκείσθω τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως, οἶον ἡ κίνησις τῷ μὲν οὐρανῷ ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως· ψεῦδος οὖν τὸ Γ τῷ Δ παντὶ ἐνδεχομένως, οὐχ ὅτι οὐχ ὑπάρχει παντί ἀλλ’ ὅτι ἐνίοις οὐκ ἐνδεχομένως ὑπάρχει· εἰ δέ φεῦδος τὸ ἐνδέχεται παντί, ἀληθὲς τὸ οὐκ ἐνδέχεται παντί· τοῦ δ’ οὐκ ἐνδέχεται παντὶ ἀληθοῦς ὄντος οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ἀληθές τοῦτο γὰρ ψεῦδος), ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. | ψεῦδος ἄν λαμβάνοι· τῷ γὰρ ἐνδέχεται παντὶ οὐ μόνον τὸ ἐξ ἀνάγκης [*](f. 247v) τινὶ ἀντίκειται ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί.
p. 37a22 Παντὶ γὰρ ὑπάρχει, ἀλλ’ ὅτι ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν παντὶ ἐνδέχεσθαι. τὴν αἰτίαν λέγει δι’ ἣν ψεῦδος τὸ Γ τῷ Δ παντὶ ἐνδέχεται καίπερ παντὶ ὑπάρχον· διότι γὰρ λέγομεν παντὶ ἐνδέχεσθαι τὸ τισὶν ἀναγκαίως ἀλλ’ οὐκ ἐνδεχομένως ὑπάρχον.
p. 37a26 Δῆλον οὖν ὅτι τῷ ἐνδέχεται, οὗ τὸν ὁρισμὸν ἀποδεδώκαμεν, τουτέστιν τῷ κυρίως, ἀντίκειται.
p. 37a30 Ὅστε οὐ γίνεται συλλογισμός, τουτέστιν συμπέρασμα ἀδύνατον οὐ γίνεται. εἴ τις οὖν ἀξιώσειε μόνα τὰ προφανῆ ἀντικεῖσθαι, τῷ ἐνδέχεται οὐδενὶ τὸ ἐξ ἀνάγκης τινὶ καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἁπλῶς τὰ ἀνομοιοσχήμονα, ψευδῶς λαμβάνει· ἀντίκειται γὰρ καὶ τὰ ὁμοιοσχήμονα, ὡς εἴρηται προσεχῶς·
p. 37a32 τούτου δὲ δειχθέντος. ἀσυλλογίστους βούλεται ὁ Ἀριστοτέλης πάσας τὰς ἐν δευτέρῳ σχήματι συζυγίας ἐξ ἀμφοτέρων ἐνδεχομένων, οὐχ ὅτι τοῦ δευτέρου σχήματος τὸ ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις δύνανται γὰρ αἱ τοῦ δευτέρου σχήματος ἐνδεχόμεναι προτάσεις, κἀν ὁμοιοσχήμονες ὦσιν, ἀνομοιοσχήμονες γενέσθαι· τοῦτο γὰρ ἐν ταῖς μίξεσι μόναις αἰτιάσεται), οὐδ’ ὅτι τὸ ἐνδεχόμενον ἡ ἐπ’ ἴσης ἐστὶν ἢ ἐπὶ πολὺ ἡ ἐπ’ ἔλαττον, οὐδαμῶς δὲ καθόλου, ἐκ δύο δὲ μερικῶν οὐ γίνεται συλλογιμός (ὅσον γὰρ ἐπὶ τούτῳ ἔδει μηδ’ ἐν πρώτῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων γενέσθαι συλλογισμόν, οὐδὲ μῖξις ἔστι συλλογιστικὴ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐνδεχομένην ἔχουσα)· Ἀριστοτέλης οὖν οὐ ταῦτα αἰτιᾶται τοῦ μὴ γενέσθαι συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων, ἀλλ’ ὅτι αἱ ἐν δευτέρῳ σχήματι συλλο- γιστικαὶ συζυγίαι ἢ δι’ ἀντιστροφῆς ἐδείκνυντο, ὡς πρώτη, δευτέρα, τρίτη, ἢ δι’ ἀδυνά- του, ὡς ἡ τετάρτη, οὔτε δὲ τῇ ἀντιστροφῇ ἔστιν χρήσασθαι νῦν οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ], ἐν γὰρ τῇ ἀντιστροφῇ ἡ καθόλου ἀποφατικὴ μόνη ἀντέστρεφεν· δέδεικται δὲ νῦν ἡ [*](5 ἑαυτοῦ P pr. 8 τῷ—τῶ scripsi: τὸ—τὸ P 9 τῷ scripsi: τὸ P 13 τὸ scripsi: τῶ P 27 τῷ scripsi: τὸ P 30. 31 τὸ—τῷ scripsi: τῶτ—τὸ P 31 ἀνάγκης alt.] ἡ in ras. P 32 ψευδῶς (sic), ῶς in ras. P 35 γὰρ scripsi: δὲ P 36 ὁμοιοσχήμονες scripsi: ἀνομοιοσχήμονες P 39 ὅσον scripsi: ὅσω P 44. 45 οὔτε—ἀπαγωγῇ delevi)
Β ΣΧΗΜΑ. ENAEXOMENOY ENAEXOMENUr KAI YllAPXONTOS.
p. 37b19 Εἰ ἡ μὲν ὑπάρχειν δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου. Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ [*](3 πάλιν scripsi: πάλαι P 5 ἐφήρμοζεν] ήρ in ras. Ρ1 8 Γ scripsi: Β P 11 γὰρ superset-. ’ εὐπορῆσαι] ῆ in ras. P 15 μόνον] ὁ alt. ex ὢ corr. Ρ1 16 Ἀλέξανδρος] p. 230, 13 sq., sed λευκόν, ἄνθρωπος, γραμματικός et κινούμενον, ζῷον, ἄνθρωπος habet τὸ scripsi: τὰ P 18 μετὰ πολλὰ] p. 232,19 sq. 26 τούτου scripsi: τούτων P 27 ad συνίστανται prius in mrg. sup. ascr. διὰ τὸ ἰσοδυναμεῖν τὴν ἀπόφασιν τῇ καταφάσει, αἰνὰ μὴ τῆς ἀποφάσεως ἀντιστρεφούσης καὶ ἡ κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφῃ P1 28 αὐτὸ] ὁ ex ῶ corr. P 34 ὁ Ἀλέξανδρος] p. 218,24—26)
p. 37b22 Ἀπόδειξις δ’ ἡ αὐτή, ὅτι δύνανται ὁμοιοσχήμονες γενέσθαι.
p. 37b23 Εἰ δ᾿ ἡ μὲν κατάφασις ἐνδεχομένη. συλλογιστικὴ αὕτη, ἐπειδὴ ἔχει καθόλου ἀποφατικὴν ὑπάρχουσαν. ὁμοίως δὲ συλλογιστική, κἄν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ἐλάττων ᾖ· πλὴν τότε δύο ἀντιστροφῶν δεόμεθα, καὶ ἀντιστρέφει τὸ συμπέρασμα· οὐ γάρ ἐστιν ἐνδεχομένη καθόλου ἀπόφασις ἀλλ’ ὑπάρχουσα καθόλου ἀπόφασις· τὸ γὰρ ἐξ ἡμισείας ἐνδεχόμενον ἦν τὸ συναγόμενον.
p. 37b34 Καθάπερ ἐν τοῖς πρότερον, τουτέστιν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον.